← 色诺芬

希腊史

§6.5.31-6.5.37

联军转攻吉特翁与斯巴达向雅典求援

斯巴达人设伏击退侵略军先头部队,随后联军转兵进攻吉特翁;与此同时在雅典,公民大会商议是否出兵救援斯巴达,科林斯使节克莱特勒斯的发言赢得了广泛支持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.31

οἱ δὲ τῶν Λακεδαιμονίων ἱππεῖς, μάλα ὀλίγοι φαινόμενοι, ἀντιτεταγμένοι αὐτοῖς ἦσαν. ἐνέδραν δὲ ποιήσαντες ὁπλιτῶν τῶν νεωτέρων ὅσον τριακοσίων ἐν τῇ τῶν Τυνδαριδῶν, ἅμα οὗτοι μὲν ἐξέθεον, οἱ δʼ ἱππεῖς ἤλαυνον. οἱ δὲ πολέμιοι οὐκ ἐδέξαντο, ἀλλʼ ἐνέκλιναν. ἰδόντες δὲ ταῦτα πολλοὶ καὶ τῶν πεζῶν εἰς φυγὴν ὥρμησαν. ἐπεὶ μέντοι οἵ τε διώκοντες ἐπαύσαντο καὶ τὸ τῶν Θηβαίων στράτευμα ἔμενε, πάλιν δὴ κατεστρατοπεδεύσαντο.

另一方面,拉刻代蒙骑兵虽然看似极少,却已在他们对面列阵。斯巴达人将约三百名年轻的重装步兵埋伏在廷达瑞代圣所中,这些人突然杀出,与此同时骑兵也发起冲锋。敌军未能招架,转身溃退。步兵见此情景,许多人也跟着逃跑。然而,当追击者停下脚步,且底比斯主力军队坚守阵地时,敌军便重新扎下了营寨。

§6.5.32

καὶ τὸ μὲν μὴ πρὸς τὴν πόλιν προσβαλεῖν ἂν ἔτι αὐτοὺς ἤδη τι ἐδόκει θαρραλεώτερον εἶναι·1 ἐκεῖθεν μέντοι ἀπᾶραν τὸ στράτευμα ἐπορεύετο τὴν ἐφʼ Ἕλος καὶ Γύθειον. καὶ τὰς μὲν ἀτειχίστους τῶν πόλεων ἐνεπίμπρασαν, Γυθείῳ δέ, ἔνθα τὰ νεώρια τοῖς Λακεδαιμονίοις ἦν, καὶ προσέβαλλον τρεῖς ἡμέρας. ἦσαν δέ τινες τῶν περιοίκων οἳ καὶ ἐπέθεντο καὶ συνεστρατεύοντο τοῖς μετὰ Θηβαίων.

而敌军不再攻打城邦的前景,已经让人觉得稍感安心;然而,军队从该处拔营后,便沿着通往赫洛斯和吉特翁的道路行进。他们焚烧了未筑城墙的城镇,并且对拥有拉刻代蒙人造船厂的吉特翁连续猛攻了三天。若干珀里埃客甚至加入攻势,与底比斯联军一同出征。

§6.5.33

ἀκούοντες δὲ ταῦτα οἱ Ἀθηναῖοι ἐν φροντίδι ἦσαν ὅτι χρὴ ποιεῖν περὶ Λακεδαιμονίων, καὶ ἐκκλησίαν ἐποίησαν κατὰ δόγμα βουλῆς. ἔτυχον δὲ παρόντες πρέσβεις Λακεδαιμονίων τε καὶ τῶν ἔτι ὑπολοίπων συμμάχων αὐτοῖς. ὅθεν δὴ οἱ Λακεδαιμόνιοι Ἄρακος καὶ Ὤκυλλος καὶ Φάραξ καὶ Ἐτυμοκλῆς καὶ Ὀλονθεὺς σχεδὸν πάντες παραπλήσια ἔλεγον. ἀνεμίμνῃσκόν τε γὰρ τοὺς Ἀθηναίους ὡς ἀεί ποτε ἀλλήλοις ἐν τοῖς μεγίστοις καιροῖς παρίσταντο ἐπʼ ἀγαθοῖς· αὐτοί τε γὰρ ἔφασαν τοὺς τυράννους συνεκβαλεῖν Ἀθήνηθεν, καὶ Ἀθηναίους, ὅτε αὐτοὶ ἐπολιορκοῦντο ὑπὸ Μεσσηνίων, προθύμως βοηθεῖν.

雅典人听闻这些消息,为关于拉刻代蒙人应当怎么做而忧心忡忡,遂依议事会的决议召开了公民大会。恰逢拉刻代蒙人以及他们仅存盟友的使者在场。于是拉刻代蒙使者阿拉库斯、奥库罗斯、法拉克司、厄堤摩克勒斯和奥隆透斯等人几乎都说了类似的话。他们提醒雅典人,双方在最重大的危机时刻始终为了共同利益而互为后盾;因为他们说,他们自己曾协助将僭主逐出雅典,而当斯巴达人被美塞尼亚人围困时,雅典人也曾热情地赶来援助。

§6.5.34

ἔλεγον δὲ καὶ ὅσʼ ἀγαθὰ εἴη, ὅτε κοινῶς ἀμφότεροι ἔπραττον, ὑπομιμνῄσκοντες μὲν ὡς τὸν βάρβαρον κοινῇ ἀπεμαχέσαντο, ἀναμιμνῄσκοντες δὲ ὡς Ἀθηναῖοί τε ὑπὸ τῶν Ἑλλήνων ᾑρέθησαν ἡγεμόνες τοῦ ναυτικοῦ καὶ τῶν κοινῶν χρημάτων φύλακες, τῶν Λακεδαιμονίων ταῦτα συμβουλομένων, αὐτοί τε κατὰ γῆν ὁμολογουμένως ὑφʼ ἁπάντων τῶν Ἑλλήνων ἡγεμόνες προκριθείησαν, συμβουλομένων αὖ ταῦτα τῶν Ἀθηναίων.

他们还谈到双方共同行动时所带来的诸般益处,提醒雅典人双方曾携手击退蛮族,又使他们回想起雅典人是在拉刻代蒙人也赞同此事的情况下被希腊人选为海军统帅和共同金库的守护者,而拉刻代蒙人自己经由全体希腊人一致同意被推戴为陆上统帅,也是在雅典人反过来赞同此事的情况下。

§6.5.35

εἷς δὲ αὐτῶν καὶ ὧδέ πως εἶπεν· ἐὰν δὲ ὑμεῖς καὶ ἡμεῖς, ὦ ἄνδρες, ὁμονοήσωμεν, νῦν ἐλπὶς τὸ πάλαι λεγόμενον δεκατευθῆναι Θηβαίους.2 οἱ μέντοι Ἀθηναῖοι οὐ πάνυ ἐδέξαντο, ἀλλὰ θροῦς τις τοιοῦτος διῆλθεν ὡς νῦν ταῦτα λέγοιεν, ὅτε δὲ εὖ ἔπραττον, ἐπέκειντο ἡμῖν. μέγιστον δὲ τῶν λεχθέντων παρὰ Λακεδαιμονίων ἐδόκει εἶναι ὅτι ἡνίκα κατεπολέμησαν αὐτούς, Θηβαίων βουλομένων ἀναστάτους ποιῆσαι τὰς Ἀθήνας, σφίσιν ἐμποδὼν γένοιντο.

他们中有一人甚至这样说道:“诸位,如果你们与我们同心同德,那么如今大有希望实现古时的说法,将底比斯人献纳十一税。”然而雅典人并未欣然接受,反而有一阵议论声传开,说他们如今才说这种话,而在他们得势时却对我们横加逼迫。不过在拉刻代蒙人所言之中,被认为最具分量的一点是:当初他们打败雅典人、而底比斯人企图将雅典彻底毁灭时,是他们出面阻止了底比斯人。

§6.5.36

ὁ δὲ πλεῖστος ἦν λόγος ὡς κατὰ τοὺς ὅρκους βοηθεῖν δέοι· οὐ γὰρ ἀδικησάντων σφῶν ἐπιστρατεύοιεν οἱ Ἀρκάδες καὶ οἱ μετʼ αὐτῶν τοῖς Λακεδαιμονίοις, ἀλλὰ βοηθησάντων τοῖς Τεγεάταις, ὅτι οἱ Μαντινεῖς παρὰ τοὺς ὅρκους ἐπεστράτευσαν αὐτοῖς. διέθει οὖν καὶ κατὰ τούτους τοὺς λόγους θόρυβος ἐν τῇ ἐκκλησίᾳ· οἱ μὲν γὰρ δικαίως τοὺς Μαντινέας ἔφασαν βοηθῆσαι τοῖς περὶ Πρόξενον ἀποθανοῦσιν ὑπὸ τῶν περὶ τὸν Στάσιππον, οἱ δὲ ἀδικεῖν, ὅτι ὅπλα ἐπήνεγκαν Τεγεάταις.

而最多的论调则是应当依照誓约进行援助;因为阿卡迪亚人及其同盟并非因为拉刻代蒙人犯下不义而对其进军,而是因为当曼提尼亚人违背誓约进攻特盖亚人时,拉刻代蒙人援助了特盖亚人。因此,围绕这些言论在公民大会上也引发了喧哗;有人认为曼提尼亚人援助被斯塔西普斯一派杀害的普罗克塞诺斯一派是合乎正义的,另一些人则认为他们向特盖亚人动武是不义之举。

§6.5.37

τούτων δὲ διοριζομένων ὑπʼ αὐτῆς τῆς ἐκκλησίας, ἀνέστη Κλειτέλης Κορίνθιος καὶ εἶπε τάδε· ἀλλὰ ταῦτα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ἴσως ἀντιλέγεται, τίνες ἦσαν οἱ ἄρξαντες ἀδικεῖν· ἡμῶν δέ, ἐπεὶ εἰρήνη ἐγένετο, ἔχει τις κατηγορῆσαι ἢ ὡς ἐπὶ πόλιν τινὰ ἐστρατεύσαμεν ἢ ὡς χρήματά τινων ἐλάβομεν ἢ ὡς γῆν ἀλλοτρίαν ἐδῃώσαμεν; ἀλλʼ ὅμως οἱ Θηβαῖοι εἰς τὴν χώραν ἡμῶν ἐλθόντες καὶ δένδρα ἐκκεκόφασι καὶ οἰκίας κατακεκαύκασι καὶ χρήματα καὶ πρόβατα διηρπάκασι. πῶς οὖν, ἐὰν μὴ βοηθῆτε οὕτω περιφανῶς ἡμῖν ἀδικουμένοις, οὐ παρὰ τοὺς ὅρκους ποιήσετε; καὶ ταῦτα ὧν αὐτοὶ ἐπεμελήθητε ὅρκων3 ὅπως πᾶσιν ὑμῖν πάντες ἡμεῖς ὀμόσαιμεν; ἐνταῦθα μέντοι οἱ Ἀθηναῖοι ἐπεθορύβησαν ὡς ὀρθῶς τε καὶ δίκαια εἰρηκότος τοῦ Κλειτέλους.

当大会本身对此争论不休时,科林斯人克莱特勒斯站起来说了如下这番话:“雅典的诸位,关于究竟是谁首先行不义,这或许尚有争论;但就我们而言,自媾和以来,有人能指控我们曾向哪座城邦出兵,或者夺取了谁的财物,抑或蹂躏了他人的土地吗?然而底比斯人进入我们的国土,砍伐树木,焚毁房屋,抢掠财物和牲畜。既然如此,如果我们遭受如此昭彰的不义而你们却不施援手,岂不是违背誓约吗?更何况这些誓约正是你们亲自操办、要求我们所有人向你们所有人宣誓立下的呢?”听到这里,雅典人齐声喧呼赞同,认为克莱特勒斯所言既准确又合乎正义。

语法注3 条
  1. 6.5.32τὸ μὲν μὴ πρὸς τὴν πόλιν προσβαλεῖν ἂν ἔτι αὐτοὺς ἤδη τι ἐδόκει θαρραλεώτερον εἶναι

    冠词引导的不定式短语“τὸ ... προσβαλεῖν ἄν”作句子的主语从句,搭配表潜在或推测的ἄν,意为“他们不再攻打城邦的前景/可能性”;对格代词“αὐτούς”(指侵略军)为不定式的逻辑主语。谓语部分“ἤδη τι ἐδόκει θαρραλεώτερον εἶναι”中,中性比较级“θαρραλεώτερον”与副词性对格“τι”连用,表示这一态势“(对守城方而言)显得已经多少令人感到宽慰或振奋”。

  2. 6.5.35τὸ πάλαι λεγόμενον δεκατευθῆναι Θηβαίους

    名词短语“τὸ πάλαι λεγόμενον”与后附的不定式从句“δεκατευθῆναι Θηβαίους”构成同位语,或作修饰全句的副词性对格,意为“古时的俗谚,即底比斯人当被献纳十一税”。这一俗语典出希波战争时期希腊联军针对投降波斯的底比斯人所立下的誓约(战后将其财产与土地的十分之一奉献给德尔斐阿波罗神)。

  3. 6.5.37καὶ ταῦτα ὧν αὐτοὶ ἐπεμελήθητε ὅρκων

    惯用成语“καὶ ταῦτα”(意为“而且是在……的情况下”、“尤其是”)后接先行词被吸收并入关系从句的结构。补足前句的“παρὰ τοὺς ὅρκους”后,正常句法顺序为“καὶ ταῦτα (παρὰ) τοὺς ὅρκους, ὧν αὐτοὶ ἐπεμελήθητε ὅπως...”,动词“ἐπεμελήθητε”支配属格关系代词“ὧν”,并入从句的先行词随之同化为属格“ὅρκων”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.31-6.5.37