← 色诺芬

希腊史

§6.5.1-6.5.8

雅典主导的盟誓与阿卡迪亚动乱

在雅典的主导下,基于国王和约的同盟誓约得以缔结,曼提尼亚借机统一并重建城墙且拒绝了阿格西劳斯的调停,与此同时帖该亚在统一派与守旧派之间爆发了内讧冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.1

καὶ τὰ μὲν Θετταλικά, ὅσα περὶ Ἰάσονα ἐπράχθη καὶ μετὰ τὸν ἐκείνου θάνατον μέχρι τῆς Τισιφόνου ἀρχῆς, δεδήλωται· νῦν δʼ ἐπάνειμι ἔνθεν ἐπὶ ταῦτα ἐξέβην. ἐπεὶ γὰρ Ἀρχίδαμος ἐκ τῆς ἐπὶ Λεῦκτρα βοηθείας ἀπήγαγε τὸ στράτευμα, ἐνθυμηθέντες οἱ Ἀθηναῖοι ὅτι οἱ Πελοποννήσιοι ἔτι οἴονται χρῆναι ἀκολουθεῖν καὶ οὔπω διακέοιντο οἱ Λακεδαιμόνιοι ὥσπερ τοὺς Ἀθηναίους διέθεσαν,1 μεταπέμπονται τὰς πόλεις ὅσαι βούλοιντο τῆς εἰρήνης μετέχειν ἣν βασιλεὺς κατέπεμψεν.

关于色萨利的诸事,即围绕伊阿宋所发生的一切以及自其死后直至提西福诺斯执政为止的事迹,已经叙述完毕;现在我将回到岔开转向这些事的原处。当阿基达姆斯率军从前往留克特拉的援救行动中撤回之后,雅典人考虑到伯罗奔尼撒人依然认为有必要追随斯巴达,且拉刻代蒙人尚未陷入他们曾将雅典人逼入的那种境地,遂遣使召集凡愿加入波斯王下达之和约的所有城邦。

§6.5.2

ἐπεὶ δὲ συνῆλθον, δόγμα ἐποιήσαντο μετὰ τῶν κοινωνεῖν βουλομένων ὀμόσαι τόνδε τὸν ὅρκον. ἐμμενῶ ταῖς σπονδαῖς ἃς βασιλεὺς κατέπεμψε καὶ τοῖς ψηφίσμασι τοῖς Ἀθηναίων καὶ τῶν συμμάχων. ἐὰν δέ τις στρατεύῃ ἐπί τινα πόλιν τῶν ὀμοσασῶν τόνδε τὸν ὅρκον, βοηθήσω παντὶ σθένει. οἱ μὲν οὖν ἄλλοι πάντες ἔχαιρον τῷ ὅρκῳ· Ἠλεῖοι δὲ ἀντέλεγον ὡς οὐ δέοι αὐτονόμους ποιεῖν οὔτε Μαργανέας οὔτε Σκιλλουντίους οὔτε Τριφυλίους· σφετέρας γὰρ εἶναι ταύτας τὰς πόλεις.

当众人齐聚之后,雅典人便同愿加入者一起通过了一项决议,立下如下誓言:“我将遵守国王下达的和约,以及雅典人及其盟友的决议;若有人出兵攻打立此誓言的任何城邦,我将倾尽全力予以援助。”于是其余所有人皆欣然接受此誓言;唯有厄利斯人提出异议,声称既不应使马尔加涅亚人独立,亦不应使斯基鲁斯人或特里费利亚人独立,因这些城邦皆属厄利斯所有。

§6.5.3

οἱ δʼ Ἀθηναῖοι καὶ οἱ ἄλλοι ψηφισάμενοι, ὥσπερ βασιλεὺς ἔγραψεν, αὐτονόμους εἶναι ὁμοίως καὶ μικρὰς καὶ μεγάλας πόλεις, ἐξέπεμψαν τοὺς ὁρκωτάς, καὶ ἐκέλευσαν τὰ μέγιστα τέλη ἐν ἑκάστῃ πόλει ὁρκῶσαι. καὶ ὤμοσαν πάντες πλὴν Ἠλείων. ἐξ ὧν δὴ καὶ οἱ Μαντινεῖς, ὡς ἤδη αὐτόνομοι παντάπασιν ὄντες, συνῆλθόν τε πάντες καὶ ἐψηφίσαντο μίαν πόλιν τὴν Μαντίνειαν ποιεῖν καὶ τειχίζειν τὴν πόλιν.

然而,雅典人及其他城邦投票决议,一如国王书信中所写,无论小邦还是大邦皆当同样保持自主,并派出了监誓官,责成他们向各城邦的最高长官主持宣誓。除厄利斯人外,所有人都立了誓。正因如此,曼提尼亚人自认如今已完全自主,全邦齐聚并决议将曼提尼亚合并为一个单一城邦,并为该城修筑城墙。

§6.5.4

οἱ δʼ αὖ Λακεδαιμόνιοι ἡγοῦντο, εἰ τοῦτο ἄνευ τῆς σφετέρας γνώμης ἔσοιτο, χαλεπὸν ἔσεσθαι. πέμπουσιν οὖν Ἀγησίλαον πρεσβευτὴν πρὸς τοὺς Μαντινέας, ὅτι ἐδόκει πατρικὸς φίλος αὐτοῖς εἶναι. ἐπεὶ δὲ ἀφίκετο πρὸς αὐτούς, τὸν μὲν δῆμον τῶν Μαντινέων οἱ ἄρχοντες οὐκ ἤθελον συλλέξαι αὐτῷ, πρὸς δὲ σφᾶς ἐκέλευον λέγειν ὅτου δέοιτο. ὁ δὲ ὑπισχνεῖτο αὐτοῖς, ἐὰν νῦν ἐπίσχωσι τῆς τειχίσεως, ποιήσειν ὥστε μετὰ τῆς Λακεδαίμονος γνώμης καὶ μὴ δαπανηρᾶς τειχισθῆναι τὸ τεῖχος.2

拉刻代蒙人则认为,若此事在未经他们同意的情况下发生,必将带来严重后果。于是他们派阿格西劳斯作为使节前往曼提尼亚人那里,因他被视为曼提尼亚人世袭的友人。然而当他抵达他们那里时,曼提尼亚的长官们不肯为他召集民众大会,只要求他对自己陈述所需之事。他便向他们许诺,若他们此刻停建城墙,他将设法使城墙在拉刻代蒙的同意下且不耗费巨资得以建成。

§6.5.5

ἐπεὶ δὲ ἀπεκρίναντο ὅτι ἀδύνατον εἴη ἐπισχεῖν, δόγματος γεγενημένου πάσῃ τῇ πόλει ἤδη τειχίζειν, ἐκ τούτου ὁ μὲν Ἀγησίλαος ἀπῄει ὀργιζόμενος· στρατεύειν γε μέντοι ἐπʼ αὐτοὺς οὐ δυνατὸν ἐδόκει εἶναι, ἐπʼ αὐτονομίᾳ τῆς εἰρήνης γεγενημένης. τοῖς δὲ Μαντινεῦσιν ἔπεμπον μὲν καὶ τῶν Ἀρκαδικῶν πόλεών τινες συντειχιοῦντας, οἱ δὲ Ἠλεῖοι καὶ ἀργυρίου τρία τάλαντα συνεβάλοντο αὐτοῖς εἰς τὴν περὶ τὸ τεῖχος δαπάνην. καὶ οἱ μὲν Μαντινεῖς περὶ ταῦτʼ ἦσαν.

但在他们回答说停工绝无可能、全邦已然通过了立即修筑城墙的决议之后,阿格西劳斯遂愤然离去;然而,鉴于和约乃基于自主原则缔结,对他们兴兵讨伐似乎并不可行。曼提尼亚人那边,亦有一些阿卡迪亚城邦派人协助一同筑墙,厄利斯人甚至为筑墙费用提供了三塔兰顿白银。曼提尼亚人便正忙于这些事宜。

§6.5.6

τῶν δὲ Τεγεατῶν οἱ μὲν περὶ τὸν Καλλίβιον καὶ Πρόξενον ἐνῆγον ἐπὶ τὸ συνιέναι τε πᾶν τὸ Ἀρκαδικόν, καὶ ὅ τι νικῴη ἐν τῷ κοινῷ, τοῦτο κύριον εἶναι καὶ τῶν πόλεων· οἱ δὲ περὶ τὸν Στάσιππον ἔπραττον ἐᾶν τε κατὰ χώραν τὴν πόλιν καὶ τοῖς πατρίοις νόμοις χρῆσθαι.

在帖该亚人之中,卡利比乌斯与普罗克塞诺斯一派力图促成全阿卡迪亚联合,并主张凡在共同会议中获胜的决议,对各城邦亦具拘束力;而斯塔西普斯一派则主张使城邦维持现状,遵循祖传的法律。

§6.5.7

ἡττώμενοι δὲ οἱ περὶ τὸν Πρόξενον καὶ Καλλίβιον ἐν τοῖς θεαροῖς,3 νομίσαντες, εἰ συνέλθοι ὁ δῆμος, πολὺ ἂν τῷ πλήθει κρατῆσαι, ἐκφέρονται τὰ ὅπλα. ἰδόντες δὲ τοῦτο οἱ περὶ τὸν Στάσιππον, καὶ αὐτοὶ ἀνθωπλίσαντο, καὶ ἀριθμῷ μὲν οὐκ ἐλάττους ἐγένοντο· ἐπεὶ μέντοι εἰς μάχην ὥρμησαν, τὸν μὲν Πρόξενον καὶ ἄλλους ὀλίγους μετʼ αὐτοῦ ἀποκτείνουσι, τοὺς δʼ ἄλλους τρεψάμενοι οὐκ ἐδίωκον· καὶ γὰρ τοιοῦτος ὁ Στάσιππος ἦν οἷος μὴ βούλεσθαι πολλοὺς ἀποκτεινύναι τῶν πολιτῶν.

普罗克塞诺斯与卡利比乌斯一派在提奥洛伊官会中落败后,认为若民众集会,便能在人数上大获全胜,于是携武器冲出。斯塔西普斯一派见状亦全副武装相抗,且在人数上并不逊色;及至交战,他们斩杀了普罗克塞诺斯及随同的少数人,溃击其余人后却未予追击;盖因斯塔西普斯为人不愿多杀同邦公民。

§6.5.8

οἱ δὲ περὶ τὸν Καλλίβιον ἀνακεχωρηκότες ὑπὸ τὸ πρὸς Μαντινείας τεῖχος καὶ τὰς πύλας, ἐπεὶ οὐκέτι αὐτοῖς οἱ ἐναντίοι ἐπεχείρουν, ἡσυχίαν εἶχον ἡθροισμένοι. καὶ πάλαι μὲν ἐπεπόμφεσαν ἐπὶ τοὺς Μαντινέας βοηθεῖν κελεύοντες· πρὸς δὲ τοὺς περὶ Στάσιππον διελέγοντο περὶ συναλλαγῶν. ἐπεὶ δὲ καταφανεῖς ἦσαν οἱ Μαντινεῖς προσιόντες, οἱ μὲν αὐτῶν ἀναπηδῶντες ἐπὶ τὸ τεῖχος ἐκέλευον βοηθεῖν τὴν ταχίστην, καὶ βοῶντες σπεύδειν διεκελεύοντο· ἄλλοι δὲ ἀνοίγουσι τὰς πύλας αὐτοῖς.

卡利比乌斯一派退至面向曼提尼亚的城墙与城门之下,见敌手不再发动攻击,便聚集驻留不动。他们早已派人前往曼提尼亚人处请求救援,此时却仍在与斯塔西普斯一派商谈和解之事。及至曼提尼亚人走近的身影已然可见,他们中有人跃上城墙催促以最快速度来援,大声呼喊促其快进;其他人则为他们打开了城门。

语法注3 条
  1. 6.5.1οὔπω διακέοιντο οἱ Λακεδαιμόνιοι ὥσπερ τοὺς Ἀθηναίους διέθεσαν

    在 ὅτι 引导的间接引语从句中,现在直陈式 οἴονται 与间接希求式 διακέοιντο 形成并列。因主节分词 ἐνθυμηθέντες 属过去时态,从句可使用希求式;前者保留现在时生动展现伯罗奔尼撒人当时的持续心态,后者则表达雅典人对局势的推测与评估。另外,διακεῖσθαι 充当 διατιθέναι 的被动等价动词,意为“拉刻代蒙人尚未陷入他们过去将雅典人置于的那种(瘫痪/战败的)境地”。

  2. 6.5.4καὶ μὴ δαπανηρᾶς τειχισθῆναι τὸ τεῖχος

    阴性属格形容词 μὴ δαπανηρᾶς 的语法依附关系在句法上值得注意。它与前方的介词短语 μετὰ τῆς Λακεδαίμονος γνώμης(在拉刻代蒙的赞同下)相并列,既可理解为修饰 γνώμης(“在不造成巨大负担的方案下”),亦可理解为承接介词 μετὰ 并省略了 δαπάνης(“在不招致昂贵花费的情况下”)。亦有校勘者主张将其改为副词 δαπανηρῶς,无论何种解法,其核心意义皆为“无需承担沉重开支”。

  3. 6.5.7ἡττώμενοι δὲ οἱ περὶ τὸν Πρόξενον καὶ Καλλίβιον ἐν τοῖς θεαροῖς

    ἐν τοῖς θεαροῖς 指帖该亚的最高长官/神圣使团议会(thearoi)。语法上为阳性复数与格(指长官集体)或借指该官署机关。意指普罗克塞诺斯和卡利比乌斯派在帖该亚正规的最高政务官会议表决中失利,从而解释了他们为何转而诉诸武力并企图通过煽动民众大会(δῆμος)的人数优势来翻盘。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.1-6.5.8