← 色诺芬

希腊史

§6.4.29-6.4.37

伊阿宋遇刺与费拉埃统治更迭

费拉埃的伊阿宋在即将亲自主持皮提亚节前夕遭青年刺杀身亡,其继任者波吕多洛斯、波吕弗隆与亚历山大亦在一连串家族内讧、谋杀与暴政中相继丧命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.29

ἐπιόντων δὲ Πυθίων παρήγγειλε μὲν ταῖς πόλεσι βοῦς καὶ οἶς καὶ αἶγας καὶ ὗς παρασκευάζεσθαι ὡς εἰς τὴν θυσίαν· καὶ ἔφασαν πάνυ μετρίως ἑκάστῃ πόλει ἐπαγγελλομένῳ1 γενέσθαι βοῦς μὲν οὐκ ἐλάττους χιλίων, τὰ δὲ ἄλλα βοσκήματα πλείω ἢ μύρια. ἐκήρυξε δὲ καὶ νικητήριον χρυσοῦν στέφανον ἔσεσθαι, ἥτις τῶν πόλεων βοῦν ἡγεμόνα κάλλιστον τῷ θεῷ θρέψειε.

当皮提亚节临近时,他通令各城邦准备牛、羊、山羊和猪以作献祭之用;据说,尽管他对各城邦的分摊要求极为适度,汇集而来的牛亦不少于一千头,其他牲畜则逾万头。他还宣布,哪座城邦能为神明培育出最健美的头牛,便将获得一顶金冠作为胜利的奖励。

§6.4.30

παρήγγειλε δὲ καὶ ὡς στρατευσομένοις2 εἰς τὸν περὶ τὰ Πύθια χρόνον Θετταλοῖς παρασκευάζεσθαι· διενοεῖτο γάρ, ὡς ἔφασαν, καὶ τὴν πανήγυριν τῷ θεῷ καὶ τοὺς ἀγῶνας αὐτὸς διατιθέναι. περὶ μέντοι τῶν ἱερῶν χρημάτων ὅπως μὲν διενοεῖτο ἔτι καὶ νῦν ἄδηλον· λέγεται δὲ ἐπερομένων τῶν Δελφῶν τί χρὴ ποιεῖν, ἐὰν λαμβάνῃ τῶν τοῦ θεοῦ χρημάτων, ἀποκρίνασθαι τὸν θεὸν ὅτι αὐτῷ μελήσει.

他还下令色萨利人做好准备,一如即将于皮提亚节期间出征;因为据说他打算亲自主持神明的盛典与竞技会。然而关于神圣钱财他有何打算,至今仍不得而知;据传德尔斐人曾求问神谕,若他擅取神明财物当如何应对,神明回答说此事自有神明亲自处置。

§6.4.31

ὁ δʼ οὖν ἀνὴρ τηλικοῦτος ὢν καὶ τοσαῦτα καὶ τοιαῦτα διανοούμενος, ἐξέτασιν πεποιηκὼς καὶ δοκιμασίαν τοῦ Φεραίων ἱππικοῦ, καὶ ἤδη καθήμενος καὶ ἀποκρινόμενος, εἴ τις δεόμενός του προσίοι, ὑπὸ νεανίσκων ἑπτὰ προσελθόντων ὡς διαφερομένων τι ἀλλήλοις ἀποσφάττεται καὶ κατακόπτεται.

就是这样一位位高权重、怀揣如此诸多且宏伟图谋的人物,在对费拉埃的骑兵完成检阅与审评后,正坐下来答复前来请愿之人时,被七名佯装相互争执而走上前来的青年刺死并砍杀。

§6.4.32

βοηθησάντων δὲ ἐρρωμένως τῶν παραγενομένων δορυφόρων εἷς μὲν ἔτι τύπτων τὸν Ἰάσονα λόγχῃ πληγεὶς ἀποθνῄσκει· ἕτερος δὲ ἀναβαίνων ἐφʼ ἵππον ἐγκαταληφθεὶς καὶ πολλὰ τραύματα λαβὼν ἀπέθανεν· οἱ δʼ ἄλλοι ἀναπηδήσαντες ἐπὶ τοὺς παρεσκευασμένους ἵππους ἀπέφυγον· ὅποι δὲ ἀφίκοιντο τῶν Ἑλληνίδων πόλεων, ἐν ταῖς πλείσταις ἐτιμῶντο. ᾧ καὶ δῆλον ἐγένετο ὅτι ἰσχυρῶς ἔδεισαν οἱ Ἕλληνες αὐτὸν μὴ τύραννος γένοιτο.

在场的持矛侍卫奋力前来营救,其中一名凶手尚在击打伊阿宋时便被长矛刺中身亡;另一人在上马时被截获,身负多处创伤毙命;其余人则跃上备妥的马匹逃之夭夭;凡他们抵达的希腊城邦,大多受到了礼遇。由此亦显然可见,希腊人曾何等深恐他会成为僭主。

§6.4.33

ἀποθανόντος μέντοι ἐκείνου Πολύδωρος ἀδελφὸς αὐτοῦ καὶ Πολύφρων ταγοὶ κατέστησαν. καὶ ὁ μὲν Πολύδωρος, πορευομένων ἀμφοτέρων εἰς Λάρισαν, νύκτωρ καθεύδων ἀποθνῄσκει ὑπὸ Πολύφρονος τοῦ ἀδελφοῦ, ὡς ἐδόκει· ὁ γὰρ θάνατος αὐτοῦ ἐξαπιναῖός τε καὶ οὐκ ἔχων φανερὰν πρόφασιν ἐγένετο.

在他死后,其兄弟波吕多洛斯与波吕弗隆被确立为最高统领。当二人一同前往拉里萨途中,波吕多洛斯在夜间就寝时死去,看似系为其兄弟波吕弗隆所害;盖因其死暴卒且无任何显明原因。

§6.4.34

ὁ δʼ αὖ Πολύφρων ἦρξε μὲν ἐνιαυτόν, κατεσκευάσατο δὲ τὴν ταγείαν τυραννίδι ὁμοίαν. ἔν τε γὰρ Φαρσάλῳ τὸν Πολυδάμαντα καὶ ἄλλους τῶν πολιτῶν ὀκτὼ τοὺς κρατίστους ἀπέκτεινεν, ἔκ τε Λαρίσης πολλοὺς φυγάδας ἐποίησε.

波吕弗隆接连执政一年,却使最高统领之位沦同僭政。他在法尔萨洛斯杀害了波吕达玛斯以及其余八名最杰出的公民,并从拉里萨放逐了甚多民众。

§6.4.35

ταῦτα δὲ ποιῶν καὶ οὗτος ἀποθνῄσκει ὑπʼ Ἀλεξάνδρου, ὡς τιμωροῦντος τῷ Πολυδώρῳ καὶ τὴν τυραννίδα καταλύοντος. ἐπεὶ δʼ αὐτὸς παρέλαβε τὴν ἀρχήν, χαλεπὸς μὲν Θετταλοῖς ταγὸς ἐγένετο, χαλεπὸς δὲ Θηβαίοις καὶ Ἀθηναίοις πολέμιος, ἄδικος δὲ λῃστὴς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοιοῦτος δʼ ὢν καὶ αὐτὸς αὖ ἀποθνῄσκει, αὐτοχειρίᾳ μὲν ὑπὸ τῶν τῆς γυναικὸς ἀδελφῶν, βουλῇ δὲ ὑπʼ αὐτῆς ἐκείνης.

在此种行径中,此人亦被亚历山大所杀,其名义乃是为波吕多洛斯复仇并废除僭政。然而当亚历山大亲自接管政权后,对色萨利人而言成为了严酷的统治者,对底比斯人与雅典人而言成为了凶悍的宿敌,且在陆地与海上皆肆行不义之掠夺。其人如此,最终亦同样殒命,动手者乃是其妻之兄弟,而谋划者正是其妻本人。

§6.4.36

τοῖς τε γὰρ ἀδελφοῖς ἐξήγγειλεν ὡς ὁ Ἀλέξανδρος ἐπιβουλεύοι αὐτοῖς καὶ ἔκρυψεν αὐτοὺς ἔνδον ὄντας ὅλην τὴν ἡμέραν, καὶ δεξαμένη μεθύοντα τὸν Ἀλέξανδρον ἐπεὶ κατεκοίμισεν, ὁ μὲν λύχνος ἐκάετο, τὸ δὲ ξίφος αὐτοῦ ἐξήνεγκεν. ὡς δʼ ᾔσθετο ὀκνοῦντας εἰσιέναι ἐπὶ τὸν Ἀλέξανδρον τοὺς ἀδελφούς, εἶπεν ὡς εἰ μὴ ἤδη πράξοιεν, ἐξεγερεῖ αὐτόν. ὡς δʼ εἰσῆλθον, ἐπισπάσασα τὴν θύραν εἴχετο τοῦ ῥόπτρου, ἕως ἀπέθανεν ὁ ἀνήρ.

盖因她向兄弟们密报亚历山大正谋害他们,并将他们藏匿于室内整整一日;在迎入酩酊大醉的亚历山大并哄其入睡后,灯盏依然亮着,她却将他的佩剑取走。当她发觉兄弟们迟疑着不敢进屋对付亚历山大时,便声称若不立刻动手,她便要将他唤醒。待他们冲入房内,她带上房门并死死握住门环,直至那男子气绝身亡。

§6.4.37

ἡ δὲ ἔχθρα λέγεται αὐτῇ πρὸς τὸν ἄνδρα γενέσθαι ὑπὸ μέν τινων ὡς ἐπεὶ ἔδησε τὰ ἑαυτοῦ παιδικὰ ὁ Ἀλέξανδρος, νεανίσκον ὄντα καλόν, δεηθείσης αὐτῆς λῦσαι ἐξαγαγὼν αὐτὸν ἀπέσφαξεν· οἱ δέ τινες ὡς ἐπεὶ παῖδες αὐτῷ οὐκ ἐγίγνοντο ἐκ ταύτης, ὅτι3 πέμπων εἰς Θήβας ἐμνήστευε τὴν Ἰάσονος γυναῖκα λαβεῖν. τὰ μὲν οὖν αἴτια τῆς ἐπιβουλῆς ὑπὸ τῆς γυναικὸς οὕτω λέγεται· τῶν δὲ ταῦτα πραξάντων ἄχρι οὗ ὅδε ὁ λόγος ἐγράφετο Τισίφονος πρεσβύτατος ὢν τῶν ἀδελφῶν τὴν ἀρχὴν εἶχε.

关于她对丈夫怀恨之由,有人称系因亚历山大囚禁了自己的娈童——一名俊美青年,在她恳求予以释放后,亚历山大反而将其带出斩杀;另有人称因她未曾为其诞育子嗣,他遂遣使往底比斯求娶伊阿宋之妻。妻子谋害丈夫的缘由传述如此;而在实行此事之人中,截至本史册撰写之时,兄弟中年事最长的提西福诺斯一直执掌权柄。

语法注3 条
  1. 6.4.29ἐπαγγελλομένῳ

    分词 ἐπαγγελλομένῳ 在句中作与格(关系与格或评判与格),修饰 γενέσθαι,带有让步含义,意为“尽管他向各邦提出了摊派要求”或“相对于他的征集标准而言”。这突出了伊阿宋摊派要求的适度与各城邦实际汇聚牲畜数量之庞大之间的对比。

  2. 6.4.30ὡς στρατευσομένοις

    连词 ὡς 与将来时与格分词 στρατευσομένοις 结合,与不定式 παρασκευάζεσθαι 的逻辑主语 Θετταλοῖς 保持性数格一致。该结构表示预期的目的或设想的名义:“抱着届时出征的打算(而作准备)”。

  3. 6.4.37ὑπὸ μέν τινων ὡς... οἱ δέ τινες ὡς... ὅτι

    此处叙述不同传闻时出现了句法脱节(破格现象/anacoluthon):前半句由被动动词 λέγεται 支配施事短语 ὑπὸ μέν τινων,并引出 ὡς 从句;后半句则转变为以主格 οἱ δέ τινες 为主语(仿佛暗含主动态言说动词),且在 ὡς 从句内经 ἐπεὶ 从句插入后又赘置了 ὅτι。这反映了转述多重口头传闻时的语流变化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.4.29-6.4.37