- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.4.8-6.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在留克特拉战役中,劣质的斯巴达骑兵溃败并冲乱了己方步兵,底比斯军以五十列纵深发起猛攻,克勒翁布罗托斯国王等人阵亡,斯巴达军溃败退回营地。
εἰς δʼ οὖν τὴν μάχην τοῖς μὲν Λακεδαιμονίοις πάντα ἐναντία ἐγίγνετο, τοῖς δὲ πάντα καὶ ὑπὸ τῆς τύχης κατωρθοῦτο. ἦν μὲν γὰρ μετʼ ἄριστον τῷ Κλεομβρότῳ ἡ τελευταία βουλὴ περὶ τῆς μάχης· ἐν δὲ τῇ μεσημβρίᾳ ὑποπινόντων1 καὶ τὸν οἶνον παροξῦναί τι αὐτοὺς ἔλεγον.
总之,对于这场交战,拉刻代蒙人诸事不顺,而对方则凡事亨通,甚至得天相助。因为克勒翁布罗托斯关于作战的最后一次商议是在早膳之后进行的;正值正午饮酒之时,据说葡萄酒也在一定程度上刺激了他们。
ἐπεὶ δὲ ὡπλίζοντο ἑκάτεροι καὶ πρόδηλον ἤδη ἦν ὅτι μάχη ἔσοιτο, πρῶτον μὲν ἀπιέναι ὡρμημένων ἐκ τοῦ Βοιωτίου στρατεύματος τῶν τὴν ἀγορὰν παρεσκευακότων καὶ σκευοφόρων τινῶν καὶ τῶν οὐ βουλομένων μάχεσθαι, περιιόντες κύκλῳ οἵ τε μετὰ τοῦ Ἱέρωνος μισθοφόροι καὶ οἱ τῶν Φωκέων πελτασταὶ καὶ τῶν ἱππέων Ἡρακλεῶται καὶ Φλειάσιοι ἐπιθέμενοι τοῖς ἀπιοῦσιν ἐπέστρεψάν τε αὐτοὺς καὶ κατεδίωξαν πρὸς τὸ στρατόπεδον τὸ τῶν Βοιωτῶν· ὥστε πολὺ μὲν ἐποίησαν μεῖζόν τε καὶ ἁθροώτερον ἢ πρόσθεν τὸ τῶν Βοιωτῶν στράτευμα.
当双方各自披坚执锐、战事已成定局之际,起初,当波奥提亚军中操办集市的商人、若干辎重兵以及不愿参战者正欲离去时,希埃隆麾下的雇佣兵、佛客西斯人的轻盾兵以及赫拉克勒亚和弗利乌斯的骑兵绕道迂回,袭击了这些离去的人,将他们截回并驱赶回波奥提亚人的营地;结果,他们反而使波奥提亚人的军容比原先大为壮大且更为密集。
ἔπειτα δέ, ἅτε καὶ πεδίου ὄντος τοῦ μεταξύ, προετάξαντο μὲν τῆς ἑαυτῶν φάλαγγος οἱ Λακεδαιμόνιοι τοὺς ἱππέας, ἀντετάξαντο δʼ αὐτοῖς καὶ οἱ Θηβαῖοι τοὺς ἑαυτῶν. ἦν δὲ τὸ μὲν τῶν Θηβαίων ἱππικὸν μεμελετηκὸς διά τε τὸν πρὸς Ὀρχομενίους πόλεμον καὶ διὰ τὸν πρὸς Θεσπιᾶς, τοῖς δὲ Λακεδαιμονίοις κατʼ ἐκεῖνον τὸν χρόνον πονηρότατον ἦν τὸ ἱππικόν.
接着,由于两军之间是一片平原,拉刻代蒙人便将骑兵列于本部方阵之前,底比斯人也针锋相对地将自己的骑兵列于阵前。底比斯人的骑兵因曾历经对奥尔科墨诺斯和对塞斯庇埃的战争而训练有素,但拉刻代蒙人在那一时期的骑兵却是最为拙劣的。
ἔτρεφον μὲν γὰρ τοὺς ἵππους οἱ πλουσιώτατοι· ἐπεὶ δὲ φρουρὰ φανθείη, τότε ἧκεν ὁ συντεταγμένος· λαβὼν δʼ ἂν τὸν ἵππον καὶ ὅπλα ὁποῖα δοθείη αὐτῷ ἐκ τοῦ παραχρῆμα ἂν ἐστρατεύετο·2 τῶν δʼ αὖ στρατιωτῶν οἱ τοῖς σώμασιν ἀδυνατώτατοι καὶ ἥκιστα φιλότιμοι ἐπὶ τῶν ἵππων ἦσαν.
因为喂养马匹的是最富有的人,而一旦宣布动员出征,被指定服役的人才会赶来;他领到交付给他的马匹和任何现成的武器,便仓促随军出征;况且在士兵中,又是体质最孱弱、最乏功名之心的人被派去充当骑兵。
τοιοῦτον μὲν οὖν τὸ ἱππικὸν ἑκατέρων ἦν. τῆς δὲ φάλαγγος τοὺς μὲν Λακεδαιμονίους ἔφασαν εἰς τρεῖς τὴν ἐνωμοτίαν ἄγειν·3 τοῦτο δὲ συμβαίνειν αὐτοῖς οὐ πλέον ἢ εἰς δώδεκα τὸ βάθος. οἱ δὲ Θηβαῖοι οὐκ ἔλαττον ἢ ἐπὶ πεντήκοντα ἀσπίδων συνεστραμμένοι ἦσαν, λογιζόμενοι ὡς εἰ νικήσειαν τὸ περὶ τὸν βασιλέα, τὸ ἄλλο πᾶν εὐχείρωτον ἔσοιτο.
双方的骑兵大体便是如此。至于步兵方阵,据说拉刻代蒙人是将每个恩诺摩提亚编成三人并列,由此他们的纵深不超过十二列。而底比斯人则紧密集结为不少于五十面盾牌的厚重纵深,他们盘算着若能击溃国王周围的部队,其余的所有人便易于制服。
ἐπεὶ δὲ ἤρξατο ἄγειν ὁ Κλεόμβροτος πρὸς τοὺς πολεμίους, πρῶτον μὲν πρὶν καὶ αἰσθέσθαι τὸ μετʼ αὐτοῦ στράτευμα ὅτι ἡγοῖτο, καὶ δὴ καὶ οἱ ἱππεῖς συνεβεβλήκεσαν4 καὶ ταχὺ ἥττηντο οἱ τῶν Λακεδαιμονίων· φεύγοντες δὲ ἐνεπεπτώκεσαν τοῖς ἑαυτῶν ὁπλίταις, ἔτι δὲ ἐνέβαλλον οἱ τῶν Θηβαίων λόχοι. ὅμως δὲ ὡς οἱ μὲν περὶ τὸν Κλεόμβροτον τὸ πρῶτον ἐκράτουν τῇ μάχῃ σαφεῖ τούτῳ τεκμηρίῳ γνοίη τις ἄν· οὐ γὰρ ἂν ἐδύναντο αὐτὸν ἀνελέσθαι καὶ ζῶντα ἀπενεγκεῖν, εἰ μὴ οἱ πρὸ αὐτοῦ μαχόμενοι ἐπεκράτουν ἐν ἐκείνῳ τῷ χρόνῳ.
当克勒翁布罗托斯开始率部向敌军推进时,起初,在他身边的军队甚至还未察觉他已在前行,双方骑兵便已交锋,拉刻代蒙人的骑兵迅速溃败;他们在逃跑中冲撞了自方的重装步兵,而且底比斯人的各个连队也在发起冲击。然而,克勒翁布罗托斯周围的人起初在战斗中占了上风,这一点人们可由这一明显的证据获知:因为若非在当时前方作战的人占据优势,他们绝不可能将他扶起并在生还状态下护送下阵。
ἐπεὶ μέντοι ἀπέθανε Δείνων τε ὁ πολέμαρχος καὶ Σφοδρίας τῶν περὶ δαμοσίαν5 καὶ Κλεώνυμος ὁ υἱὸς αὐτοῦ, καὶ οἱ μὲν ἵπποι καὶ οἱ συμφορεῖς τοῦ πολεμάρχου καλούμενοι οἵ τε ἄλλοι ὑπὸ τοῦ ὄχλου ὠθούμενοι ἀνεχώρουν, οἱ δὲ τοῦ εὐωνύμου ὄντες τῶν Λακεδαιμονίων ὡς ἑώρων τὸ δεξιὸν ὠθούμενον, ἐνέκλιναν· ὅμως δὲ πολλῶν τεθνεώτων καὶ ἡττημένοι ἐπεὶ διέβησαν τὴν τάφρον ἣ πρὸ τοῦ στρατοπέδου ἔτυχεν οὖσα αὐτοῖς, ἔθεντο τὰ ὅπλα κατὰ χώραν ἔνθεν ὥρμηντο. ἦν μέντοι οὐ πάνυ ἐν ἐπιπέδῳ, ἀλλὰ πρὸς ὀρθίῳ μᾶλλόν τι τὸ στρατόπεδον. ἐκ δὲ τούτου ἦσαν μέν τινες τῶν Λακεδαιμονίων οἳ ἀφόρητον τὴν συμφορὰν ἡγούμενοι τό τε τροπαῖον ἔφασαν χρῆναι κωλύειν ἱστάναι τοὺς πολεμίους, τούς τε νεκροὺς μὴ ὑποσπόνδους, ἀλλὰ διὰ μάχης πειρᾶσθαι ἀναιρεῖσθαι.
可是,当军务官戴农、王帐近臣斯福德里亚斯及其子克勒奥纽摩斯阵亡,而所谓军务官的战马、侍从以及其余人员都在敌群推挤下被迫退缩时,位于左翼的拉刻代蒙人眼见右翼被压制,便也开始动摇溃散;尽管死伤惨重并遭击败,但在渡过恰好位于营地前方的壕沟之后,他们仍在最初出征的原地驻枪列阵。不过,那座营地并非完全位于平坦之地,而是处于较陡的斜坡之上。此后,拉刻代蒙人中有些人认为这场灾难难以容忍,声称应当阻止敌人树立战胜纪念碑,收回阵亡者遗体也不应依照停战协议,而应力图通过血战夺回。
- 6.4.8ἐν δὲ τῇ μεσημβρίᾳ ὑποπινόντων
独立属格 ὑποπινόντων 没有明确写出主语名词。依上下文来看,其逻辑主语指克勒翁布罗托斯及其军议参谋人员。前缀 ὑπο- 带有些许、适度之意,表明他们在午间休憩中略微饮酒、微醺。
- 6.4.11ἐπεὶ δὲ φρουρὰ φανθείη, τότε ἧκεν ὁ συντεταγμένος· λαβὼν δʼ ἂν τὸν ἵππον καὶ ὅπλα ὁποῖα δοθείη αὐτῷ ἐκ τοῦ παραχρῆμα ἂν ἐστρατεύετο
此句属于表示过去反复行为的句式。时间/条件从句中使用表示过去反复的祈愿式(φανθείη, δοθείη),而主句中则使用 ἄν 搭配直陈式未完成过去时(ἂν ἐστρατεύετο),用以表达习惯性或反复出现的动作,生动说明了斯巴达骑兵临时拼凑、缺乏常备训练的实情。
- 6.4.12εἰς τρεῖς τὴν ἐνωμοτίαν ἄγειν
这表示每个恩诺摩提亚(斯巴达小队编制,通常约36人)排成三人并列横队。因此其纵深为 36 ÷ 3 = 12列,这与后半句“其纵深不超过十二列”(οὐ πλέον ἢ εἰς δώδεκα τὸ βάθος)完全吻合。
- 6.4.13πρῶτον μὲν πρὶν καὶ αἰσθέσθαι τὸ μετʼ αὐτοῦ στράτευμα ὅτι ἡγοῖτο, καὶ δὴ καὶ οἱ ἱππεῖς συνεβεβλήκεσαν
一种表示紧迫连贯的句式:由 πρίν 搭配不定式引导的从句(πρὶν καὶ αἰσθέσθαι...)之后,主句紧接着由 καὶ δὴ καί 引导并使用过去完成时(συνεβεβλήκεσαν),生动表现了步兵甚至尚未发觉国王在领军前行,骑兵便已疾速交战的突发战况。
- 6.4.14τῶν περὶ δαμοσίαν
δαμοσία 为多利斯方言形式,相当于阿提卡方言的 δημοσία(公室、王幕)。τῶν περὶ δαμοσίαν 是斯巴达军事制度中的特有术语,指属于国王公帐的参谋、侍从官(王幕近臣),表明斯福德里亚斯当时位列国王的核心侍从军官之中。
