- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.3.7-6.3.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典使节奥托克勒斯严厉斥责了斯巴达的霸权主义及其虚伪的城邦自治政策,随后卡利斯特拉托斯发言,在承认双方既往过失的同时,呼吁基于共同利益缔结务实的和平。
μετὰ τοῦτον Αὐτοκλῆς, μάλα δοκῶν ἐπιστρεφὴς εἶναι ῥήτωρ, ὧδε ἠγόρευεν· ἄνδρες Λακεδαιμόνιοι, ὅτι μὲν ἃ μέλλω λέγειν οὐ πρὸς χάριν ὑμῖν ῥηθήσεται οὐκ ἀγνοῶ· ἀλλὰ δοκεῖ μοι, οἵτινες βούλονται, ἣν ἂν ποιήσωνται φιλίαν, ταύτην ὡς πλεῖστον χρόνον διαμένειν, διδακτέον εἶναι ἀλλήλους τὰ αἴτια τῶν πολέμων.1 ὑμεῖς δὲ ἀεὶ μέν φατε· αὐτονόμους τὰς πόλεις χρὴ εἶναι, αὐτοὶ δʼ ἐστὲ μάλιστα ἐμποδὼν τῇ αὐτονομίᾳ. συντίθεσθε μὲν γὰρ πρὸς τὰς συμμαχίδας πόλεις τοῦτο πρῶτον, ἀκολουθεῖν ὅποι ἂν ὑμεῖς ἡγῆσθε.
在他之后,被公认为极为犀利的演说家奥托克勒斯这样陈词:“拉刻代蒙的男人们,我将要说的这些话不会中你们的意,对此我心知肚明;但在我看来,凡是希望彼此结下的友谊能够保持得尽可能长久的人,就必须相互指明战争的根源。你们总是口口声声说‘各城邦应当享有自治’,但你们自己却是自治的最大阻碍。因为你们与同盟诸邦订约时,首要的一条就是‘凡你们引路之处,盟邦必须跟随’。
καίτοι τί τοῦτο αὐτονομίᾳ προσήκει; ποιεῖσθε δὲ πολεμίους οὐκ ἀνακοινούμενοι τοῖς συμμάχοις, καὶ ἐπὶ τούτους ἡγεῖσθε· ὥστε πολλάκις ἐπὶ τοὺς εὐμενεστάτους ἀναγκάζονται στρατεύειν οἱ λεγόμενοι αὐτόνομοι εἶναι. ἔτι δὲ τὸ πάντων ἐναντιώτατον αὐτονομίᾳ, καθίστατε ἔνθα μὲν δεκαρχίας, ἔνθα δὲ τριακονταρχίας· καὶ τούτων τῶν ἀρχόντων ἐπιμελεῖσθε οὐχ ὅπως νομίμως ἄρχωσιν, ἀλλʼ ὅπως δύνωνται βίᾳ κατέχειν τὰς πόλεις. ὥστʼ ἐοίκατε τυραννίσι μᾶλλον ἢ πολιτείαις ἡδόμενοι.
然而这与自治又有何相干?并且你们在不与盟邦商议的情况下自行树敌,并率领盟邦讨伐这些敌人;结果,那些号称自治的城邦,常常被迫去进攻对自己最为友善的人。再者,最与自治背道而驰的是,你们在有的地方设立‘十人统治’,在另一些地方设立‘三十人统治’;对于这些统治者,你们关心的不是他们能否依宪治邦,而是他们能否以强力压制城邦。因此,你们看起来喜欢僭主政体甚于合宪政体。
καὶ ὅτε μὲν βασιλεὺς προσέταττεν αὐτονόμους τὰς πόλεις εἶναι, μάλα γιγνώσκοντες ἐφαίνεσθε ὅτι εἰ μὴ ἐάσοιεν οἱ Θηβαῖοι ἑκάστην τῶν πόλεων ἄρχειν τε ἑαυτῆς καὶ οἷς ἂν βούληται νόμοις χρῆσθαι, οὐ ποιήσουσι κατὰ τὰ βασιλέως γράμματα· ἐπεὶ δὲ παρελάβετε τὴν Καδμείαν, οὐδʼ αὐτοῖς Θηβαίοις ἐπετρέπετε αὐτονόμους εἶναι. δεῖ δὲ τοὺς μέλλοντας φίλους ἔσεσθαι οὐ παρὰ τῶν ἄλλων μὲν ἀξιοῦν τῶν δικαίων τυγχάνειν, αὐτοὺς δὲ ὅπως ἂν πλεῖστα δύνωνται πλεονεκτοῦντας φαίνεσθαι.
当大王下令各城邦自治时,你们显得十分清楚:底比斯人若不准许各城邦自主治理并行使其愿意使用的法律,就是违背了大王的谕旨;然而当你们夺取卡德摩亚卫城时,你们却连底比斯人自己的自治也不予允许。然而,打算成为朋友的人,决不能一方面要求从他人那里获得公道,另一方面自己却显得在尽可能多地侵占便宜。”
ταῦτα εἰπὼν σιωπὴν μὲν παρὰ πάντων ἐποίησεν, ἡδομένους δὲ τοὺς ἀχθομένους τοῖς Λακεδαιμονίοις ἐποίησε. μετὰ τοῦτον Καλλίστρατος ἔλεξεν· ἀλλʼ ὅπως μέν, ὦ ἄνδρες Λακεδαιμόνιοι, οὐκ ἐγγεγένηται ἁμαρτήματα καὶ ἀφʼ ἡμῶν καὶ ἀφʼ ὑμῶν ἐγὼ μὲν οὐκ ἂν ἔχειν μοι δοκῶ εἰπεῖν·2 οὐ μέντοι οὕτω γιγνώσκω ὡς τοῖς ἁμαρτάνουσιν οὐδέποτε ἔτι χρηστέον· ὁρῶ γὰρ τῶν ἀνθρώπων οὐδένα ἀναμάρτητον διατελοῦντα. δοκοῦσι δέ μοι καὶ εὐπορώτεροι ἐνίοτε γίγνεσθαι ἅνθρωποι ἁμαρτάνοντες, ἄλλως τε καὶ ἐὰν κολασθῶσιν ὑπὸ τῶν ἁμαρτημάτων, ὡς ἡμεῖς.
他说完这番话后,使在座众人一片肃静,却让那些对拉刻代蒙人深怀不满的人感到快意。在他之后,卡利斯特拉托斯发言道:“拉刻代蒙的男人们,若要说在我们这方和你们那方都没有过失发生,我自以为是说不出口的。然而,我决不认为我们便再也不应与犯过错的人交往;因为我看到没有哪个人一生能够始终不犯过错。在我看来,人们在犯过错之后有时反倒变得更富于智慧,特别是若像我们一样受到了过失的惩诫的话。
καὶ ὑμῖν δὲ ἔγωγε ὁρῶ διὰ τὰ ἀγνωμόνως πραχθέντα ἔστιν ὅτε πολλὰ ἀντίτυπα γιγνόμενα· ὧν ἦν καὶ ἡ καταληφθεῖσα ἐν Θήβαις Καδμεία· νῦν γοῦν, ὡς ἐσπουδάσατε αὐτονόμους τὰς πόλεις γενέσθαι, πᾶσαι πάλιν, ἐπεὶ ἠδικήθησαν οἱ Θηβαῖοι, ἐπʼ ἐκείνοις γεγένηνται. ὥστε πεπαιδευμένους ἡμᾶς ὡς τὸ πλεονεκτεῖν ἀκερδές ἐστι νῦν ἐλπίζω πάλιν μετρίους ἐν τῇ πρὸς ἀλλήλους φιλίᾳ ἔσεσθαι.
我同样看到,你们由于行事鲁莽,有时也会招致许多挫折;在底比斯被占领的卡德摩亚卫城便是其中之一。至少在眼下,尽管你们热切希望各城邦获得自治,但由于底比斯人遭受了不义之举,所有城邦反而再次落入了底比斯人的掌控之中。因此,既然我们已经吸取教训,明白贪得无厌毫无益处,我期盼我们如今能在彼此的友谊中重新保持克制。
ἃ δὲ βουλόμενοί τινες ἀποτρέπειν τὴν εἰρήνην διαβάλλουσιν,3 ὡς ἡμεῖς οὐ φιλίας δεόμενοι, ἀλλὰ φοβούμενοι μὴ Ἀνταλκίδας ἔλθῃ ἔχων παρὰ βασιλέως χρήματα, διὰ τοῦθʼ ἥκομεν, ἐνθυμήθητε ὡς φλυαροῦσι. βασιλεὺς μὲν γὰρ δήπου ἔγραψε πάσας τὰς ἐν τῇ Ἑλλάδι πόλεις αὐτονόμους εἶναι· ἡμεῖς δὲ ταὐτὰ ἐκείνῳ λέγοντές τε καὶ πράττοντες τί ἂν φοβοίμεθα βασιλέα; ἢ τοῦτο οἴεταί τις, ὡς ἐκεῖνος βούλεται χρήματα ἀναλώσας ἄλλους μεγάλους ποιῆσαι μᾶλλον ἢ ἄνευ δαπάνης ἃ ἔγνω ἄριστα εἶναι, ταῦτα ἑαυτῷ πεπρᾶχθαι;
至于某些企图阻挠和平的人所进的谗言——说什么我们前来并非出于对友谊的渴望,而是畏惧安塔尔基达斯会带着大王的资财归来——请你们想想这纯属何等无稽之谈。因为大王想必已经明文规定希腊的所有城邦都应当自治;而我们在言行上皆与大王一致,我们又何惧大王之有?抑或有人当真以为,大王会宁愿花费资财使他人坐大,而不愿分文不费地使他认定的最善之事为自己得以实现吗?”
- 6.3.7διδακτέον εἶναι ἀλλήλους τὰ αἴτια τῶν πολέμων
由 διδάσκω 派生的动词性形容词 διδακτέον 与无人称的 εἶναι 连用,表示“必须相互指明”。它承袭了动词 διδάσκω 接双宾格的用法,使人(ἀλλήλους)与事(τὰ αἴτια)皆置于宾格。句首的关系从句 οἵτινες βούλονται... 充当 διδακτέον 的逻辑主语(施事)。
- 6.3.10οὐκ ἂν ἔχειν μοι δοκῶ εἰπεῖν
此句为带语气小词 ἄν 的人称句构(δοκῶ 搭配不定词 ἔχειν),与主格代词 ἐγώ 一致。其逻辑语义相当于 οὐκ ἂν ἔχοιμι εἰπεῖν(“我自认无法说出”),以委婉、谨慎的语气提出主张。前方的 ὅπως 从句整体充当 ἔχειν εἰπεῖν(“能够说出”)的宾语。
- 6.3.12ἃ δὲ βουλόμενοί τινες ἀποτρέπειν τὴν εἰρήνην διαβάλλουσιν
关系从句 ἃ ... διαβάλλουσιν 提至句首(先取句构,prolepsis)充当话题提示。其具体指责的内容由随后的 ὡς 从句(ὡς ἡμεῖς οὐ φιλίας δεόμενοι...)展开,并统属至主句祈使动词 ἐνθυμήθητε(“请考虑”)及其宾语从句 ὡς φλυαροῦσι(“他们是多么胡说八道”)。
