← 色诺芬

希腊史

§6.4.22-6.4.28

伊阿宋斡旋休战与斯巴达撤军

伊阿宋抵达波奥提亚后,说服底比斯人与斯巴达人罢战并斡旋达成停战协议,斯巴达军随后趁夜秘密撤军与阿基达摩斯的大军汇合。伊阿宋在归途中劫掠佛客西斯并拆毁赫拉克利亚城垣,威望极盛地返回色萨利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.22

ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Βοιωτίαν, λεγόντων τῶν Θηβαίων ὡς καιρὸς εἴη ἐπιτίθεσθαι τοῖς Λακεδαιμονίοις, ἄνωθεν μὲν ἐκεῖνον σὺν τῷ ξενικῷ, σφᾶς δὲ ἀντιπροσώπους,1 ἀπέτρεπεν αὐτοὺς ὁ Ἰάσων, διδάσκων ὡς καλοῦ ἔργου γεγενημένου οὐκ ἄξιον αὐτοῖς εἴη διακινδυνεῦσαι, ὥστε ἢ ἔτι μείζω καταπρᾶξαι ἢ στερηθῆναι καὶ τῆς γεγενημένης νίκης.

当他到达波奥提亚时,底比斯人声称此刻正是袭击拉刻代蒙人的良机——由他率雇佣军从高处夹击,底比斯人则从正面迎敌;然而伊阿宋劝阻了他们,向他们说明,既然已经取得了辉煌的战果,就不值得再去冒要么取得更大的成果、要么连已获得的胜利也一并丧失的风险。

§6.4.23

οὐχ ὁρᾶτε, ἔφη, ὅτι καὶ ὑμεῖς, ἐπεὶ ἐν ἀνάγκῃ ἐγένεσθε, ἐκρατήσατε; οἴεσθαι οὖν χρὴ καὶ Λακεδαιμονίους ἄν, εἰ ἀναγκάζοιντο ἐκγενέσθαι τοῦ ζῆν, ἀπονοηθέντας διαμάχεσθαι.2 καὶ ὁ θεὸς δέ, ὡς ἔοικε, πολλάκις χαίρει τοὺς μὲν μικροὺς μεγάλους ποιῶν, τοὺς δὲ μεγάλους μικρούς.

“难道你们没有看到,”他说,“你们自己也是在陷于绝境之时才克敌制胜的吗?因此理当料想,拉刻代蒙人若被迫面临丧生之境,亦定会在绝望中殊死搏斗。况且神明似乎往往喜好使微小者变大,使强大者变小。”

§6.4.24

τοὺς μὲν οὖν Θηβαίους τοιαῦτα λέγων ἀπέτρεπε τοῦ διακινδυνεύειν· τοὺς δʼ αὖ Λακεδαιμονίους ἐδίδασκεν οἷον μὲν εἴη ἡττημένον στράτευμα, οἷον δὲ νενικηκός. εἰ δʼ ἐπιλαθέσθαι, ἔφη, βούλεσθε τὸ γεγενημένον πάθος, συμβουλεύω ἀναπνεύσαντας καὶ ἀναπαυσαμένους καὶ μείζους γεγενημένους τοῖς ἀηττήτοις οὕτως εἰς μάχην ἰέναι.3 νῦν δέ, ἔφη, εὖ ἴστε ὅτι καὶ τῶν συμμάχων ὑμῖν εἰσὶν οἳ διαλέγονται περὶ φιλίας τοῖς πολεμίοις· ἀλλὰ ἐκ παντὸς τρόπου πειρᾶσθε σπονδὰς λαβεῖν. ταῦτα δʼ, ἔφη, ἐγὼ προθυμοῦμαι, σῶσαι ὑμᾶς βουλόμενος διά τε τὴν τοῦ πατρὸς φιλίαν πρὸς ὑμᾶς καὶ διὰ τὸ προξενεῖν ὑμῶν.

他以这番言论劝阻了底比斯人冒险;另一方面,他又向拉刻代蒙人阐明战败之师是何等境况,战胜之师又是何等境况。“如果你们希望,”他说,“将已发生的惨败置之脑后,我劝你们待喘息既定、休整完毕且实力增强之后,再去与这支未尝败绩的军队交锋。然而在眼下,”他说,“你们当确知,即便在你们的同盟者之中,亦有人正同敌人商议通好;你们务必千方百计争取达成停战协议。而我之所以热心于促成此事,”他说,“乃是出于家父对你们的友谊以及我身为你们的款待代办人,因而渴望保全你们。”

§6.4.25

ἔλεγε μὲν οὖν τοιαῦτα, ἔπραττε δʼ ἴσως ὅπως διάφοροι καὶ οὗτοι ἀλλήλοις ὄντες ἀμφότεροι ἐκείνου δέοιντο. οἱ μέντοι Λακεδαιμόνιοι, ἀκούσαντες αὐτοῦ, πράττειν περὶ τῶν σπονδῶν ἐκέλευον· ἐπεὶ δʼ ἀπηγγέλθη ὅτι εἴησαν αἱ σπονδαί, παρήγγειλαν οἱ πολέμαρχοι δειπνήσαντας συνεσκευάσθαι πάντας, ὡς τῆς νυκτὸς πορευσομένους, ὅπως ἅμα τῇ ἡμέρᾳ πρὸς τὸν Κιθαιρῶνα ἀναβαίνοιεν. ἐπεὶ δʼ ἐδείπνησαν, πρὶν καθεύδειν παραγγείλαντες ἀκολουθεῖν, ἡγοῦντο εὐθὺς ἀφʼ ἑσπέρας τὴν διὰ Κρεύσιος, τῷ λαθεῖν πιστεύοντες μᾶλλον ἢ ταῖς σπονδαῖς.

他虽然如此陈说,其实大概是在谋划让双方相互对立,从而两方都不得不有求于他。拉刻代蒙人听罢其言,遂请其出面斡旋停战;当获报停战协议已经达成时,军务官们便下令众人用过晚饭后收拾行装,以便趁夜行军,在拂晓时登上基泰隆山。待他们用过晚饭,尚未就寝便传令随军前行,自傍晚起便立即沿经由克劳西斯的道路进发,他们信赖隐匿行踪更甚于信赖停战协议。

§6.4.26

μάλα δὲ χαλεπῶς πορευόμενοι, οἷα δὴ ἐν νυκτί τε καὶ ἐν φόβῳ ἀπιόντες καὶ χαλεπὴν ὁδόν, εἰς Αἰγόσθενα τῆς Μεγαρικῆς ἀφικνοῦνται. ἐκεῖ δὲ περιτυγχάνουσι τῷ μετὰ Ἀρχιδάμου στρατεύματι. ἔνθα δὴ ἀναμείνας, ἕως καὶ οἱ σύμμαχοι πάντες παρεγένοντο, ἀπῆγε πᾶν ὁμοῦ τὸ στράτευμα μέχρι Κορίνθου· ἐκεῖθεν δὲ τοὺς μὲν συμμάχους ἀφῆκε, τοὺς δὲ πολίτας οἴκαδε ἀπήγαγεν.

他们行军极为艰难,盖因在黑夜与恐惧中退却,且行经崎岖险道,最终抵达了墨加利斯境内的埃戈斯忒纳。在那里,他们与阿基达摩斯统率的援军汇合。他在该处驻留,直至全体盟军尽数赶到,方率领全军一同撤至科林斯;从那里,他遣散了盟军,并率本邦公民返回家园。

§6.4.27

ὁ μέντοι Ἰάσων ἀπιὼν διὰ τῆς Φωκίδος Ὑαμπολιτῶν μὲν τό τε προάστιον εἷλε καὶ τὴν χώραν ἐπόρθησε καὶ ἀπέκτεινε πολλούς· τὴν δʼ ἄλλην Φωκίδα διῆλθεν ἀπραγμόνως. ἀφικόμενος δὲ εἰς Ἡράκλειαν κατέβαλε τὸ Ἡρακλεωτῶν τεῖχος, δῆλον ὅτι οὐ τοῦτο φοβούμενος, μή τινες ἀναπεπταμένης ταύτης τῆς παρόδου πορεύσοιντο ἐπὶ τὴν ἐκείνου δύναμιν, ἀλλὰ μᾶλλον ἐνθυμούμενος μή τινες τὴν Ἡράκλειαν ἐπὶ στενῷ οὖσαν καταλαβόντες εἴργοιεν αὐτόν, εἴ ποι βούλοιτο τῆς Ἑλλάδος πορεύεσθαι.

然而伊阿宋在取道佛客西斯返程途中,攻占了许安波利斯人的郊区,蹂躏了其国土并斩杀甚众;但佛客西斯的其他地区他皆平安穿过。当抵达赫拉克利亚时,他拆毁了赫拉克利亚人的城墙,显然并非担心在通道洞开后会有人进犯其权势领地,而是更多考虑到倘若有人扼守位于隘口的赫拉克利亚,日后他若欲进军希腊任何地方,可能会遭到阻拦。

§6.4.28

ἐπεὶ δὲ ἀπῆλθε πάλιν εἰς τὴν Θετταλίαν, μέγας μὲν ἦν καὶ διὰ τὸ τῷ νόμῳ Θετταλῶν ταγὸς καθεστάναι καὶ διὰ τὸ μισθοφόρους πολλοὺς τρέφειν περὶ αὑτὸν καὶ πεζοὺς καὶ ἱππέας, καὶ τούτους ἐκπεπονημένους ὡς ἂν κράτιστοι εἶεν· ἔτι δὲ μείζων καὶ διὰ τὸ συμμάχους πολλοὺς τοὺς μὲν ἤδη εἶναι αὐτῷ, τοὺς δὲ καὶ ἔτι βούλεσθαι γίγνεσθαι. μέγιστος δʼ ἦν τῶν καθʼ αὑτὸν τῷ μηδʼ ὑφʼ ἑνὸς εὐκαταφρόνητος εἶναι.4

当他回到色萨利时,他因依据色萨利人的法律被确立为最高统领(塔戈斯),又因在身边蓄养着大量步兵和骑兵雇佣军,且将他们操练得无与伦比,因而声势浩大;更因已拥戴他的盟友甚多,且尚有诸邦渴求与之结盟,他的权势更为强盛。而在同代人中,他之所以最为伟大,乃在于无一人敢对他有所轻慢。

语法注4 条
  1. 6.4.22ἄνωθεν μὲν ἐκεῖνον σὺν τῷ ξενικῷ, σφᾶς δὲ ἀντιπροσώπους

    承接前文属格独立结构 λεγόντων τῶν Θηβαίων ὡς 的宾格加不定式结构(省去了动词)。动词 ἐπιτίθεσθαι 被默示补出,ἐκεῖνον(伊阿宋)与间接反身代词 σφᾶς(底比斯人自身)分别充当两个并列分句的宾格主语。

  2. 6.4.23οἴεσθαι οὖν χρὴ καὶ Λακεδαιμονίους ἄν, εἰ ἀναγκάζοιντο ἐκγενέσθαι τοῦ ζῆν, ἀπονοηθέντας διαμάχεσθαι

    小词 ἄν 修饰间接引语中的不定式 διαμάχεσθαι,代表原初带有 ἄν 的希求式(或过去直陈式)。条件从句 εἰ ἀναγκάζοιντο 使用希求式,表示假设性的潜能推测,即拉刻代蒙人若被迫入绝境,便会孤注一掷殊死战斗。

  3. 6.4.24μείζους γεγενημένους τοῖς ἀηττήτοις οὕτως εἰς μάχην ἰέναι

    与格 τοῖς ἀηττήτοις(“针对未尝败绩者”)作短语 εἰς μάχην ἰέναι 的对抗或交锋对象与格。前面的宾格分词列(ἀναπνεύσαντας 等)则是修饰不定式 ἰέναι 逻辑主语(拉刻代蒙人)的宾格成分。

  4. 6.4.28τῷ μηδʼ ὑφʼ ἑνὸς εὐκαταφρόνητος εἶναι

    带冠词不定式与格 τῷ εἶναι 表原因(“因不被任何人轻慢”)。形容词 εὐκαταφρόνητος(“易受轻视的”)带有被动语态色彩,故连用表示施动者的介词短语 ὑφʼ ἑνός(“被任何人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.4.22-6.4.28