- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.38-6.5.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗利乌斯使节普罗克勒斯在雅典民会上进言,指出斯巴达的覆灭将使雅典首当其冲面对底比斯的霸权,并以斯巴达昔日的功绩及其盟友的忠诚竭力劝说雅典出兵相救。
ἐπὶ δὲ τούτῳ ἀνέστη Προκλῆς Φλειάσιος καὶ εἶπεν· ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐκποδὼν γένοιντο Λακεδαιμόνιοι, ἐπὶ πρώτους ἂν ὑμᾶς στρατεύσαιεν οἱ Θηβαῖοι, πᾶσιν οἶμαι τοῦτο δῆλον εἶναι· τῶν γὰρ ἄλλων μόνους ἂν ὑμᾶς οἴονται ἐμποδὼν γενέσθαι τοῦ ἄρξαι αὐτοὺς τῶν Ἑλλήνων.1
紧接着他,弗利乌斯人普罗克勒斯站起来说道:“雅典的诸位,我想对所有人而言都很清楚:倘若拉刻代蒙人被除掉,底比斯人首先出兵进攻的必将是你们;因为他们认为,在其余人当中,唯有你们能够阻碍他们统治希腊人。
εἰ δʼ οὕτως ἔχει, ἐγὼ μὲν οὐδὲν μᾶλλον Λακεδαιμονίοις ἂν ὑμᾶς ἡγοῦμαι στρατεύσαντας βοηθῆσαι ἢ καὶ ὑμῖν αὐτοῖς. τὸ γὰρ δυσμενεῖς ὄντας ὑμῖν Θηβαίους καὶ ὁμόρους οἰκοῦντας ἡγεμόνας γενέσθαι τῶν Ἑλλήνων πολὺ οἶμαι χαλεπώτερον ἂν ὑμῖν φανῆναι ἢ ὁπότε πόρρω τοὺς ἀντιπάλους εἴχετε. συμφορώτερόν γε μεντἂν ὑμῖν αὐτοῖς βοηθήσαιτε ἐν ᾧ ἔτι εἰσὶν οἳ συμμαχοῖεν ἂν2 ἢ εἰ ἀπολομένων αὐτῶν μόνοι ἀναγκάζοισθε διαμάχεσθαι πρὸς τοὺς Θηβαίους.
既然情况如此,我认为你们出兵相助,与其说是帮助拉刻代蒙人,倒不如说是帮助你们自己。因为我想,底比斯人本就对你们怀有敌意,且与你们接壤而居,他们若成为希腊人的盟主,在你们看来必将比你们的对手远在天边时要难受得多。趁着还有能够作为同盟与你们并肩作战的人时来援助你们自己,比起在他们灭亡之后你们被迫独自与底比斯人决一死战,显然要有利得多。
εἰ δέ τινες φοβοῦνται μὴ ἐὰν νῦν ἀναφύγωσιν οἱ Λακεδαιμόνιοι, ἔτι ποτὲ πράγματα παρέχωσιν ὑμῖν, ἐνθυμήθητε ὅτι οὐχ οὓς ἂν εὖ ἀλλʼ οὓς ἂν κακῶς τις ποιῇ φοβεῖσθαι δεῖ μή ποτε μέγα δυνασθῶσιν. ἐνθυμεῖσθαι δὲ καὶ τάδε χρή, ὅτι κτᾶσθαι μέν τι ἀγαθὸν καὶ ἰδιώταις καὶ πόλεσι προσήκει, ὅταν ἐρρωμενέστατοι ὦσιν, ἵνα ἔχωσιν, ἐάν ποτʼ ἀδύνατοι γένωνται, ἐπικουρίαν τῶν προπεπονημένων.
如果有人担心拉刻代蒙人如今若逃脱危机,日后何时还会给你们制造麻烦,那么请想一想:人们应当提防的不是那些受自己善待之人,而是那些受自己虐待之人,以免他们日后得势。还应当考虑这一点:无论是私人还是城邦,都应当在自己最强盛的时候积累下善行,以便日后一旦变得衰弱时,能够从过去的劳绩中获得回报与救助。
ὑμῖν δὲ νῦν ἐκ θεῶν τινος καιρὸς παραγεγένηται, ἐὰν δεομένοις βοηθήσητε Λακεδαιμονίοις, κτήσασθαι τούτους εἰς τὸν ἅπαντα χρόνον φίλους ἀπροφασίστους. καὶ γὰρ δὴ οὐκ ἐπʼ ὀλίγων μοι δοκοῦσι μαρτύρων νῦν ἂν εὖ παθεῖν ὑφʼ ὑμῶν· ἀλλʼ εἴσονται μὲν ταῦτα θεοὶ οἱ πάντα ὁρῶντες καὶ νῦν καὶ εἰς ἀεί, συνεπίστανται δὲ τὰ γιγνόμενα οἵ τε σύμμαχοι καὶ οἱ πολέμιοι, πρὸς δὲ τούτοις καὶ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι· οὐδενὶ γὰρ τούτων ἀμελές.
如今,诸神中的某位赐予了你们一个良机:如果在拉刻代蒙人危难时施以援手,你们就能将他们赢得为永世无可推卸的忠实朋友。因为在我看来,他们如今绝非在少数见证人面前蒙受你们的恩惠;无论现在还是永远洞察一切的诸神必将知晓此事,盟友与敌军共同见证着正在发生的一切,除此以外,全体希腊人与蛮族亦复如是;因为对此事无一人漫不关心。
ὥστε εἰ κακοὶ φανείησαν περὶ ὑμᾶς, τίς ἄν ποτε ἔτι πρόθυμος εἰς αὐτοὺς γένοιτο; ἐλπίζειν δὲ χρὴ ὡς ἄνδρας ἀγαθοὺς μᾶλλον ἢ κακοὺς αὐτοὺς γενήσεσθαι· εἰ γάρ τινες ἄλλοι, καὶ οὗτοι δοκοῦσι διατετελεκέναι ἐπαίνου μὲν ὀρεγόμενοι, αἰσχρῶν δὲ ἔργων ἀπεχόμενοι.
因此,如果他们日后对你们显得忘恩负义,今后还有谁会再愿意为他们效力呢?然而应当抱有希望的是,他们必将表现为善良之人而非卑劣之徒;因为若有任何人如此,这些人也正是被公认为始终渴望博得赞誉而远离可耻行径的。
πρὸς δὲ τούτοις ἐνθυμήθητε καὶ τάδε. εἴ ποτε πάλιν ἔλθοι τῇ Ἑλλάδι κίνδυνος ὑπὸ βαρβάρων, τίσιν ἂν μᾶλλον πιστεύσαιτε ἢ Λακεδαιμονίοις; τίνας δὲ ἂν παραστάτας ἥδιον τούτων ποιήσαισθε, ὧν γε καὶ οἱ ταχθέντες ἐν Θερμοπύλαις ἅπαντες εἵλοντο μαχόμενοι ἀποθανεῖν μᾶλλον ἢ ζῶντες ἐπεισφρέσθαι τὸν βάρβαρον τῇ Ἑλλάδι; πῶς οὖν οὐ δίκαιον ὧν τε ἕνεκα ἐγένοντο ἄνδρες ἀγαθοὶ μεθʼ ὑμῶν καὶ ὧν ἐλπὶς καὶ αὖθις γενέσθαι3 πᾶσαν προθυμίαν εἰς αὐτοὺς καὶ ὑμᾶς καὶ ἡμᾶς παρέχεσθαι;
除此以外,也请想一想这一点:倘若希腊再度遭遇来自蛮族的危难,你们能比拉刻代蒙人更加信任谁呢?比起这些人,你们又更乐意将谁作为并肩作战的战友呢?他们当中就连驻守在温泉关的人,也全体宁可战死,也不愿活着让蛮族踏入希腊。既然如此,为了他们曾与你们一同成为勇士的缘由,也为了期望他们再次如此,你们与我们向他们展现出全部的热忱,难道不正是合乎正义的吗?
ἄξιον δὲ καὶ τῶν παρόντων συμμάχων αὐτοῖς ἕνεκα προθυμίαν ἐνδείξασθαι. εὖ γὰρ ἴστε ὅτι οἵπερ τούτοις πιστοὶ διαμένουσιν ἐν ταῖς συμφοραῖς, οὗτοι καὶ ὑμῖν αἰσχύνοιντʼ ἂν μὴ ἀποδιδόντες χάριτας. εἰ δὲ μικραὶ δοκοῦμεν πόλεις εἶναι αἱ τοῦ κινδύνου μετέχειν αὐτοῖς ἐθέλουσαι, ἐνθυμήθητε ὅτι ἐὰν ἡ ὑμετέρα πόλις προσγένηται, οὐκέτι μικραὶ πόλεις ἐσόμεθα αἱ βοηθοῦσαι αὐτοῖς.
为了此刻陪伴在他们身边的盟友,展现热忱也是值得的。因为请确信,凡在逆境中依然对他们坚守忠诚的人,面对你们也会耻于不知感恩图报。如果我们这些愿意与他们共患难的城邦看似弱小,请想一想,一旦贵城邦加入进来,我们这些援助他们的城邦就绝不再是弱小者了。
ἐγὼ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πρόσθεν μὲν ἀκούων ἐζήλουν τήνδε τὴν πόλιν ὅτι πάντας καὶ τοὺς ἀδικουμένους καὶ τοὺς φοβουμένους ἐνθάδε καταφεύγοντας ἐπικουρίας ἤκουον τυγχάνειν· νῦν δʼ οὐκέτʼ ἀκούω, ἀλλʼ αὐτὸς ἤδη παρὼν ὁρῶ Λακεδαιμονίους τε τοὺς ὀνομαστοτάτους καὶ μετʼ αὐτῶν τοὺς πιστοτάτους φίλους αὐτῶν πρὸς ὑμᾶς τε ἥκοντας καὶ δεομένους αὖ ὑμῶν ἐπικουρῆσαι.
而就我个人而言,雅典的诸位,从前我风闻贵邦的美名便深为艳羡,因为我听说凡遭受不义之人与心怀恐惧之人逃难至此,都能获得援助;而如今我不再只是耳闻,而是亲临此地,亲眼目睹最为赫赫有名的拉刻代蒙人以及随同他们的最忠实的友人来到你们这里,恳求你们施以救援。”
- 6.5.38τοῦ ἄρξαι αὐτοὺς τῶν Ἑλλήνων
跟在动词短语 ἐμποδὼν γενέσθαι(妨碍、阻挡)之后的带冠词不定式属格,表示阻碍或分离。宾格代词 αὐτούς 作不定式 ἄρξαι 的逻辑主语,属格 τῶν Ἑλλήνων 则是 ἄρξαι 所支配的对象。
- 6.5.39ἐν ᾧ ἔτι εἰσὶν οἳ συμμαχοῖεν ἄν
短语 ἐν ᾧ 起连词作用,意为“在……之际”、“趁着……的时候”。关系从句中的 οἳ συμμαχοῖεν ἄν 由关系代词加潜在希求法(ἄν + 希求法)构成,表示“能够作为盟友并肩作战的人”。
- 6.5.43ὧν τε ἕνεκα ἐγένοντο ἄνδρες ἀγαθοὶ μεθʼ ὑμῶν καὶ ὧν ἐλπὶς καὶ αὖθις γενέσθαι
两个由 καί 连接的关系从句皆受 ἕνεκα 支配。第一个从句中的 ὧν 融合了先行词(τούτων),作 ἕνεκα 的属格补足语;第二个从句中的 ὧν 或是受属格吸引(attractio),或是充当名词 ἐλπίς 的宾格性属格,其前承前省略了介词 ἕνεκα,整体表“因……之故”。
