- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.2.31-6.2.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊菲克拉特斯经凯法勒尼亚岛抵达科尔库拉,设伏截获了狄奥尼修斯派来的叙拉古援军舰队,并在筹措军资的同时平定周边地区。作者极力称赞他的治军谋略以及敢于任用政敌与名将作为同僚的非凡气度。
περὶ δὲ τὸν Μνασίππου θάνατον ἐτύγχανεν ὢν τῆς Λακωνικῆς περὶ τὰς Σφαγίας. εἰς τὴν Ἠλείαν δὲ ἀφικόμενος καὶ παραπλεύσας τὸ τοῦ Ἀλφειοῦ στόμα ὑπὸ τὸν Ἰχθῦν καλούμενον ὡρμίσατο. τῇ δʼ ὑστεραίᾳ ἐντεῦθεν ἀνήγετο ἐπὶ τῆς Κεφαλληνίας, οὕτω καὶ τεταγμένος καὶ τὸν πλοῦν ποιούμενος ὡς, εἰ δέοι, πάντα ὅσα χρὴ παρεσκευασμένος ναυμαχοίη. καὶ γὰρ τὰ περὶ τοῦ Μνασίππου αὐτόπτου μὲν οὐδενὸς ἠκηκόει, ὑπώπτευε δὲ μὴ ἀπάτης ἕνεκα λέγοιτο, καὶ ἐφυλάττετο· ἐπεὶ μέντοι ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, ἐνταῦθα δὴ σαφῶς ἐπύθετο, καὶ ἀνέπαυε τὸ στράτευμα.
姆纳西普斯阵亡之时,伊菲克拉特斯恰好在拉科尼亚境内的斯法吉埃附近。他到达厄利斯地区,驶过阿尔斐俄斯河口,在被称为“鱼”的岬角下泊锚。次日,他从那里起航前往凯法勒尼亚岛,在队形和航行方式上做好了随时以万全准备应战的布置。因为关于姆纳西普斯的事他尚未听任何目击者说过,怀疑这是为了欺诈而散布的言论,因而保持着戒备。然而,当他到达凯法勒尼亚岛时,在那里明确获悉了实情,便让军队休整。
οἶδα μὲν οὖν ὅτι ταῦτα πάντα, ὅταν οἴωνται ναυμαχήσειν ἄνθρωποι, καὶ ἀσκεῖται καὶ μελετᾶται· ἀλλὰ τοῦτο ἐπαινῶ, ὅτι ἐπεὶ ἀφικέσθαι ταχὺ ἔδει ἔνθα τοῖς πολεμίοις ναυμαχήσειν ᾤετο, ηὕρετο ὅπως μήτε διὰ τὸν πλοῦν ἀνεπιστήμονας εἶναι τῶν εἰς ναυμαχίαν μήτε διὰ τὸ ταῦτα μελετᾶν βραδύτερόν τι ἀφικέσθαι.1
我知道,凡当人们认为即将进行海战时,所有这些技巧都是要操练和演习的;但我赞赏的是,既然必须迅速赶往他料定要与敌人海战的地方,他却想出了一种办法,既不因航程而荒疏海战技能,也不因操练这些技能而耽误行程。
καταστρεψάμενος δὲ τὰς ἐν τῇ Κεφαλληνίᾳ πόλεις ἔπλευσεν εἰς Κέρκυραν. ἐκεῖ δὲ πρῶτον μὲν ἀκούσας ὅτι προσπλέοιεν δέκα τριήρεις παρὰ Διονυσίου, βοηθήσουσαι τοῖς Λακεδαιμονίοις, αὐτὸς ἐλθὼν καὶ σκεψάμενος τῆς χώρας ὅθεν τούς τε προσπλέοντας δυνατὸν ἦν ὁρᾶν καὶ τοὺς σημαίνοντας εἰς τὴν πόλιν καταφανεῖς εἶναι, ἐνταῦθα κατέστησε τοὺς σκοπούς.
在征服了凯法勒尼亚岛上的各城邦之后,他航向科尔库拉。在那里,他首先听说狄奥尼修斯派遣了十艘三列桨座战船前来援助拉刻代蒙人,便亲自前往查勘地形,在既能眺望来船、又能让发信号者对城内清晰可见的地点设立了岗哨。
κἀκείνοις μὲν συνέθετο προσπλεόντων τε καὶ ὁρμούντων ὡς δέοι σημαίνειν· αὐτὸς δὲ τῶν τριηράρχων προσέταξεν εἴκοσιν, οὓς δεήσοι, ἐπεὶ κηρύξειεν, ἀκολουθεῖν· εἰ δέ τις μὴ ἀκολουθήσοι, προεῖπε μὴ μέμψεσθαι τὴν δίκην. ἐπεὶ δʼ ἐσημάνθησαν προσπλέουσαι καὶ ἐκηρύχθη, ἀξία ἐγένετο θέας ἡ σπουδή· οὐδεὶς γὰρ ὅστις οὐ δρόμῳ τῶν μελλόντων πλεῖν εἰσέβη εἰς τὰς ναῦς.
他与哨兵约定好,敌船在驶来和泊锚时当如何发出信号;他自己则在三列桨座战船的舰长中指派了二十人,令其在号令下达后立即跟进;他还预先警告,若有人未能跟进,休要抱怨惩治。当敌船驶来的信号升起、号令下达之时,将士们的热忱蔚为壮观;因为在应当出航的人中,没有一个不是奔跑着登上战船的。
πλεύσας δὲ ἔνθα ἦσαν αἱ πολέμιαι τριήρεις, καταλαμβάνει ἀπὸ μὲν τῶν ἄλλων τριήρων εἰς τὴν γῆν τοὺς ἄνδρας ἐκβεβηκότας, Μελάνιππος μέντοι ὁ Ῥόδιος τοῖς τε ἄλλοις συνεβούλευε μὴ μένειν ἐνταῦθα καὶ αὐτὸς πληρωσάμενος τὴν ναῦν ἐξέπλει. ἐκεῖνος μὲν οὖν καίπερ ἀπαντῶν ταῖς Ἰφικράτους ναυσὶν ὅμως ἀπέφυγεν· αἱ δὲ ἀπὸ Συρακουσῶν νῆες ἅπασαι ἑάλωσαν αὐτοῖς ἀνδράσιν.2
当他驶抵敌方三列桨座战船所在之处时,发现其他战船上的士兵已经下船登岸;然而罗得岛人梅拉尼普斯劝告其他人不可留在原地,自己则配齐船员驾船出港。他虽然与伊菲克拉特斯的船队遭遇,却依然逃脱了;但来自叙拉古的船只全部连同乘员一同被俘。
ὁ μέντοι Ἰφικράτης τὰς μὲν τριήρεις ἀκρωτηριασάμενος ἕλκων κατηγάγετο εἰς τὸν τῶν Κερκυραίων λιμένα, τῶν δὲ ἀνδρῶν συνέβη ἑκάστῳ τακτὸν ἀργύριον ἀποτεῖσαι, πλὴν Κρινίππου τοῦ ἄρχοντος· τοῦτον δʼ ἐφύλαττεν, ὡς ἢ πραξόμενος πάμπολλα χρήματα ἢ ὡς πωλήσων. κἀκεῖνος μὲν ὑπὸ λύπης αὐθαιρέτῳ θανάτῳ ἀποθνῄσκει, τοὺς δʼ ἄλλους ὁ Ἰφικράτης ἀφῆκε, Κερκυραίους ἐγγυητὰς δεξάμενος τῶν χρημάτων.
于是伊菲克拉特斯砍下三列桨座战船的船首饰,将其拖入科尔库拉人的港口;众人商定每人缴纳定额赎金,惟独指挥官克里尼普斯除外。他将克里尼普斯收押看管,意图索取巨额赎款或将其变卖。克里尼普斯因悲痛而自戕身亡,伊菲克拉特斯则在接受科尔库拉人作为款项担保人之后释放了其余俘虏。
καὶ τοὺς μὲν ναύτας γεωργοῦντας τοῖς Κερκυραίοις τὸ πλεῖστον διέτρεφε, τοὺς δὲ πελταστὰς καὶ τοὺς ἀπὸ τῶν νεῶν ὁπλίτας ἔχων διέβαινεν εἰς τὴν Ἀκαρνανίαν· καὶ ἐκεῖ ταῖς μὲν φιλίαις πόλεσιν ἐπεκούρει, εἴ τίς τι δέοιτο, Θυριεῦσι δέ, μάλα καὶ ἀνδράσιν ἀλκίμοις καὶ χωρίον καρτερὸν ἔχουσιν, ἐπολέμει.
他让水手们主要在科尔库拉人为其耕作以维持生计,自己则率领轻盾兵和舰上的重装步兵渡海前往阿卡纳尼亚。他在那里援助那些有需要的友邦,同时向图里翁人开战,后者乃是骁勇强悍且据守险要的部众。
καὶ τὸ ἀπὸ Κερκύρας ναυτικὸν προσλαβών, σχεδὸν περὶ ἐνενήκοντα ναῦς, πρῶτον μὲν εἰς Κεφαλληνίαν πλεύσας χρήματα ἐπράξατο, τὰ μὲν παρʼ ἑκόντων, τὰ δὲ παρʼ ἀκόντων· ἔπειτα δὲ παρεσκευάζετο τήν τε τῶν Λακεδαιμονίων χώραν κακῶς ποιεῖν καὶ τῶν ἄλλων τῶν κατʼ ἐκεῖνα πόλεων πολεμίων οὐσῶν τὰς μὲν ἐθελούσας προσλαμβάνειν, τοῖς δὲ μὴ πειθομένοις πολεμεῖν.
他又收编了来自科尔库拉的舰队,战船达到约九十艘,首先驶赴凯法勒尼亚岛征收钱款,有的出于自愿,有的则被迫交纳;随后他便着手准备蹂躏拉刻代蒙人的国土,并在该地区的其他敌对城邦中,争取自愿归顺的城邦,讨伐不肯服从的城邦。
ἐγὼ μὲν δὴ ταύτην τὴν στρατηγίαν τῶν Ἰφικράτους οὐχ ἥκιστα ἐπαινῶ, ἔπειτα καὶ τὸ προσελέσθαι κελεῦσαι ἑαυτῷ3 Καλλίστρατόν τε τὸν δημηγόρον, οὐ μάλα ἐπιτήδειον ὄντα, καὶ Χαβρίαν, μάλα στρατηγὸν νομιζόμενον. εἴτε γὰρ φρονίμους αὐτοὺς ἡγούμενος εἶναι συμβούλους λαβεῖν ἐβούλετο, σῶφρόν μοι δοκεῖ διαπράξασθαι, εἴτε ἀντιπάλους νομίζων, οὕτω θρασέως μήτε καταρᾳθυμῶν μήτε καταμελῶν μηδὲν φαίνεσθαι, μεγαλοφρονοῦντος ἐφʼ ἑαυτῷ τοῦτό μοι δοκεῖ ἀνδρὸς εἶναι. κἀκεῖνος μὲν δὴ ταῦτʼ ἔπραττεν.
我本人对伊菲克拉特斯诸次统率中的这一次尤为赞赏,其次也赞赏他要求为自己选派民众演说家卡利斯特拉托斯(此人与他并不甚亲善)以及被公认为极具将才的沙布里亚斯作为同僚。因为倘若他是认为二人贤明而意图求得顾问,在我看来这显系审慎之举;倘若他是将二人视作对手,却如此自信地展示出自己毫无懈怠或疏忽,在我看来这正是一个自视甚高者的气魄。而他当时正从事着这些事业。
- 6.2.32ηὕρετο ὅπως μήτε διὰ τὸν πλοῦν ἀνεπιστήμονας εἶναι τῶν εἰς ναυμαχίαν μήτε διὰ τὸ ταῦτα μελετᾶν βραδύτερόν τι ἀφικέσθαι
表示谋划探求的动词 ηὕρετο(εὑρίσκω 的中动态不定过去时)接 ὅπως 引导不定式(εἶναι, ἀφικέσθαι)作为宾语。通常表示努力或设法的动词后接 ὅπως 配将来时直陈语气或虚拟语气,但在古典希腊语(尤其是色诺芬著作中)亦见带 ὅπως 的不定式结构。
- 6.2.35αὐτοῖς ἀνδράσιν
伴随与格(sociative dative)。代词 αὐτός 与不带介词的名词与格连用,属于古典军事叙事中的固定用法,意为“连同乘员一起”或“人员一并”。
- 6.2.39τὸ προσελέσθαι κελεῦσαι ἑαυτῷ
冠词化不定式短语(τὸ ... κελεῦσαι)统辖下属的不定过去时不定式 προσελέσθαι。表示伊菲克拉特斯向公民大会要求或提议为自己(ἑαυτῷ)增选同僚。
