- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.3.13-6.3.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡利斯特拉托斯力陈雅典与斯巴达结盟之益,呼吁趁双方力量尚充实时缔和,和约遂获通过;但在签字阶段,因底比斯要求代表整个彼奥提亚起誓而遭排除。
εἶεν. τί μὴν ἥκομεν; ὅτι μὲν οὖν οὐκ ἀποροῦντες, γνοίητε ἄν, εἰ μὲν βούλεσθε, πρὸς τὰ κατὰ θάλατταν ἰδόντες, εἰ δὲ βούλεσθε, πρὸς τὰ κατὰ γῆν ἐν τῷ παρόντι. τί μήν ἐστιν; εὔδηλον ὅτι εἰ τῶν συμμάχων τινὲς οὐκ ἀρεστὰ πράττουσιν ἡμῖν ἢ ὑμῖν ἀρεστά. ἴσως δὲ καὶ βουλοίμεθʼ ἂν ὧν ἕνεκα περιεσώσατε ἡμᾶς ἃ ὀρθῶς ἔγνωμεν ὑμῖν ἐπιδεῖξαι.1
那么,我们究竟因何而来?我们绝非陷入困顿,这一点只要你们愿意,看看目前的海上局势,或者看看陆上的局势,便可明了。那么究竟是为了什么?显然是因为某些盟邦的所作所为,既不合我们的意,也不合你们的意。或许我们也是希望借此向你们表明我们认为正确的道理,以回报你们当年对我们的保全之恩。
ἵνα δὲ καὶ τοῦ συμφόρου ἔτι ἐπιμνησθῶ, εἰσὶ μὲν δήπου πασῶν τῶν πόλεων αἱ μὲν τὰ ὑμέτερα, αἱ δὲ τὰ ἡμέτερα φρονοῦσαι, καὶ ἐν ἑκάστῃ πόλει οἱ μὲν λακωνίζουσιν, οἱ δὲ ἀττικίζουσιν. εἰ οὖν ἡμεῖς φίλοι γενοίμεθα, πόθεν ἂν εἰκότως χαλεπόν τι προσδοκήσαιμεν; καὶ γὰρ δὴ κατὰ γῆν μὲν τίς ἂν ὑμῶν φίλων ὄντων ἱκανὸς γένοιτο ἡμᾶς λυπῆσαι; κατὰ θάλαττάν γε μὴν τίς ἂν ὑμᾶς βλάψαι τι ἡμῶν ὑμῖν ἐπιτηδείων ὄντων;
此外,容我再谈谈利益问题:想必在所有城邦中,一部分心向你们,另一部分心向我们,且在每一个城邦内部,都有亲拉科尼亚派和亲阿提卡派。因此,倘若我们成为朋友,我们理应从何处预料到任何祸患呢?事实上,有你们作为朋友,陆上谁能足以使我们苦恼?而在海上,有我们对你们怀有善意,谁又能对你们造成丝毫伤害呢?
ἀλλὰ μέντοι ὅτι μὲν πόλεμοι ἀεί ποτε γίγνονται καὶ ὅτι καταλύονται πάντες ἐπιστάμεθα, καὶ ὅτι ἡμεῖς, ἂν μὴ νῦν, ἀλλʼ αὖθίς ποτε εἰρήνης ἐπιθυμήσομεν. τί οὖν δεῖ ἐκεῖνον τὸν χρόνον ἀναμένειν, ἕως ἂν ὑπὸ πλήθους κακῶν ἀπείπωμεν, μᾶλλον ἢ οὐχ ὡς τάχιστα πρίν τι ἀνήκεστον γενέσθαι τὴν εἰρήνην ποιήσασθαι;2
然而,我们大家都知道,战争总是不免发生,但也终归平息,我们即便不是在眼下,在未来的某个时候也会渴望和平。那么,我们为何要等待那个时刻,直到被无数的祸害逼得筋疲力竭,而不是在无可挽回的事情发生之前,尽快缔结和平呢?
ἀλλὰ μὴν οὐδʼ ἐκείνους ἔγωγε ἐπαινῶ οἵτινες ἀγωνισταὶ γενόμενοι καὶ νενικηκότες ἤδη πολλάκις καὶ δόξαν ἔχοντες οὕτω φιλονεικοῦσιν ὥστε οὐ πρότερον παύονται, πρὶν ἂν ἡττηθέντες τὴν ἄσκησιν καταλύσωσιν, οὐδέ γε τῶν κυβευτῶν οἵτινες αὖ ἐὰν ἕν τι ἐπιτύχωσι, περὶ διπλασίων κυβεύουσιν· ὁρῶ γὰρ καὶ τῶν τοιούτων τοὺς πλείους ἀπόρους παντάπασι γιγνομένους.
确实,我个人既不称赞那些身为竞技选手、屡获胜利且已享有盛誉,却好胜心切直到战败断送竞技生涯才肯罢手的人,也不称赞那些一朝得手便要押上加倍赌注掷骰的赌徒;因为我看到这类人大多数落得彻底一贫如洗。
ἃ χρὴ καὶ ἡμᾶς ὁρῶντας εἰς μὲν τοιοῦτον ἀγῶνα μηδέποτε καταστῆναι, ὥστʼ ἢ πάντα λαβεῖν ἢ πάντʼ ἀποβαλεῖν, ἕως δὲ καὶ ἐρρώμεθα καὶ εὐτυχοῦμεν, φίλους ἀλλήλοις γενέσθαι. οὕτω γὰρ ἡμεῖς τʼ ἂν διʼ ὑμᾶς καὶ ὑμεῖς διʼ ἡμᾶς ἔτι μείζους ἢ τὸν παρελθόντα χρόνον ἐν τῇ Ἑλλάδι ἀναστρεφοίμεθα.
我们目睹这些,也决不应当陷入要么全得、要么全失的博弈之中,而应当趁着我们尚且强盛且幸运之时,彼此结为朋友。因为如此一来,我们借由你们,你们借由我们,在希腊行事将比以往任何时候更加威震四方。”
δοξάντων δὲ τούτων καλῶς εἰπεῖν,3 ἐψηφίσαντο καὶ οἱ Λακεδαιμόνιοι δέχεσθαι τὴν εἰρήνην, ἐφʼ ᾧ τούς τε ἁρμοστὰς ἐκ τῶν πόλεων ἐξάγειν, τά τε στρατόπεδα διαλύειν καὶ τὰ ναυτικὰ καὶ τὰ πεζικά, τάς τε πόλεις αὐτονόμους ἐᾶν. εἰ δέ τις παρὰ ταῦτα ποιοίη, τὸν μὲν βουλόμενον βοηθεῖν ταῖς ἀδικουμέναις πόλεσι, τῷ δὲ μὴ βουλομένῳ μὴ εἶναι ἔνορκον συμμαχεῖν τοῖς ἀδικουμένοις.
由于众人认为这些人说得入情入理,拉刻代蒙人也表决赞成接受和平,条件是从各城邦撤出总督,解散陆海军兵力,准许各城邦自治。若有人违反这些条款,愿施以援手者可援助受侵害的城邦,但不愿者则不受誓约约束去助受害者作战。
ἐπὶ τούτοις ὤμοσαν Λακεδαιμόνιοι μὲν ὑπὲρ αὑτῶν καὶ τῶν συμμάχων, Ἀθηναῖοι δὲ καὶ οἱ σύμμαχοι κατὰ πόλεις ἕκαστοι. ἀπογραψάμενοι δʼ ἐν ταῖς ὀμωμοκυίαις πόλεσι καὶ οἱ Θηβαῖοι, προσελθόντες πάλιν τῇ ὑστεραίᾳ οἱ πρέσβεις αὐτῶν ἐκέλευον μεταγράφειν ἀντὶ Θηβαίων Βοιωτοὺς ὀμωμοκότας. ὁ δὲ Ἀγησίλαος ἀπεκρίνατο ὅτι μεταγράψει μὲν οὐδὲν ὧν τὸ πρῶτον ὤμοσάν τε καὶ ἀπεγράψαντο· εἰ μέντοι μὴ βούλοιντο ἐν ταῖς σπονδαῖς εἶναι, ἐξαλείφειν ἂν ἔφη, εἰ κελεύοιεν.
在此基础之上,拉刻代蒙人代表他们自己及其盟邦起誓,而雅典人及其盟邦则逐邦各自起誓。底比斯人也登记在起誓的城邦名册中,但次日他们的使节再次前来,要求修改记录,将起誓者由“底比斯人”改为“彼奥提亚人”。阿格西劳斯则回答说,对于他们最初所起之誓和登记的内容,他绝不做任何修改;然而,如果他们不愿留在条约之中,他说只要他们吩咐,他便将他们从名册中抹去。
οὕτω δὴ εἰρήνην τῶν ἄλλων πεποιημένων, πρὸς δὲ Θηβαίους μόνους ἀντιλογίας οὔσης, οἱ μὲν Ἀθηναῖοι οὕτως εἶχον τὴν γνώμην ὡς νῦν Θηβαίους τὸ λεγόμενον δὴ δεκατευθῆναι4 ἐλπὶς εἴη, αὐτοὶ δὲ οἱ Θηβαῖοι παντελῶς ἀθύμως ἔχοντες ἀπῆλθον.
这样,在其他人皆已达成和平,唯独对底比斯人产生争执的情形下,雅典人心里认定,底比斯人眼下很有希望遭到所谓的“献出什一税”(即被彻底摧毁),而底比斯人自己则满怀沮丧地离去了。
- 6.3.13ὧν ἕνεκα περιεσώσατε ἡμᾶς ἃ ὀρθῶς ἔγνωμεν ὑμῖν ἐπιδεῖξαι
关系代词 ὧν 吸收了先行词 τούτων,短语 ὧν ἕνεκα 在此意为“作为对你们当初保全我们的回报”。关系从句 ἃ ὀρθῶς ἔγνωμεν(我们认为正确的道理)作为不定式 ἐπιδεῖξαι 的宾语,依附于谓语 βουλοίμεθʼ ἄν,意即表明自认为对斯巴达有益的真知灼见以酬旧恩。
- 6.3.15μᾶλλον ἢ οὐχ ὡς τάχιστα πρίν τι ἀνήκεστον γενέσθαι τὴν εἰρήνην ποιήσασθαι
在表示比较的 μᾶλλον ἤ 之后加入了冗余否定词 οὐχ 的特殊句式。此处的 οὐχ 并不起实际否定作用,整个结构表达的是强烈的肯定偏向,即“而不是尽可能快地缔结和平”。
- 6.3.18δοξάντων δὲ τούτων καλῶς εἰπεῖν
属格独立结构,代词 τούτων 指代发言的演说者们(雅典使节),作为分词 δοξάντων 的主语,并带补足不定式 καλῶς εἰπεῖν(精妙地陈词),即人称句式“当这些人被认为说得极好时”,而非无人称句式。
- 6.3.20τὸ λεγόμενον δὴ δεκατευθῆναι
动词 δεκατευθῆναι 字面意为“抽缴什一税”,实为源自希波战争时期的熟语,特指对投敌城邦处以彻底毁灭、并将其财产的十分之一奉献给德尔斐阿波罗神的严厉惩罚。副词性短语 τὸ λεγόμενον δή(正如俗话所说)表明这是一句成语或历史典故的引用。
