- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.4.15-6.4.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
留克特拉战败的消息传回斯巴达后,当局极力抑制悲痛与慌乱,增派援军并由阿基达摩斯统率出征;与此同时,底比斯在雅典遭到冷遇,转而向色萨利的伊阿宋求援,后者以惊人速度经陆路驰援波奥提亚。
οἱ δὲ πολέμαρχοι, ὁρῶντες μὲν τῶν συμπάντων Λακεδαιμονίων τεθνεῶτας ἐγγὺς χιλίους, ὁρῶντες δʼ αὐτῶν Σπαρτιατῶν, ὄντων τῶν ἐκεῖ ὡς ἑπτακοσίων, τεθνηκότας περὶ τετρακοσίους, αἰσθανόμενοι δὲ τοὺς συμμάχους πάντας μὲν ἀθύμως ἔχοντας πρὸς τὸ μάχεσθαι, ἔστι δὲ οὓς αὐτῶν οὐδὲ ἀχθομένους τῷ γεγενημένῳ,1 συλλέξαντες τοὺς ἐπικαιριωτάτους ἐβουλεύοντο τί χρὴ ποιεῖν. ἐπεὶ δὲ πᾶσιν ἐδόκει ὑποσπόνδους τοὺς νεκροὺς ἀναιρεῖσθαι, οὕτω δὴ ἔπεμψαν κήρυκα περὶ σπονδῶν. οἱ μέντοι Θηβαῖοι μετὰ ταῦτα καὶ τροπαῖον ἐστήσαντο καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν.
诸位军务官眼见拉刻代蒙人阵亡总数近千人,而在场的约七百名斯巴达人自身中阵亡者约有四百人,同时察觉到同盟者皆毫无战斗之意,其中甚至有人对所发生之事毫无痛惜之意,遂召集军中要员商议对策。当众人一致认为应当依停战协议收回阵亡者遗体时,他们便依此派出一名传令官商议停战。随后,底比斯人立起战胜纪念碑,并在停战协议下交还了遗体。
γενομένων δὲ τούτων, ὁ μὲν εἰς τὴν Λακεδαίμονα ἀγγελῶν τὸ πάθος ἀφικνεῖται γυμνοπαιδιῶν τε οὔσης τῆς τελευταίας καὶ τοῦ ἀνδρικοῦ χοροῦ ἔνδον ὄντος· οἱ δὲ ἔφοροι ἐπεὶ ἤκουσαν τὸ πάθος, ἐλυποῦντο μέν, ὥσπερ, οἶμαι, ἀνάγκη· τὸν μέντοι χορὸν οὐκ ἐξήγαγον, ἀλλὰ διαγωνίσασθαι εἴων. καὶ τὰ μὲν ὀνόματα πρὸς τοὺς οἰκείους ἑκάστου τῶν τεθνεώτων ἀπέδοσαν· προεῖπαν δὲ ταῖς γυναιξὶ μὴ ποιεῖν κραυγήν, ἀλλὰ σιγῇ τὸ πάθος φέρειν. τῇ δʼ ὑστεραίᾳ ἦν ὁρᾶν, ὧν μὲν ἐτέθνασαν οἱ προσήκοντες, λιπαροὺς καὶ φαιδροὺς ἐν τῷ φανερῷ ἀναστρεφομένους, ὧν δὲ ζῶντες ἠγγελμένοι ἦσαν,2 ὀλίγους ἂν εἶδες, τούτους δὲ σκυθρωποὺς καὶ ταπεινοὺς περιιόντας.
这些事情发生之后,前往拉刻代蒙报告惨祸的信使赶到时,恰逢裸体歌舞节的最后一天,男子合唱队正处于场内。监察官们获悉噩耗后,在我看来固然如常情般深感悲痛,然而并未中断合唱队退场,而是听任其完成竞赛。他们将每位阵亡者的名单交予其亲族,并预先告诫妇女们不得哭号喧哗,而须在静默中承受灾难。次日便能见到,凡亲属阵亡者皆身涂香膏、神采奕奕地在公共场合走动,而那些亲属据报生还者,却鲜见其踪影,即便偶见也是神情黯淡、垂头丧气地在街头徘徊。
ἐκ δὲ τούτου φρουρὰν μὲν ἔφαινον οἱ ἔφοροι ταῖν ὑπολοίποιν μόραιν μέχρι τῶν τετταράκοντα ἀφʼ ἥβης·3 ἐξέπεμπον δὲ καὶ ἀπὸ τῶν ἔξω μορῶν μέχρι τῆς αὐτῆς ἡλικίας· τὸ γὰρ πρόσθεν εἰς τοὺς Φωκέας μέχρι τῶν πέντε καὶ τριάκοντα ἀφʼ ἥβης ἐστρατεύοντο· καὶ τοὺς ἐπʼ ἀρχαῖς δὲ τότε καταλειφθέντας ἀκολουθεῖν ἐκέλευον.
此后,监察官下令动员其余两个连队直至成年后四十年以内的服役适龄者,并从已在外出征的连队中抽调同一适龄阶层的兵员补充;因为先前对佛客西斯作战时,他们仅动员至成年后三十五年以内的人员;他们同时还命令当时因担任公职而留守的人随军出征。
ὁ μὲν οὖν Ἀγησίλαος ἐκ τῆς ἀσθενείας οὔπω ἴσχυεν· ἡ δὲ πόλις Ἀρχίδαμον τὸν υἱὸν ἐκέλευεν αὐτοῦ ἡγεῖσθαι. προθύμως δʼ αὐτῷ συνεστρατεύοντο Τεγεᾶται· ἔτι γὰρ ἔζων οἱ περὶ Στάσιππον, λακωνίζοντες καὶ οὐκ ἐλάχιστον δυνάμενοι ἐν τῇ πόλει. ἐρρωμένως δὲ καὶ οἱ Μαντινεῖς ἐκ τῶν κωμῶν συνεστρατεύοντο· ἀριστοκρατούμενοι γὰρ ἐτύγχανον. καὶ Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλειάσιοι καὶ Ἀχαιοὶ μάλα προθύμως ἠκολούθουν, καὶ ἄλλαι δὲ πόλεις ἐξέπεμπον στρατιώτας. ἐπλήρουν δὲ καὶ τριήρεις αὐτοί τε οἱ Λακεδαιμόνιοι καὶ Κορίνθιοι, καὶ ἐδέοντο καὶ Σικυωνίων συμπληροῦν, ἐφʼ ὧν διενοοῦντο τὸ στράτευμα διαβιβάζειν.
阿格西劳斯因病仍未恢复体力,城邦遂命其子阿基达摩斯统率军队。特盖亚人踊跃随军出征,因为斯塔西普斯一派尚在人世,他们亲拉科尼亚且在城中深具威望。曼提内亚人亦从各个村落起兵强力附从,盖因其时该邦正由贵族政体掌控。科林斯人、西库翁人、弗利乌斯人及阿开亚人亦极热烈地从征,其余诸城邦亦派遣了军士。拉刻代蒙人自身与科林斯人装备了三列桨战船,并请求西库翁人亦协同装备,他们计划借助这些战船横渡运送大军。
καὶ ὁ μὲν δὴ Ἀρχίδαμος ἐθύετο ἐπὶ τῇ διαβάσει. οἱ δὲ Θηβαῖοι εὐθὺς μὲν μετὰ τὴν μάχην ἔπεμψαν εἰς Ἀθήνας ἄγγελον ἐστεφανωμένον, καὶ ἅμα μὲν τῆς νίκης τὸ μέγεθος ἔφραζον, ἅμα δὲ βοηθεῖν ἐκέλευον, λέγοντες ὡς νῦν ἐξείη Λακεδαιμονίους πάντων ὧν ἐπεποιήκεσαν αὐτοὺς τιμωρήσασθαι.
阿基达摩斯遂为渡海出征举行献祭。另一方面,底比斯人在战后随即派遣头戴花冠的信使前往雅典,一面通报大捷之盛况,一面恳请其出兵援助,声称如今正是就拉刻代蒙人过往对他们所行一切向其复仇之良机。
τῶν δὲ Ἀθηναίων ἡ βουλὴ ἐτύγχανεν ἐν ἀκροπόλει καθημένη. ἐπεὶ δʼ ἤκουσαν τὸ γεγενημένον, ὅτι μὲν σφόδρα ἠνιάθησαν πᾶσι δῆλον ἐγένετο· οὔτε γὰρ ἐπὶ ξένια τὸν κήρυκα ἐκάλεσαν, περί τε τῆς βοηθείας οὐδὲν ἀπεκρίναντο. καὶ Ἀθήνηθεν μὲν οὕτως ἀπῆλθεν ὁ κῆρυξ. πρὸς μέντοι Ἰάσονα, σύμμαχον ὄντα, ἔπεμπον σπουδῇ οἱ Θηβαῖοι, κελεύοντες βοηθεῖν, διαλογιζόμενοι πῇ τὸ μέλλον ἀποβήσοιτο.
雅典人的议事会适逢正在卫城举行会议。当他们听闻所发生之变故,人人皆明晰他们深感苦恼;因为他们既未邀请传令官共进款待之宴,亦未对出兵援助一事作出任何答复。传令官遂只得由此离开雅典。然而底比斯人复急派使者前往盟友伊阿宋处,敦请其发兵来援,盖其深思日后局势将何去何从。
ὁ δʼ εὐθὺς τριήρεις μὲν ἐπλήρου, ὡς βοηθήσων κατὰ θάλατταν, συλλαβὼν δὲ τό τε ξενικὸν καὶ τοὺς περὶ αὑτὸν ἱππέας, καίπερ ἀκηρύκτῳ πολέμῳ τῶν Φωκέων χρωμένων, πεζῇ διεπορεύθη εἰς τὴν Βοιωτίαν, ἐν πολλαῖς τῶν πόλεων πρότερον ὀφθεὶς ἢ ἀγγελθεὶς ὅτι πορεύοιτο. πρὶν γοῦν συλλέγεσθαί τι πανταχόθεν ἔφθανε πόρρω γιγνόμενος,4 δῆλον ποιῶν ὅτι πολλαχοῦ τὸ τάχος μᾶλλον τῆς βίας διαπράττεται τὰ δέοντα.
伊阿宋立即装备三列桨战船,作势欲从海路策应,实则召集麾下雇佣军与贴身骑兵,尽管佛客西斯人正对他进行不许休战的战争,他仍沿陆路穿行进入波奥提亚;在诸多城邦中,他甚至在被报告行军之前便已赫然现身。无论何处,在任何阻截军队集结之前,他早已疾驰而过远去,明证了在诸多情形下,神速往往比强力更能建功。
- 6.4.15ἔστι δὲ οὓς αὐτῶν οὐδὲ ἀχθομένους τῷ γεγενημένῳ
习语 ἔστιν οἵ(“有些人”,相当于 ἐνίοι)在此变为宾格 ἔστιν οὕς,充当由 αἰσθανόμενοι 统辖的补充性分词 ἀχθομένους 的逻辑主语,并与前面的 τοὺς συμμάχους πάντας μὲν ἀθύμως ἔχοντας 构成并列结构。
- 6.4.16ὧν μὲν ἐτέθνασαν οἱ προσήκοντες... ὧν δὲ ζῶντες ἠγγελμένοι ἦσαν
关系代词属格 ὧν 的先行词(τούτων 或 τούτους)被省略,表领属(“凡亲属阵亡之人家……凡亲属据报生还之人家”)。在后半句中,该结构与潜在用法 ὀλίγους ἂν εἶδες(“你只能见到少数人”)相呼应并为其提供修饰对象。
- 6.4.17τετταράκοντα ἀφʼ ἥβης
斯巴达征兵制中的固定术语,指从成年(ἥβη,即20岁)起算四十年以内的年龄阶层(即直至60岁)。后文与先前出征佛客西斯时动员至“成年后三十五年以内”(55岁)形成对比。
- 6.4.21πρὶν γοῦν συλλέγεσθαί τι πανταχόθεν ἔφθανε πόρρω γιγνόμενος
动词 φθάνω 配合补充性分词 γιγνόμενος 构成的惯用句式,意为“在……之前便已……”。与前面的不定词从句 πρὶν συλλέγεσθαι(“在任何队伍集结之前”)相结合,生动突出了伊阿宋在任何阻截形成之前便已疾驰远去的行军神速。
