← 色诺芬

希腊史

§6.4.1-6.4.7

克勒翁布罗托斯入侵与留克特拉对峙

雅典与斯巴达着手执行和约之际,斯巴达拒绝承认底比斯对彼奥提亚的统治,命令国王克勒翁布罗托斯入侵。两军在留克特拉扎营,双方在内部压力与征兆鼓舞下不得不走向决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.1

ἐκ δὲ τούτου οἱ μὲν Ἀθηναῖοι τάς τε φρουρὰς ἐκ τῶν πόλεων ἀπῆγον καὶ Ἰφικράτην καὶ τὰς ναῦς μετεπέμποντο, καὶ ὅσα ὕστερον ἔλαβε μετὰ τοὺς ὅρκους τοὺς ἐν Λακεδαίμονι γενομένους, πάντα ἠνάγκασαν ἀποδοῦναι.

为此,雅典人从各城邦撤出了驻军,召回了伊菲克拉特斯和舰队,并强令他归还在拉刻代蒙起誓之后所虏获的一切。

§6.4.2

Λακεδαιμόνιοι μέντοι ἐκ μὲν τῶν ἄλλων πόλεων τούς τε ἁρμοστὰς καὶ τοὺς φρουροὺς ἀπήγαγον, Κλεόμβροτον δὲ ἔχοντα τὸ ἐν Φωκεῦσι στράτευμα καὶ ἐπερωτῶντα τὰ οἴκοι τέλη τί χρὴ ποιεῖν, Προθόου λέξαντος ὅτι αὐτῷ δοκοίη διαλύσαντας τὸ στράτευμα κατὰ τοὺς ὅρκους καὶ περιαγγείλαντας ταῖς πόλεσι συμβαλέσθαι εἰς τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁπόσον βούλοιτο ἑκάστη πόλις, ἔπειτα εἰ μή τις ἐῴη αὐτονόμους τὰς πόλεις εἶναι, τότε πάλιν παρακαλέσαντας, ὅσοι τῇ αὐτονομίᾳ βούλοιντο βοηθεῖν, ἄγειν ἐπὶ τοὺς ἐναντιουμένους·1 οὕτω γὰρ ἂν ἔφη οἴεσθαι τούς τε θεοὺς εὐμενεστάτους εἶναι καὶ τὰς πόλεις ἥκιστʼ ἂν ἄχθεσθαι·

然而,拉刻代蒙人虽然从其他城邦撤出了总督和卫队,但对于率军驻扎在佛客西斯并向国内长官请示应如何行事的克勒翁布罗托斯,普罗苏斯却发言表示:依他之见,应按誓约解散军队,并向各城邦通告,让每个城邦随意自愿向阿波罗神庙捐献;此后若有人不准诸城邦自治,那时再号召所有愿意保卫自治者重新集合,进军讨伐抗拒者;因为他说,他认为这样神明才会最为眷顾,各城邦也最不至于心生怨愤。

§6.4.3

ἡ δʼ ἐκκλησία ἀκούσασα ταῦτα ἐκεῖνον μὲν φλυαρεῖν ἡγήσατο· ἤδη γάρ, ὡς ἔοικε, τὸ δαιμόνιον ἦγεν· ἐπέστειλαν δὲ τῷ Κλεομβρότῳ μὴ διαλύειν τὸ στράτευμα, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τοὺς Θηβαίους, εἰ μὴ αὐτονόμους ἀφίοιεν τὰς πόλεις. ἐπεὶ οὖν ᾔσθετο οὐχ ὅπως τὰς πόλεις ἀφιέντας, ἀλλʼ οὐδὲ τὸ στράτευμα διαλύοντας,,2 οὕτω δὴ ἄγει τὴν στρατιὰν εἰς τὴν Βοιωτίαν. καὶ ᾗ μὲν οἱ Θηβαῖοι ἐμβαλεῖν αὐτὸν ἐκ τῶν Φωκέων προσεδόκων καὶ ἐπὶ στενῷ τινι ἐφύλαττον οὐκ ἐμβάλλει· διὰ Θισβῶν δὲ ὀρεινὴν καὶ ἀπροσδόκητον πορευθεὶς ἀφικνεῖται εἰς Κρεῦσιν, καὶ τὸ τεῖχος αἱρεῖ, καὶ τριήρεις τῶν Θηβαίων δώδεκα λαμβάνει.

然而公民大会听闻此言,却认为他是在胡言乱语;因为看来,神明已在引导他们走向毁灭。他们于是向克勒翁布罗托斯下达指令,不准解散军队,而是若底比斯人不准诸城邦自治,便立即向他们进军。当他察觉到底比斯人非但不准诸城邦自治,甚至连军队都未解散时,便率军开进彼奥提亚。底比斯人原料想他会从佛客西斯方向入侵,并在某一隘口重兵防守,但他并未从该处入侵;而是沿着经过西斯贝的一条多山且出人意料的道路行进,抵达克柔西斯,攻陷了其要塞,并缴获了底比斯人的十二艘三列桨座战船。

§6.4.4

ταῦτα δὲ ποιήσας καὶ ἀναβὰς ἀπὸ τῆς θαλάττης, ἐστρατοπεδεύσατο ἐν Λεύκτροις τῆς Θεσπικῆς. οἱ δὲ Θηβαῖοι ἐστρατοπεδεύσαντο ἐπὶ τῷ ἀπαντικρὺ λόφῳ οὐ πολὺ διαλείποντες, οὐδένας ἔχοντες συμμάχους ἀλλʼ ἢ τοὺς Βοιωτούς. ἔνθα δὴ τῷ Κλεομβρότῳ οἱ μὲν φίλοι προσιόντες ἔλεγον·

完成这些并从海边上行之后,他在塞斯庇埃境内的留克特拉安营扎寨。底比斯人则在相距不远的对面山丘上扎营,除了彼奥提亚人之外别无任何盟友。就在那时,克勒翁布罗托斯的友人们走上前来对他说道:

§6.4.5

ὦ Κλεόμβροτε, εἰ ἀφήσεις τοὺς Θηβαίους ἄνευ μάχης, κινδυνεύσεις ὑπὸ τῆς πόλεως τὰ ἔσχατα παθεῖν. ἀναμνησθήσονται γάρ σου καὶ ὅτε εἰς Κυνὸς κεφαλὰς ἀφικόμενος οὐδὲν τῆς χώρας τῶν Θηβαίων ἐδῄωσας, καὶ ὅτε ὕστερον στρατεύων ἀπεκρούσθης τῆς ἐμβολῆς, Ἀγησιλάου ἀεὶ ἐμβάλλοντος διὰ τοῦ Κιθαιρῶνος. εἴπερ οὖν ἢ σαυτοῦ κήδῃ ἢ τῆς πατρίδος ἐπιθυμεῖς, ἀκτέον ἐπὶ τοὺς ἄνδρας.3 οἱ μὲν φίλοι τοιαῦτα ἔλεγον· οἱ δʼ ἐναντίοι· νῦν δή, ἔφασαν, δηλώσει ὁ ἀνὴρ εἰ τῷ ὄντι κήδεται τῶν Θηβαίων, ὥσπερ λέγεται.

“克勒翁布罗托斯啊,如果你不经一战就放走底比斯人,你将面临受城邦处以极刑的危险。因为他们会记起,当年你到达犬首山时未曾蹂躏底比斯人的任何土地;也会记起后来出征时你被挡在关口之外,而阿格西劳斯却总是经由客泰戎山顺利攻入。因此,如果你顾念自己,或者还贪恋祖国,就必须向那些人进军。”友人们如此进言;而反对派则说:“现在这人就要表明,他是否真如传闻所说的那样袒护底比斯人了。”

§6.4.6

ὁ μὲν δὴ Κλεόμβροτος ταῦτα ἀκούων παρωξύνετο πρὸς τὸ μάχην συνάπτειν. τῶν δʼ αὖ Θηβαίων οἱ προεστῶτες ἐλογίζοντο ὡς εἰ μὴ μαχοῖντο, ἀποστήσοιντο μὲν αἱ περιοικίδες αὐτῶν πόλεις, αὐτοὶ δὲ πολιορκήσοιντο· εἰ δὲ μὴ ἕξοι ὁ δῆμος ὁ Θηβαίων τἀπιτήδεια, ὅτι κινδυνεύσοι καὶ ἡ πόλις αὐτοῖς ἐναντία γενέσθαι. ἅτε δὲ καὶ πεφευγότες πρόσθεν πολλοὶ αὐτῶν ἐλογίζοντο κρεῖττον εἶναι μαχομένους ἀποθνῄσκειν ἢ πάλιν φεύγειν.

克勒翁布罗托斯听了这些话,大受刺激,急于交战。另一边,底比斯人的首领们也盘算着,如果不战,周围的附庸城邦就会叛离,他们自身也将遭到围困;而如果底比斯民众断绝了给养,城邦本身也可能会转而与他们为敌。况且他们当中许多人先前曾遭流放,因而认为战死沙场胜过再次流亡。

§6.4.7

πρὸς δὲ τούτοις παρεθάρρυνε μέν τι αὐτοὺς καὶ ὁ χρησμὸς ὁ λεγόμενος ὡς δέοι ἐνταῦθα Λακεδαιμονίους ἡττηθῆναι ἔνθα τὸ τῶν παρθένων ἦν μνῆμα, αἳ λέγονται διὰ τὸ βιασθῆναι ὑπὸ Λακεδαιμονίων τινῶν ἀποκτεῖναι ἑαυτάς.4 καὶ ἐκόσμησαν δὴ τοῦτο τὸ μνῆμα οἱ Θηβαῖοι πρὸ τῆς μάχης. ἀπηγγέλλετο δὲ καὶ ἐκ τῆς πόλεως αὐτοῖς ὡς οἵ τε νεῲ πάντες αὐτόματοι ἀνεῴγοντο, αἵ τε ἱέρειαι λέγοιεν ὡς νίκην οἱ θεοὶ φαίνοιεν. ἐκ δὲ τοῦ Ἡρακλείου καὶ τὰ ὅπλα ἔφασαν ἀφανῆ εἶναι, ὡς τοῦ Ἡρακλέους εἰς τὴν μάχην ἐξωρμημένου. οἱ μὲν δή τινες λέγουσιν ὡς ταῦτα πάντα τεχνάσματα ἦν τῶν προεστηκότων.

此外,相传的一则神谕也让他们深受鼓舞,神谕称拉刻代蒙人注定要在此地战败,即在那座少女们的纪念墓所在之处——相传这些少女因遭某些拉刻代蒙人凌辱而自尽。在交战之前,底比斯人确实修饰了这座纪念墓。城里也向他们传来消息,说所有神庙的门都自动开启,女祭司们也宣称神明昭示了胜利。人们还说,赫拉克勒斯神庙里的武器都不翼而飞,仿佛赫拉克勒斯亲自出征奔赴战场一般。当然,也有人说这一切全都是首领们的骗局谋略。

语法注4 条
  1. 6.4.2Προθόου λέξαντος ὅτι αὐτῷ δοκοίη διαλύσαντας τὸ στράτευμα ... ἄγειν ἐπὶ τοὺς ἐναντιουμένους

    在由属格独立结构 Προθόου λέξαντος 引导的 ὅτι 从句中,不定式 ἄγειν 充当非人称动词 δοκοίη(间接引语中的祈愿语气)的主语。分词 διαλύσαντας、περιαγγείλαντας 和 παρακαλέσαντας 采用宾格阳性复数,与不定式 ἄγειν 的逻辑主语(泛指拉刻代蒙人)保持一致。

  2. 6.4.3οὐχ ὅπως τὰς πόλεις ἀφιέντας, ἀλλʼ οὐδὲ τὸ στράτευμα διαλύοντας

    成语结构 οὐχ ὅπως ... ἀλλʼ οὐδέ ... 意为“非但不仅不……,甚至连……都不……”(相当于拉丁语的 non modo non... sed ne... quidem)。两个现在分词 ἀφιέντας 和 διαλύοντας 均为宾格,作为感知动词 ᾔσθετο 的补充成分分词。

  3. 6.4.5ἀκτέον ἐπὶ τοὺς ἄνδρας

    动词 ἄγω 的中性单数动词性形容词构成的非人称结构(ἀκτέον [ἐστί]),表示必要性或义务(“必须进军”)。施事者的与格(如 σοί)因语境明确而省略。

  4. 6.4.7αἳ λέγονται διὰ τὸ βιασθῆναι ὑπὸ Λακεδαιμονίων τινῶν ἀποκτεῖναι ἑαυτάς

    人称构式(主格与不定式构式 nominativus cum infinitivo),关系代词 αἵ(指代先行词 παρθένων)充当被动动词 λέγονται 的主语,并支配不定式 ἀποκτεῖναι(“她们被相传说自尽了”)。短语 διὰ τὸ βιασθῆναι 是带冠词的不定式(被动不定过去时),表示原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.4.1-6.4.7