- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.24-6.5.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
底比斯人起初因拉科尼亚地势险要且有守军驻防而对入侵犹豫不决,但在当地内应的劝说下与阿卡迪亚人分路攻入境内。在阿卡迪亚军歼灭奥昂守军后,联军合兵沿埃夫罗塔斯河一路焚掠逼近斯巴达,斯巴达当局则通过武装黑劳士并依托赶来的盟军严阵以待。
οἱ δὲ Θηβαῖοι ἤκουον μὲν ταῦτα, ἀντελογίζοντο δὲ ὅτι δυσεμβολωτάτη μὲν ἡ Λακωνικὴ ἐλέγετο εἶναι, φρουρὰς δὲ καθεστάναι ἐνόμιζον ἐπὶ τοῖς εὐπροσοδωτάτοις. καὶ γὰρ ἦν Ἰσχόλαος μὲν ἐν Οἰῷ τῆς Σκιρίτιδος, ἔχων νεοδαμώδεις τε φρουροὺς καὶ τῶν Τεγεατῶν φυγάδων τοὺς νεωτάτους περὶ τετρακοσίους· ἦν δὲ καὶ ἐπὶ Λεύκτρῳ ὑπὲρ τῆς Μαλεάτιδος ἄλλη φρουρά. ἐλογίζοντο δὲ καὶ τοῦτο οἱ Θηβαῖοι, ὡς καὶ συνελθοῦσαν ἂν ταχέως τὴν τῶν Λακεδαιμονίων δύναμιν καὶ μάχεσθαι ἂν αὐτοὺς οὐδαμοῦ ἄμεινον ἢ ἐν τῇ ἑαυτῶν.1 ἃ δὴ πάντα λογιζόμενοι οὐ πάνυ προπετεῖς ἦσαν εἰς τὸ ἰέναι εἰς τὴν Λακεδαίμονα.
底比斯人虽然听取了这些建议,但另一方面考虑到拉科尼亚据说极难攻入,且他们认为在最易进入的通道上都驻有守军。事实上,伊斯克劳斯正驻守在斯基里提斯的奥昂,率领由新释奴组成的卫队以及特盖亚流亡者中最年轻的约四百人;在玛勒阿提斯上方的留克特隆还有另一支守军。底比斯人还考虑到,拉刻代蒙人的兵力会迅速集结,而且他们在任何地方作战都不如在自己的乡土上英勇。权衡了所有这些因素后,他们对进军拉刻代蒙毫无迫切之意。
ἐπεὶ μέντοι ἧκον ἔκ τε Καρυῶν λέγοντες τὴν ἐρημίαν καὶ ὑπισχνούμενοι αὐτοὶ ἡγήσεσθαι, καὶ κελεύοντες, ἄν τι ἐξαπατῶντες φαίνωνται, ἀποσφάττειν σφᾶς, παρῆσαν δέ τινες καὶ τῶν περιοίκων ἐπικαλούμενοι καὶ φάσκοντες ἀποστήσεσθαι, εἰ μόνον φανείησαν εἰς τὴν χώραν, ἔλεγον δὲ ὡς καὶ νῦν καλούμενοι οἱ περίοικοι ὑπὸ τῶν Σπαρτιατῶν οὐκ ἐθέλοιεν βοηθεῖν· πάντα οὖν ταῦτα ἀκούοντες καὶ παρὰ πάντων οἱ Θηβαῖοι ἐπείσθησαν, καὶ αὐτοὶ μὲν κατὰ Καρύας ἐνέβαλον, οἱ δὲ Ἀρκάδες κατὰ Οἰὸν τῆς Σκιρίτιδος.
然而,当有人自卡律埃赶来报告该地空虚,并承诺亲自引路,甚至要求底比斯人若发现他们有丝毫欺诈便可将他们斩首,且若干珀里埃客也前来求援,声称只要敌军在境内现身他们就会叛变,并说目前珀里埃客虽受斯巴达人征召却拒绝前往增援——底比斯人从各方听闻这所有情况后,遂被说服;他们自己经由卡律埃攻入,而阿卡迪亚人则经由斯基里提斯的奥昂攻入。
καὶ εἰ μὲν ἐπὶ τὰ δύσβατα προελθὼν ὁ Ἰσχόλαος ὑφίστατο, οὐδένα ἂν ταύτῃ γʼ ἔφασαν ἀναβῆναι·2 νῦν δὲ βουλόμενος τοῖς Οἰάταις συμμάχοις χρῆσθαι, ἔμεινεν ἐν τῇ κώμῃ· οἱ δὲ ἀνέβησαν παμπλήθεις Ἀρκάδες. ἐνταῦθα δὴ ἀντιπρόσωποι μὲν μαχόμενοι οἱ περὶ τὸν Ἰσχόλαον ἐπεκράτουν· ἐπεὶ δὲ καὶ ὄπισθεν καὶ ἐκ πλαγίου καὶ ἀπὸ τῶν οἰκιῶν ἀναβαίνοντες ἔπαιον καὶ ἔβαλλον αὐτούς, ἐνταῦθα ὅ τε Ἰσχόλαος ἀποθνῄσκει καὶ οἱ ἄλλοι πάντες, εἰ μή τις ἀμφιγνοηθεὶς διέφυγε.
倘若伊斯克劳斯当时推进到险阻之地进行抵抗,人们都说绝不可能有人能从那条路登上高地;但他当时因希望利用奥昂人作为同盟,便留在了村庄里;而阿卡迪亚人则以排山倒海之势蜂拥而上。在那里,只要是正面交锋,伊斯克劳斯及其部下便占据上风;但当敌人从后方、从侧翼,并爬上房屋从上方打击和投掷石块袭击他们时,伊斯克劳斯便阵亡了,其余所有人也同遭覆没,除非有人在混乱中未被认出得以逃脱。
διαπραξάμενοι δὲ ταῦτα οἱ Ἀρκάδες ἐπορεύοντο πρὸς τοὺς Θηβαίους ἐπὶ τὰς Καρύας. οἱ δὲ Θηβαῖοι ἐπεὶ ᾔσθοντο τὰ πεπραγμένα ὑπὸ τῶν Ἀρκάδων, πολὺ δὴ θρασύτερον κατέβαινον. καὶ τὴν μὲν Σελλασίαν εὐθὺς ἔκαον καὶ ἐπόρθουν· ἐπεὶ δὲ ἐν τῷ πεδίῳ ἐγένοντο ἐν τῷ τεμένει τοῦ Ἀπόλλωνος, ἐνταῦθα ἐστρατοπεδεύσαντο· τῇ δʼ ὑστεραίᾳ ἐπορεύοντο. καὶ διὰ μὲν τῆς γεφύρας οὐδʼ ἐπεχείρουν διαβαίνειν ἐπὶ τὴν πόλιν· καὶ γὰρ ἐν τῷ τῆς Ἀλέας ἱερῷ ἐφαίνοντο ἐναντίοι οἱ ὁπλῖται· ἐν δεξιᾷ δʼ ἔχοντες τὸν Εὐρώταν παρῇσαν κάοντες καὶ πορθοῦντες πολλῶν κἀγαθῶν μεστὰς οἰκίας.
阿卡迪亚人办成此事后,便前往卡律埃与底比斯人会合。底比斯人获悉阿卡迪亚人的战果,便以远为大胆的姿态向谷地进军。他们立即焚烧并劫掠了塞拉西亚;及至进入阿波罗圣域所在的平原,便在那里扎营。次日他们继续行军。他们甚至未尝试经由桥梁向城邦渡河,因为重装步兵正显现在阿勒亚神庙处与他们对峙;于是他们让埃夫罗塔斯河保持在右侧,沿着河岸前进,沿途焚烧并洗劫装满诸般财物的房舍。
τῶν δʼ ἐκ τῆς πόλεως αἱ μὲν γυναῖκες οὐδὲ τὸν καπνὸν ὁρῶσαι ἠνείχοντο, ἅτε οὐδέποτε ἰδοῦσαι πολεμίους· οἱ δὲ Σπαρτιᾶται ἀτείχιστον ἔχοντες τὴν πόλιν, ἄλλος ἄλλῃ διαταχθείς, μάλα ὀλίγοι καὶ ὄντες καὶ φαινόμενοι ἐφύλαττον. ἔδοξε δὲ τοῖς τέλεσι καὶ προειπεῖν τοῖς Εἵλωσιν, εἴ τις βούλοιτο ὅπλα λαμβάνειν καὶ εἰς τάξιν τίθεσθαι, τὰ πιστὰ λαμβάνειν ὡς ἐλευθέρους ἐσομένους ὅσοι συμπολεμήσαιεν.3
城中的妇女们由于从未见过敌人,甚至无法忍受看到烟雾的景象;而斯巴达人身处无城墙防护的城中,分散驻守在各处,无论实际上还是在外表上都极为稀少,勉力防守。长官们遂决定向黑劳士宣布,若有人愿意拿起武器并列入阵列,将获得誓约保证凡是一同作战者皆将获得自由。
καὶ τὸ μὲν πρῶτον ἔφασαν ἀπογράψασθαι πλέον ἢ ἑξακισχιλίους, ὥστε φόβον αὖ οὗτοι παρεῖχον συντεταγμένοι καὶ λίαν ἐδόκουν πολλοὶ εἶναι· ἐπεὶ μέντοι ἔμενον μὲν οἱ ἐξ Ὀρχομενοῦ μισθοφόροι, ἐβοήθησαν δὲ τοῖς Λακεδαιμονίοις Φλειάσιοί τε καὶ Κορίνθιοι καὶ Ἐπιδαύριοι καὶ Πελληνεῖς καὶ ἄλλαι δέ τινες τῶν πόλεων, ἤδη καὶ τοὺς ἀπογεγραμμένους ἧττον ὠρρώδουν.
据说起初报名的超过六千人,以致这些人列队后反而引发了恐慌,显得数量过于庞大;然而,当来自奥尔科墨诺斯的雇佣军坚守阵地,且弗利乌斯人、科林斯人、埃皮达鲁斯人、佩勒涅人以及其他若干城邦赶来支援拉刻代蒙人时,人们对那些报名者的畏惧便有所减轻了。
ὡς δὲ προϊὸν τὸ στράτευμα ἐγένετο κατʼ Ἀμύκλας, ταύτῃ διέβαινον τὸν Εὐρώταν. καὶ οἱ μὲν Θηβαῖοι, ὅπου στρατοπεδεύοιντο, εὐθὺς ὧν ἔκοπτον δένδρων κατέβαλλον πρὸ τῶν τάξεων ὡς ἐδύναντο πλεῖστα, καὶ οὕτως ἐφυλάττοντο· οἱ δὲ Ἀρκάδες τούτων τε οὐδὲν ἐποίουν, καταλείποντες δὲ τὰ ὅπλα εἰς ἁρπαγὴν ἐπὶ τὰς οἰκίας ἐτρέποντο. ἐκ τούτου δὴ ἡμέρᾳ τρίτῃ ἢ τετάρτῃ προῆλθον οἱ ἱππεῖς εἰς τὸν ἱππόδρομον εἰς Γαιαόχου κατὰ τάξεις, οἵ τε Θηβαῖοι πάντες καὶ οἱ Ἠλεῖοι καὶ ὅσοι Φωκέων ἢ Θετταλῶν ἢ Λοκρῶν ἱππεῖς παρῆσαν.
当行进中的军队到达阿米克莱附近时,便在该处渡过了埃夫罗塔斯河。底比斯人无论在何处扎营,便立即将砍伐的树木尽可能多地抛在阵前,以此进行戒备;阿卡迪亚人则全然不顾这些,他们留下武器,奔向各家各户大肆劫掠。此后在第三天或第四天,骑兵按队形推进至盖亚奥科斯(波塞冬)圣所的赛马场,包括全体底比斯骑兵、伊利斯骑兵,以及在场的所有福基斯、色萨利或洛克里斯骑兵。
- 6.5.24ὡς καὶ συνελθοῦσαν ἂν ταχέως τὴν τῶν Λακεδαιμονίων δύναμιν καὶ μάχεσθαι ἂν αὐτοὺς οὐδαμοῦ ἄμεινον ἢ ἐν τῇ ἑαυτῶν
由动词 ἐλογίζοντο 引出的间接引语。在连词 ὡς 之后,潜势助词 ἄν 分别与分词 συνελθοῦσαν 以及不定式 μάχεσθαι 搭配使用,其主语均为宾格(τὴν ... δύναμιν 与 αὐτούς),表示对可能情况的推测判断。
- 6.5.26καὶ εἰ μὲν ἐπὶ τὰ δύσβατα προελθὼν ὁ Ἰσχόλαος ὑφίστατο, οὐδένα ἂν ταύτῃ γʼ ἔφασαν ἀναβῆναι
嵌入 ἔφασαν 所引出之间接引语中的过去与事实相反的条件句。条件从句保持 εἰ 搭配未完成过去时直陈式(ὑφίστατο);结果主句在直接引语中本为 οὐδεὶς ἂν ... ἀνέβη(不定过去时直陈式加 ἄν),在此转换为宾格加不定式结构(οὐδένα ἂν ... ἀναβῆναι)。
- 6.5.28τὰ πιστὰ λαμβάνειν ὡς ἐλευθέρους ἐσομένους ὅσοι συμπολεμήσαιεν
依附于非人称动词 ἔδοξε τοῖς τέλεσι,支配不定式 προειπεῖν 与 λαμβάνειν。短语 ὡς ἐλευθέρους ἐσομένους 采用 ὡς 搭配将来时分词宾格,表述向黑劳士作出的誓约承诺内容;关系从句 ὅσοι συμπολεμήσαιεν 中的希求式为间接引语中的斜格希求式,对应于直接引语中的将来直陈式或 ἄν 搭配虚拟式。
