← 色诺芬

希腊史

§6.5.17-6.5.23

阿格西劳斯撤军与反斯巴达同盟会师

阿格西劳斯通过巧妙的战术变换摆脱围困并撤军回国解散;阿卡迪亚人进攻赫赖亚后与抵达的底比斯军队会师,并力劝其乘胜进军拉科尼亚本土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.17

οἱ δʼ ἐκ τοῦ Ὀρχομενοῦ πελτασταὶ καὶ οἱ τῶν Φλειασίων ἱππεῖς μετʼ αὐτῶν τῆς νυκτὸς διεξελθόντες παρὰ τὴν Μαντίνειαν θυομένῳ τῷ Ἀγησιλάῳ πρὸ τοῦ στρατοπέδου ἐπιφαίνονται ἅμα τῇ ἡμέρᾳ, καὶ ἐποίησαν τοὺς μὲν ἄλλους εἰς τὰς τάξεις δραμεῖν, Ἀγησίλαον δʼ ἐπαναχωρῆσαι πρὸς τὰ ὅπλα. ἐπεὶ δʼ ἐκεῖνοι μὲν ἐγνώσθησαν φίλοι ὄντες, Ἀγησίλαος δὲ ἐκεκαλλιέρητο, ἐξ ἀρίστου προῆγε τὸ στράτευμα. ἑσπέρας δʼ ἐπιγιγνομένης ἔλαθε στρατοπεδευσάμενος εἰς τὸν ὄπισθεν κόλπον τῆς Μαντινικῆς, μάλα σύνεγγυς καὶ κύκλῳ ὄρη ἔχοντα.

与此同时,来自奥尔科墨诺斯的轻装盾兵以及与他们同行的弗利乌斯骑兵,乘夜绕过曼提尼亚,在黎明时分出现在正在营前献祭的阿格西劳斯面前;这一突发情况使其余士兵奔向阵列,阿格西劳斯也退回置放武器之处。但当辨明来者是友军且阿格西劳斯得到吉兆之后,他在早膳后率军前进。傍晚降临时,他不为人知地扎营于曼提尼亚境后方一处群山极其贴近且四面环绕的凹谷中。

§6.5.18

τῇ δʼ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ ἐθύετο μὲν πρὸ τοῦ στρατεύματος· ἰδὼν δὲ συλλεγομένους ἐκ τῆς τῶν Μαντινέων πόλεως ἐπὶ τοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς οὐρᾶς τοῦ ἑαυτῶν στρατεύματος, ἔγνω ἐξακτέον εἶναι τὴν ταχίστην ἐκ τοῦ κόλπου. εἰ μὲν οὖν αὐτὸς ἀφηγοῖτο, ἐφοβεῖτο μὴ τῇ οὐρᾷ ἐπίθοιντο οἱ πολέμιοι· ἡσυχίαν δὲ ἔχων καὶ τὰ ὅπλα πρὸς τοὺς πολεμίους φαίνων, ἀναστρέψαντας ἐκέλευε τοὺς ἀπʼ οὐρᾶς εἰς δόρυ ὄπισθεν τῆς φάλαγγος ἡγεῖσθαι πρὸς αὐτόν·1 καὶ οὕτως ἅμα ἔκ τε τοῦ στενοῦ ἐξῆγε καὶ ἰσχυροτέραν ἀεὶ τὴν φάλαγγα ἐποιεῖτο.

次日拂晓,他正在军前献祭;但见到曼提尼亚城中的人正聚集在自军后尾上方的群山之上,便判定必须以最快速度将部队撤出该谷地。如果他亲自在前领军,唯恐敌人袭击后尾;于是他按兵不动,向敌人展现重装步兵阵列,同时命令后尾的士兵转向持矛之侧(右侧),自方阵后方行进到他身边;这样他既将部队引出了狭道,又使方阵的厚度不断增强。

§6.5.19

ἐπειδὴ δὲ ἐδεδίπλωτο ἡ φάλαγξ, οὕτως ἔχοντι τῷ ὁπλιτικῷ προελθὼν εἰς τὸ πεδίον ἐξέτεινε πάλιν ἐπʼ ἐννέα ἢ δέκα τὸ στράτευμα ἀσπίδων.2 οἱ μέντοι Μαντινεῖς οὐκέτι ἐξῇσαν· καὶ γὰρ οἱ Ἠλεῖοι συστρατευόμενοι αὐτοῖς ἔπειθον μὴ ποιεῖσθαι μάχην, πρὶν οἱ Θηβαῖοι παραγένοιντο· εὖ δὲ εἰδέναι ἔφασαν ὅτι παρέσοιντο· καὶ γὰρ δέκα τάλαντα δεδανεῖσθαι αὐτοὺς παρὰ σφῶν εἰς τὴν βοήθειαν.

当方阵厚度加倍之后,他率领保持这种阵形的重装步兵推进至平原,重新将全军展开为九至十面盾牌的纵深。然而曼提尼亚人并未再出城应战;因为与他们一同出征的伊利斯人劝他们切勿交战,直至底比斯人赶到;他们声称确信底比斯人定会赶来,因为底比斯人为此次救援已向他们借了十塔兰同。

§6.5.20

οἱ μὲν δὴ Ἀρκάδες ταῦτα ἀκούσαντες ἡσυχίαν εἶχον ἐν τῇ Μαντινείᾳ· ὁ δʼ Ἀγησίλαος καὶ μάλα βουλόμενος ἀπάγειν τὸ στράτευμα, καὶ γὰρ ἦν μέσος χειμών, ὅμως ἐκεῖ κατέμεινε τρεῖς ἡμέρας, οὐ πολὺ ἀπέχων τῆς Μαντινέων πόλεως, ὅπως μὴ δοκοίη φοβούμενος σπεύδειν τὴν ἄφοδον. τῇ δὲ τετάρτῃ πρῲ ἀριστοποιησάμενος ἀπῆγεν ὡς στρατοπεδευσόμενος ἔνθαπερ τὸ πρῶτον ἀπὸ τῆς Εὐταίας ἐξώρμητο.

阿卡迪亚人听闻此言,便留在曼提尼亚不动。阿格西劳斯虽然极欲撤军——因为当时正值隆冬——然而仍在距曼提尼亚城不远处停留了三天,以免显得因畏惧而仓促撤退。第四天清晨早膳后,他率军撤离,佯装要在最初自尤泰亚进发所至之处扎营。

§6.5.21

ἐπεὶ δὲ οὐδεὶς ἐφαίνετο τῶν Ἀρκάδων, ἦγε τὴν ταχίστην εἰς τὴν Εὔταιαν, καίπερ μάλα ὀψίζων, βουλόμενος ἀπαγαγεῖν τοὺς ὁπλίτας πρὶν καὶ τὰ πυρὰ τῶν πολεμίων ἰδεῖν, ἵνα μή τις εἴποι ὡς φεύγων ἀπαγάγοι. ἐκ γὰρ τῆς πρόσθεν ἀθυμίας ἐδόκει τι ἀνειληφέναι τὴν πόλιν,3 ὅτι καὶ ἐνεβεβλήκει εἰς τὴν Ἀρκαδίαν καὶ δῃοῦντι τὴν χώραν οὐδεὶς ἠθελήκει μάχεσθαι. ἐπεὶ δʼ ἐν τῇ Λακωνικῇ ἐγένετο, τοὺς μὲν Σπαρτιάτας ἀπέλυσεν οἴκαδε, τοὺς δὲ περιοίκους ἀφῆκεν ἐπὶ τὰς ἑαυτῶν πόλεις.

由于未见任何阿卡迪亚人的踪影,阿格西劳斯尽管天色已极晚,仍火速奔向尤泰亚,意在甚至在见到敌人的篝火之前撤走重装步兵,以免有人说是他在溃逃中撤军。因为城邦似乎已从先前的沮丧中稍获复苏,毕竟他已攻入阿卡迪亚,且在他蹂躏田野之际无人敢于应战。当进入拉科尼亚境内后,他解散了斯巴达本部公民各回其家,并遣散珀里埃客各归其城。

§6.5.22

οἱ δὲ Ἀρκάδες, ἐπεὶ ὁ Ἀγησίλαος ἀπεληλύθει καὶ ᾔσθοντο διαλελυμένον αὐτῷ τὸ στράτευμα, αὐτοὶ δὲ ἡθροισμένοι ἐτύγχανον, στρατεύουσιν ἐπὶ τοὺς Ἡραιᾶς, ὅτι τε οὐκ ἤθελον τοῦ Ἀρκαδικοῦ μετέχειν καὶ ὅτι συνεισεβεβλήκεσαν εἰς τὴν Ἀρκαδίαν μετὰ τῶν Λακεδαιμονίων. ἐμβαλόντες δʼ ἐνεπίμπρων τε τὰς οἰκίας καὶ ἔκοπτον τὰ δένδρα. ἐπεὶ δὲ οἱ Θηβαῖοι βεβοηθηκότες παρεῖναι ἐλέγοντο εἰς τὴν Μαντίνειαν, οὕτως ἀπαλλάττονται ἐκ τῆς Ἡραίας καὶ συμμιγνύουσι τοῖς Θηβαίοις.

阿卡迪亚人得知阿格西劳斯已经撤走且其军队已解散,而他们自己恰好聚集在一起,便出兵攻打赫赖亚人,既因后者不愿加入阿卡迪亚同盟,又因他们曾与拉刻代蒙人一同入侵阿卡迪亚。阿卡迪亚人攻入其境,焚烧房屋,砍伐树木。但当获悉底比斯人已作为援军抵达曼提尼亚时,他们便撤离赫赖亚领地,前去与底比斯人会合。

§6.5.23

ὡς δὲ ὁμοῦ ἐγένοντο, οἱ μὲν Θηβαῖοι καλῶς σφίσιν ᾤοντο ἔχειν, ἐπεὶ ἐβεβοηθήκεσαν μέν, πολέμιον δὲ οὐδένα ἔτι ἑώρων ἐν τῇ χώρᾳ, καὶ ἀπιέναι παρεσκευάζοντο· οἱ δὲ Ἀρκάδες καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι ἔπειθον αὐτοὺς ἡγεῖσθαι ὡς τάχιστα εἰς τὴν Λακωνικήν, ἐπιδεικνύοντες μὲν τὸ ἑαυτῶν πλῆθος, ὑπερεπαινοῦντες δὲ τὸ τῶν Θηβαίων στράτευμα. καὶ γὰρ οἱ μὲν Βοιωτοὶ ἐγυμνάζοντο πάντες περὶ τὰ ὅπλα, ἀγαλλόμενοι τῇ ἐν Λεύκτροις νίκῃ· ἠκολούθουν δʼ αὐτοῖς καὶ Φωκεῖς ὑπήκοοι γεγενημένοι καὶ Εὐβοεῖς ἀπὸ πασῶν τῶν πόλεων καὶ Λοκροὶ ἀμφότεροι καὶ Ἀκαρνᾶνες καὶ Ἡρακλεῶται καὶ Μηλιεῖς· ἠκολούθουν δʼ αὐτοῖς καὶ ἐκ Θετταλίας ἱππεῖς τε καὶ πελτασταί. ταῦτα δὴ συνιδόμενοι καὶ τὴν ἐν Λακεδαίμονι ἐρημίαν λέγοντες ἱκέτευον μηδαμῶς ἀποτρέπεσθαι, πρὶν ἐμβαλεῖν εἰς τὴν τῶν Λακεδαιμονίων χώραν.

及至两军会合,底比斯人认为己方任务已成,因为既已完成增援,且境内再无敌踪,遂准备返程。然而阿卡迪亚人、阿尔戈斯人和伊利斯人劝说他们尽快挥师攻入拉科尼亚,既展示己方人数众多,又极力赞赏底比斯军队。事实上,波奥提亚全军皆沉浸在留克特拉胜利的荣耀中勤勉操练武器;追随他们的还有已降服的福基斯人、来自优卑亚所有城邦的人、东西两洛克里斯人、阿卡纳尼亚人、赫拉克利亚人以及马利斯人;此外还有来自色萨利的骑兵与轻装步兵。联军目睹这一切,并陈说拉刻代蒙防务空虚,恳求他们无论如何切勿在攻入拉刻代蒙人领土之前回师。

语法注3 条
  1. 6.5.18ἀναστρέψαντας ἐκέλευε τοὺς ἀπʼ οὐρᾶς εἰς δόρυ ὄπισθεν τῆς φάλαγγος ἡγεῖσθαι πρὸς αὐτόν

    军事战术指令。短语 εἰς δόρυ(朝向长矛之侧)是古希腊军事术语,意指“向右转/右回转”(右手持矛;相对地,向左转为 ἐπʼ ἀσπίδα)。ἐκέλευε 统辖宾语兼不定式主语 τοὺς ἀπʼ οὐρᾶς 及修饰它的分词 ἀναστρέψαντας:阿格西劳斯命令后尾的士兵向右后方反转,从方阵后方行进到前方的自己身边,以此加厚阵列纵深。

  2. 6.5.19ἐπʼ ἐννέα ἢ δέκα τὸ στράτευμα ἀσπίδων

    使用 ἐπί 接属格表示军队队形纵深的方式。ἀσπίδων(盾牌)与数词 ἐννέα ἢ δέκα 结合,意为“九至十面盾牌的深度/纵深”。此处出现了名词 τὸ στράτευμα 嵌入介词短语内部的超步法(hyperbaton)。

  3. 6.5.21ἐδόκει τι ἀνειληφέναι τὴν πόλιν

    无人称动词 ἐδόκει(似乎/被认为)后接“宾格加不定式”结构。名词 τὴν πόλιν(城邦,即斯巴达)作完成时不定式 ἀνειληφέναι(恢复、振作)的主语,中性宾格代词 τι 用作副词修饰不定式(“略微、多少”),整句意为“城邦似乎多少恢复了元气”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.17-6.5.23