← 色诺芬

希腊史

§6.3.1-6.3.6

雅典遣使议和与卡利亚斯的演说

雅典因底比斯的暴行而决意与拉刻代蒙议和并派出使团,首席使节卡利亚斯以两邦共同的愤慨和古老宗教渊源为据,呼吁缔结和平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.1

οἱ δὲ Ἀθηναῖοι, ἐκπεπτωκότας μὲν ὁρῶντες ἐκ τῆς Βοιωτίας Πλαταιᾶς, φίλους ὄντας, καὶ καταπεφευγότας πρὸς αὑτούς, ἱκετεύοντας δὲ Θεσπιᾶς μὴ σφᾶς περιιδεῖν ἀπόλιδας γενομένους, οὐκέτι ἐπῄνουν τοὺς Θηβαίους, ἀλλὰ πολεμεῖν μὲν αὐτοῖς τὰ μὲν ᾐσχύνοντο, τὰ δὲ ἀσυμφόρως ἔχειν ἐλογίζοντο· κοινωνεῖν γε μὴν αὐτοῖς ὧν ἔπραττον οὐκέτι ἤθελον, ἐπεὶ ἑώρων στρατεύοντάς τε αὐτοὺς ἐπὶ φίλους ἀρχαίους τῇ πόλει Φωκέας, καὶ πόλεις πιστάς τʼ ἐν τῷ πρὸς τὸν βάρβαρον πολέμῳ καὶ φίλας ἑαυτοῖς ἀφανίζοντας.

雅典人眼见自己的友人普拉提亚人被逐出维奥蒂亚并逃难至自己这里,又见忒斯庇埃人恳求不要坐视他们沦为无家可归之人,遂不再赞许底比斯人。然而向底比斯人开战,一方面他们感到问心有愧,另一方面又认为于己不利;但他们绝不愿再与底比斯人的所作所为同流合污,因为他们看见底比斯人出兵攻打城邦昔日的友人福基斯人,并毁灭了那些在希波战争中保持忠诚、对雅典怀有友谊的城邦。

§6.3.2

ἐκ τούτων δὲ ψηφισάμενος ὁ δῆμος εἰρήνην ποιεῖσθαι, πρῶτον μὲν εἰς Θήβας πρέσβεις ἔπεμψε παρακαλοῦντας ἀκολουθεῖν, εἰ βούλοιντο, εἰς Λακεδαίμονα περὶ εἰρήνης· ἔπειτα δὲ ἐξέπεμψαν καὶ αὐτοὶ πρέσβεις. ἦν δὲ τῶν αἱρεθέντων Καλλίας Ἱππονίκου, Αὐτοκλῆς Στρομβιχίδου, Δημόστρατος Ἀριστοφῶντος, Ἀριστοκλῆς, Κηφισόδοτος, Μελάνωπος, Λύκαιθος.

在此情形下,公民大会投票决定缔结和平,首先派遣使节前往底比斯,邀请他们若是愿意,一同前往拉刻代蒙商议和平;随后他们自己也派出了使节。当选者中有希波尼库斯之子卡利亚斯、斯特隆比基得斯之子奥托克勒斯、阿里斯托丰之子德谟斯特拉托斯、阿里斯托克勒斯、刻菲索多托斯、梅拉诺普斯和吕凯图斯。

§6.3.3

καὶ Καλλίστρατος δὲ ὁ δημηγόρος παρῆν· ὑποσχόμενος γὰρ Ἰφικράτει, εἰ αὐτὸν ἀφείη, ἢ χρήματα πέμψειν τῷ ναυτικῷ ἢ εἰρήνην ποιήσειν, οὕτως Ἀθήνησί τε ἦν καὶ ἔπραττε περὶ εἰρήνης· ἐπεὶ δὲ κατέστησαν ἐπὶ τοὺς ἐκκλήτους τε τῶν Λακεδαιμονίων καὶ τοὺς συμμάχους, πρῶτος ἔλεξεν αὐτῶν Καλλίας ὁ δᾳδοῦχος. ἦν δʼ οὗτος οἷος μηδὲν ἧττον ἥδεσθαι ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλων ἐπαινούμενος·1 καὶ τότε δὴ ἤρξατο ὧδέ πως.

民众演说家卡利斯特拉托斯也在使团之中;因为他曾向伊菲克拉特斯许诺,若放他回去,他要么为舰队送去款项,要么促成和平,因而他留在雅典并致力于实现和平。当他们来到拉刻代蒙人的特别使节委员会和盟邦代表面前时,火炬手卡利亚斯在众人中率先发言。此人不论是受到自己称赞还是受到他人称赞,都同样欣喜自得;当时他大致这样开场:

§6.3.4

ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν μὲν προξενίαν ὑμῶν οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πατρὸς πατὴρ πατρῴαν ἔχων παρεδίδου τῷ γένει. βούλομαι δὲ καὶ τοῦτο ὑμῖν δηλῶσαι, ὡς ἔχουσα ἡ πόλις διατελεῖ πρὸς ἡμᾶς. ἐκείνη γάρ, ὅταν μὲν πόλεμος ᾖ, στρατηγοὺς ἡμᾶς αἱρεῖται, ὅταν δὲ ἡσυχίας ἐπιθυμήσῃ, εἰρηνοποιοὺς ἡμᾶς ἐκπέμπει. κἀγὼ πρόσθεν δὶς ἤδη ἦλθον περὶ πολέμου καταλύσεως, καὶ ἐν ἀμφοτέραις ταῖς πρεσβείαις διεπραξάμην καὶ ὑμῖν καὶ ἡμῖν εἰρήνην· νῦν δὲ τρίτον ἥκω, καὶ ἡγοῦμαι πολὺ δικαιότατα νῦν ἂν διαλλαγῆς τυχεῖν.

“拉刻代蒙的男人们,对于你们的代权官职务,不仅我一人担任,连我祖父也是承袭祖宗之职而将其传与我们家族的。我还想向你们表明,我们城邦始终对我们持何种态度。当战事发生时,她选任我们为将帅;当她渴望安宁时,便派遣我们为媾和使节。我本人此前已曾两度为平息战事而来,在这两次出使中,我都为你们和我们争得了和平;如今我第三次来到这里,并深信现在达成和解远比以往任何时候都更加公正合理。

§6.3.5

ὁρῶ γὰρ οὐκ ἄλλα μὲν ὑμῖν, ἄλλα δὲ ἡμῖν δοκοῦντα, ἀλλʼ ὑμᾶς τε ἀχθομένους καὶ ἡμᾶς τῇ Πλαταιῶν καὶ Θεσπιῶν ἀναιρέσει. πῶς οὖν οὐκ εἰκὸς τὰ αὐτὰ γιγνώσκοντας φίλους μᾶλλον ἀλλήλοις ἢ πολεμίους εἶναι; καὶ σωφρόνων μὲν δήπου ἐστὶ μηδὲ εἰ μικρὰ τὰ διαφέροντα εἴη πόλεμον ἀναιρεῖσθαι· εἰ δὲ δὴ καὶ ὁμογνωμονοῖμεν, οὐκ ἂν πάνυ τῶν θαυμαστῶν εἴη μὴ εἰρήνην ποιεῖσθαι;

因为我看到,你们的见解与我们的见解并非相左,而是你们和我们都对普拉提亚与忒斯庇埃的覆灭感到愤慨。既然如此,所见略同的人彼此成为朋友而非仇敌,岂不是理所当然的吗?况且对于明智之人而言,哪怕分歧微不足道,本也不该轻启战端;如果我们连见解都完全一致,若不缔结和平,岂非咄咄怪事?

§6.3.6

δίκαιον μὲν οὖν ἦν μηδὲ ὅπλα ἐπιφέρειν ἀλλήλοις ἡμᾶς, ἐπεὶ λέγεται μὲν Τριπτόλεμος ὁ ἡμέτερος πρόγονος τὰ Δήμητρος καὶ Κόρης ἄρρητα ἱερὰ πρώτοις ξένοις δεῖξαι Ἡρακλεῖ τε τῷ ὑμετέρῳ ἀρχηγέτῃ καὶ Διοσκούροιν τοῖν ὑμετέροιν πολίταιν, καὶ τοῦ Δήμητρος δὲ καρποῦ εἰς πρώτην τὴν Πελοπόννησον σπέρμα δωρήσασθαι. πῶς οὖν δίκαιον ἢ ὑμᾶς, παρʼ ὧν ἐλάβετε σπέρματα, τὸν τούτων ποτὲ καρπὸν ἐλθεῖν δῃώσοντας, ἡμᾶς τε, οἷς ἐδώκαμεν, μὴ οὐχὶ βούλεσθαι2 ὡς πλείστην τούτοις ἀφθονίαν τροφῆς γενέσθαι; εἰ δὲ ἄρα ἐκ θεῶν πεπρωμένον ἐστὶ πολέμους ἐν ἀνθρώποις γίγνεσθαι, ἡμᾶς δὲ χρὴ3 ἄρχεσθαι μὲν αὐτοῦ ὡς σχολαίτατα, ὅταν δὲ γένηται, καταλύεσθαι ᾗ δυνατὸν τάχιστα.

原本我们甚至不当兵戎相见,因为相传我们的先祖特里普托勒摩斯将得墨忒耳与珀耳塞福涅的不传密仪,首先向作为外邦人的你们的始祖赫拉克勒斯与你们的公民狄奥斯库洛伊二兄弟传授,并且首先将得墨忒耳的谷物种子赠予了伯罗奔尼撒。既然如此,你们前来蹂躏那赠予你们种子的邦国的庄稼,而我们却不希望得到谷物的你们获得最丰盛的食粮,这又怎能说是合乎情理的呢?如果神明注定人间难免要发生战争,我们也当尽可能迟地发动它,而一旦战争发生,便当尽可能迅速地将其平息。”

语法注3 条
  1. 6.3.3ἦν δʼ οὗτος οἷος μηδὲν ἧττον ἥδεσθαι ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλων ἐπαινούμενος

    关系代名词 οἷος 搭配不定式(ἥδεσθαι)构成表特征或性情的句式(“他是那种……的人”)。分词 ἐπαινούμενος 与从句主语(以及不定式的逻辑主语)保持主格一致,并由两个表示施事者的介词短语修饰:ὑφʼ αὑτοῦ(“被自己”)与 ὑπʼ ἄλλων(“被他人”)。

  2. 6.3.6μὴ οὐχὶ βούλεσθαι

    由修辞反问句 πῶς οὖν δίκαιον...(“怎么会是公正合理的呢?”,隐含否定意义“绝不合理”)所引出,因此采用了带否定涵义句型中常见的 μὴ οὐ + 不定式 双重否定结构,表示“(我们)竟然不希望……”。

  3. 6.3.6ἡμᾶς δὲ χρὴ

    紧随条件从句(εἰ δὲ ἄρα ἐκ θεῶν πεπρωμένον ἐστὶ...)之后,主句开头使用了小词 δέ,属于典型的“结句 δέ(apodotic de)”用法,用于引出结论并强化条件与主句之间的对应与转折语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.3.1-6.3.6