← 色诺芬

希腊史

§6.2.23-6.2.30

姆纳西普斯阵亡与伊菲克拉特斯训练舰队

科尔库拉人击杀姆纳西普斯并溃退敌军,斯巴达残部撤离该岛;前去救援的伊菲克拉特斯则在航程中对舰队实施严谨的实战训练与周密警戒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.23

ἐπεὶ δʼ ἐκεῖνον ἀπέκτειναν, ἐδίωκον ἤδη ἅπαντες. ἐκινδύνευσαν δʼ ἂν καὶ τὸ στρατόπεδον ἑλεῖν σὺν τῷ χαρακώματι, εἰ μὴ οἱ διώκοντες τὸν ἀγοραῖόν τε ὄχλον ἰδόντες καὶ τὸν τῶν θεραπόντων καὶ τὸν τῶν ἀνδραπόδων, οἰηθέντες ὄφελός τι αὐτῶν εἶναι,1 ἀπεστρέφοντο.2

他们将姆纳西普斯斩杀后,全军便随即展开追击。若非追击者见到了市集民众、仆役和奴隶的人群,以为能从他们身上获利而折返,他们甚至极有可能连同寨栅将整个营地一并攻克。

§6.2.24

καὶ τότε μὲν τροπαῖόν τε ἵστασαν οἱ Κερκυραῖοι τούς τε νεκροὺς ὑποσπόνδους ἀπεδίδοσαν. ἐκ δὲ τούτου οἱ μὲν ἐν τῇ πόλει ἐρρωμενέστεροι ἐγεγένηντο, οἱ δʼ ἔξω ἐν πάσῃ δὴ ἀθυμίᾳ ἦσαν. καὶ γὰρ ἐλέγετο ὅτι Ἰφικράτης τε ὅσον οὐκ ἤδη παρείη, καὶ οἱ Κερκυραῖοι δὲ τῷ ὄντι ναῦς ἐπλήρουν.

此时科尔库拉人立起了战胜纪念碑,并根据停战协定归还了死者遗体。从此城内的人士气大振,而城外的人则陷入彻底的沮丧之中。因为有传言称伊菲克拉特斯即将抵达,而且科尔库拉人也确实在装备战船。

§6.2.25

Ὑπερμένης δέ, ὃς ἐτύγχανεν ἐπιστολιαφόρος τῷ Μνασίππῳ ὤν, τό τε ναυτικὸν πᾶν ὅσον ἦν ἐκεῖ συνεπλήρωσε, καὶ περιπλεύσας πρὸς τὸ χαράκωμα τὰ πλοῖα πάντα γεμίσας τῶν τε ἀνδραπόδων καὶ τῶν χρημάτων ἀπέστελλεν· αὐτὸς δὲ σύν τε τοῖς ἐπιβάταις καὶ τοῖς περισωθεῖσι τῶν στρατιωτῶν διεφύλαττε τὸ χαράκωμα·

恰好担任姆纳西普斯副官的许珀耳墨涅斯将那里的全部舰队配齐人员,绕航至寨栅处,把所有货船装满奴隶和财物遣送走;他本人则同水兵及幸存的士兵一同留守寨栅。

§6.2.26

τέλος δὲ καὶ οὗτοι μάλα τεταραγμένοι ἀναβάντες ἐπὶ τὰς τριήρεις ἀπέπλεον, πολὺν μὲν σῖτον, πολὺν δὲ οἶνον, πολλὰ δὲ ἀνδράποδα καὶ ἀσθενοῦντας στρατιώτας καταλιπόντες· δεινῶς γὰρ ἐπεφόβηντο μὴ καταληφθεῖεν ὑπὸ τῶν Ἀθηναίων ἐν τῇ νήσῳ. καὶ ἐκεῖνοι μὲν εἰς Λευκάδα ἀπεσώθησαν.

最终他们也在极度慌乱中登上三列桨座战船扬帆而去,留下了大量的粮食、大量的酒、许多奴隶以及患病的士兵;因为他们极其害怕在岛上被雅典人围困俘获。这些人遂安全逃到了莱夫卡斯。

§6.2.27

ὁ δὲ Ἰφικράτης ἐπεὶ ἤρξατο τοῦ περίπλου, ἅμα μὲν ἔπλει, ἅμα δὲ πάντα ὅσα εἰς ναυμαχίαν παρεσκευάζετο· εὐθὺς μὲν γὰρ τὰ μεγάλα ἱστία αὐτοῦ κατέλιπεν, ὡς ἐπὶ ναυμαχίαν πλέων· καὶ τοῖς ἀκατίοις δέ, καὶ εἰ φορὸν πνεῦμα εἴη, ὀλίγα ἐχρῆτο· τῇ δὲ κώπῃ τὸν πλοῦν ποιούμενος ἄμεινόν τε τὰ σώματα ἔχειν τοὺς ἄνδρας καὶ ἄμεινον τὰς ναῦς πλεῖν ἐποίει.

至于伊菲克拉特斯,当他开始绕航时,一边航行,一边为海战做好一切准备。他一开始就把大帆留在了原地,如同正要驶赴海战一般;至于小帆,即使遇上顺风,他也极少使用;他全凭划桨航行,这既使兵士们的体魄更为强健,又使舰船航行得更为迅捷。

§6.2.28

πολλάκις δὲ καὶ ὅπῃ μέλλοι ἀριστοποιεῖσθαι τὸ στράτευμα ἢ δειπνοποιεῖσθαι, ἐπανήγαγεν ἂν3 τὸ κέρας ἀπὸ τῆς γῆς κατὰ ταῦτα τὰ χωρία· ἐπεὶ δʼ ἐπιστρέψας ἂν καὶ ἀντιπρῴρους καταστήσας τὰς τριήρεις ἀπὸ σημείου ἀφίει ἀνθαμιλλᾶσθαι εἰς τὴν γῆν, μέγα δὴ νικητήριον ἦν τὸ πρώτους καὶ ὕδωρ λαβεῖν καὶ εἴ του ἄλλου ἐδέοντο, καὶ πρώτους ἀριστῆσαι· τοῖς δʼ ὑστάτοις ἀφικομένοις μεγάλη ζημία ἦν τό τε ἐλαττοῦσθαι πᾶσι τούτοις καὶ ὅτι ἀνάγεσθαι ἅμα ἔδει, ἐπεὶ σημήνειε· συνέβαινε γὰρ τοῖς μὲν πρώτοις ἀφικνουμένοις καθʼ ἡσυχίαν ἅπαντα ποιεῖν, τοῖς δὲ τελευταίοις διὰ σπουδῆς.

他还常常在部队准备吃早饭或晚饭的地方,将单纵列的翼侧从陆地引开到这些地方的外海;当他调转方向,使三列桨座战船船首正对陆地后,便发出信号让他们相互竞争冲向陆地,最先取得淡水以及所需之物、最先用饭便成了莫大的战利品;而对最后到达的人来说,既在所有这些方面处于劣势,又必须在号令一响便同时起航,这乃是极大的惩罚;因为结果是先到的人能从容不迫地做好一切,而后到的人则仓促慌乱。

§6.2.29

φυλακάς γε μήν, εἰ τύχοι ἐν τῇ πολεμίᾳ ἀριστοποιούμενος, τὰς μὲν ἐν τῇ γῇ, ὥσπερ προσήκει, καθίστη, ἐν δὲ ταῖς ναυσὶν αἰρόμενος αὖ τοὺς ἱστοὺς ἀπὸ τούτων ἐσκοπεῖτο. πολὺ οὖν ἐπὶ πλέον οὗτοι καθεώρων ἢ οἱ ἐκ τοῦ ὁμαλοῦ, ἀφʼ ὑψηλοτέρου καθορῶντες. ὅπου δὲ δειπνοποιοῖτο καὶ καθεύδοι, ἐν μὲν τῷ στρατοπέδῳ νύκτωρ πῦρ οὐκ ἔκαε, πρὸ δὲ τοῦ στρατεύματος φῶς ἐποίει, ἵνα μηδεὶς λάθῃ προσιών. πολλάκις δέ, εἰ εὐδία εἴη, εὐθὺς δειπνήσας ἀνήγετο· καὶ εἰ μὲν αὔρα φέροι, θέοντες ἅμα ἀνεπαύοντο· εἰ δὲ ἐλαύνειν δέοι, κατὰ μέρος τοὺς ναύτας ἀνέπαυεν.

至于岗哨,假若恰在敌境用早饭,他固然按常理在陆上设立斥候,但又在船上竖起桅杆,从桅杆上进行眺望。于是他们居高临下,比平地上的人能望得远得多。在他用晚饭和就寝的营地,夜间营内一概不生火,而是在军阵前方点起火光,以便无人能潜行逼近而不被察觉。他还常常在风平浪静时用罢晚饭便立即起航;若有顺风推动,他们便在顺风航行中同时歇息;若需划桨,他便轮流让水手休息。

§6.2.30

ἐν δὲ τοῖς μεθʼ ἡμέραν πλοῖς ἀπὸ σημείων τοτὲ μὲν ἐπὶ κέρως ἦγε, τοτὲ δʼ ἐπὶ φάλαγγος· ὥστε ἅμα μὲν ἔπλεον, ἅμα δὲ πάντα ὅσα εἰς ναυμαχίαν καὶ ἠσκηκότες καὶ ἐπιστάμενοι εἰς τὴν ὑπὸ τῶν πολεμίων, ὡς ᾤοντο, κατεχομένην θάλατταν ἀφικνοῦντο. καὶ τὰ μὲν πολλὰ ἐν τῇ πολεμίᾳ καὶ ἠρίστων καὶ ἐδείπνουν· διὰ δὲ τὸ τἀναγκαῖα μόνον πράττειν καὶ τὰς βοηθείας ἔφθανεν ἀναγόμενος4 καὶ ταχὺ ἐπέραινε.

在白天的航程中,他依据旗号指挥,时而以单纵列前进,时而以横阵行进;于是他们一边航海,一边在实践并精通了一切海战所需技能的状态下,抵达了那片他们认为已被敌人控制的海域。虽然他们多数时候在敌境吃早饭和晚饭,但由于只做必不可少之事,他总能抢在援兵赶到之前起航,迅速完成了航程。

语法注4 条
  1. 6.2.23οἰηθέντες ὄφελός τι αὐτῶν εἶναι

    关于 ὄφελος(益处、战利品、帮助)与属格代词 αὐτῶν 的理解。主要存在两种解释:(1) 追击者认为市集人群、仆役和奴隶“作为战利品或俘虏会有所获利”;(2) 误以为这些人是敌军的“某种援军或战力”。鉴于士兵因贪恋掳掠而放弃彻底攻占敌营是古代战史的常见情形,此处采纳解释(1)。

  2. 6.2.23ἐκινδύνευσαν δʼ ἂν καὶ τὸ στρατόπεδον ἑλεῖν σὺν τῷ χαρακώματι, εἰ μὴ οἱ διώκοντες ... ἀπεστρέφοντο

    与过去事实相反的非真实条件句。主句采用直说语气不定过去时搭配 ἄν(ἐκινδύνευσαν ἄν),表示险些发生的结果(“险些攻占”);条件从句则由 εἰ μή 搭配直说语气未完成过去时(ἀπεστρέφοντο)构成,表示当时持续或着手的动作(“若非他们折返”)。

  3. 6.2.28ἐπανήγαγεν ἂν

    直说语气不定过去时搭配 ἄν(ἐπανήγαγεν ἄν)表示过去的反复或习惯性动作(反复性 ἄν)。此处并非假定句的主句(非真实假想),而是表达伊菲克拉特斯常规化的训练措施(“往往将……撤回”),与后文的未完成过去时动词(如 ἀφίει)相呼应。

  4. 6.2.30καὶ τὰς βοηθείας ἔφθανεν ἀναγόμενος

    动词 φθάνω 搭配补充性分词(ἀναγόμενος)并带直接宾语(τὰς βοηθείας)的惯用句构,意为“抢在援军到达之前起航”。宾语表示被抢先、超越的对象(援军),而分词则说明主语藉以抢得先机的动作(出航)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.2.23-6.2.30