← 色诺芬

希腊史

§6.2.10-6.2.22

雅典派军救援与姆纳西普斯陷入重围

雅典派遣援军并任命蒂莫特奥斯统率舰队,后因其延误战机而将其撤换为伊菲克拉特斯。与此同时,围困科尔库拉的姆纳西普斯因克扣雇佣军军饷而招致怨恨且防备懈怠,在科尔库拉人的突袭中陷入孤立与绝境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.10

ἀκούσαντες δὲ ταῦτα οἱ Ἀθηναῖοι ἐνόμισαν ἰσχυρῶς ἐπιμελητέον εἶναι,1 καὶ στρατηγὸν πέμπουσι Κτησικλέα εἰς ἑξακοσίους ἔχοντα πελταστάς, Ἀλκέτου δὲ ἐδεήθησαν συνδιαβιβάσαι τούτους.

雅典人听闻这些情况后,认为必须对此事给予全力关注,便派遣克特西克勒斯为将军,率领约六百名轻盾兵,并请求阿尔克塔斯协助将他们渡运过去。

§6.2.11

καὶ οὗτοι μὲν νυκτὸς διακομισθέντες που τῆς χώρας εἰσῆλθον εἰς τὴν πόλιν. ἐψηφίσαντο δὲ καὶ ἑξήκοντα ναῦς πληροῦν, Τιμόθεον δʼ αὐτῶν στρατηγὸν ἐχειροτόνησαν.

这些人夜间被运送至该国境内的某处,进入了城内。雅典人还投票决议装备六十艘战船,并推选蒂莫特奥斯为这支舰队的将军。

§6.2.12

ὁ δʼ οὐ δυνάμενος αὐτόθεν τὰς ναῦς πληρῶσαι, ἐπὶ νήσων πλεύσας ἐκεῖθεν ἐπειρᾶτο συμπληροῦν, οὐ φαῦλον ἡγούμενος εἶναι ἐπὶ συγκεκροτημένας ναῦς εἰκῇ περιπλεῦσαι.

然而他无法在雅典就地配齐船员,便航行至各岛屿,试图从那里补足人员,因为他认为贸然出海迎战训练有素的敌舰绝非小事。

§6.2.13

οἱ δʼ Ἀθηναῖοι νομίζοντες αὐτὸν ἀναλοῦν τὸν τῆς ὥρας εἰς τὸν περίπλουν χρόνον,2 συγγνώμην οὐκ ἔσχον αὐτῷ, ἀλλὰ παύσαντες αὐτὸν τῆς στρατηγίας Ἰφικράτην ἀνθαιροῦνται.

但雅典人认为他把适于航行的季节时间白白耗费在周游巡航上,没有宽恕他,反而免去了他的将军职位,改选伊菲克拉特斯继任。

§6.2.14

ὁ δʼ ἐπεὶ κατέστη στρατηγός, μάλα ὀξέως τὰς ναῦς ἐπληροῦτο καὶ τοὺς τριηράρχους ἠνάγκαζε. προσέλαβε δὲ παρὰ τῶν Ἀθηναίων καὶ εἴ πού τις ναῦς περὶ τὴν Ἀττικὴν ἔπλει καὶ τὴν Πάραλον καὶ τὴν Σαλαμινίαν, λέγων ὡς ἐὰν τἀκεῖ καλῶς γένηται, πολλὰς αὐτοῖς ναῦς ἀποπέμψοι. καὶ ἐγένοντο αὐτῷ αἱ ἅπασαι περὶ ἑβδομήκοντα.

伊菲克拉特斯就任将军后,极其迅速地配齐了船员,并对各三列桨座战船指挥官施加压力。他还从雅典人那里接管了凡是在阿提卡周边巡弋的船只,以及帕拉罗斯号和萨拉米尼亚号,声称如果那里的战事进展顺利,他会向他们送回许多船只。这样他麾下的战船总计达到了约七十艘。

§6.2.15

ἐν δὲ τούτῳ τῷ χρόνῳ οἱ Κερκυραῖοι οὕτω σφόδρα ἐπείνων ὥστε διὰ τὸ πλῆθος τῶν αὐτομολούντων ἐκήρυξεν ὁ Μνάσιππος πεπρᾶσθαι ὅστις αὐτομολοίη. ἐπεὶ δὲ οὐδὲν ἧττον ηὐτομόλουν, τελευτῶν καὶ μαστιγῶν ἀπέπεμπεν. οἱ μέντοι ἔνδοθεν τούς γε δούλους οὐκ ἐδέχοντο πάλιν εἰς τὸ τεῖχος, ἀλλὰ πολλοὶ ἔξω ἀπέθνῃσκον.

在此期间,科尔库拉人饥饿至极,以致由于投降逃跑者数量众多,姆纳西普斯宣布凡是叛逃者一律卖为奴隶。但当他们依然叛逃不绝时,他最终命人鞭笞他们并将他们驱逐回去。然而城内的人至少不把奴隶重新接纳进城墙内,因此许多人死在城外。

§6.2.16

ὁ δʼ αὖ Μνάσιππος ὁρῶν ταῦτα, ἐνόμιζέ τε ὅσον οὐκ ἤδη3 ἔχειν τὴν πόλιν καὶ περὶ τοὺς μισθοφόρους ἐκαινούργει, καὶ τοὺς μέν τινας αὐτῶν ἀπομίσθους ἐπεποιήκει, τοῖς δὲ μένουσι καὶ δυοῖν ἤδη μηνοῖν ὤφειλε τὸν μισθόν, οὐκ ἀπορῶν, ὡς ἐλέγετο, χρημάτων· καὶ γὰρ τῶν πόλεων αἱ πολλαὶ αὐτῷ ἀργύριον ἀντὶ τῶν ἀνδρῶν ἔπεμπον, ἅτε καὶ διαποντίου τῆς στρατείας οὔσης.

另一方面,姆纳西普斯看到这种情况,认为该城几乎已是他囊中之物,便在雇佣军待遇上擅自更弦易辙:他把其中一些人解雇不发酬金,而对留下的人也已拖欠了两个月的军饷,据传他并非缺乏资金;因为鉴于这场远征是跨海作战,大多数城邦送给他的是金钱而非人员。

§6.2.17

κατιδόντες δὲ ἀπὸ τῶν πύργων οἱ ἐκ τῆς πόλεως τάς τε φυλακὰς χεῖρον ἢ πρόσθεν φυλαττομένας ἐσπαρμένους τε κατὰ τὴν χώραν τοὺς ἀνθρώπους, ἐπεκδραμόντες τοὺς μέν τινας αὐτῶν ἔλαβον, τοὺς δὲ κατέκοψαν.

城内的人从城楼上望见守备比先前松懈,人员也散布在乡野各处,便出城突袭,俘虏了其中一些人,砍杀了另一些人。

§6.2.18

αἰσθόμενος δὲ ὁ Μνάσιππος, αὐτός τε ἐξωπλίζετο καὶ ὅσους εἶχεν ὁπλίτας ἅπασιν ἐβοήθει, καὶ τοὺς λοχαγοὺς καὶ τοὺς ταξιάρχους ἐξάγειν ἐκέλευε τοὺς μισθοφόρους.

姆纳西普斯发觉后,亲自披甲上阵,率领麾下全部重装步兵前去救援,并命令连队长官和部队长官率领雇佣军出击。

§6.2.19

ἀποκριναμένων δέ τινων λοχαγῶν ὅτι οὐ ῥᾴδιον εἴη μὴ διδόντας τἀπιτήδεια πειθομένους παρέχειν, τὸν μέν τινα βακτηρίᾳ, τὸν δὲ τῷ στύρακι ἐπάταξεν. οὕτω μὲν δὴ ἀθύμως ἔχοντες καὶ μισοῦντες αὐτὸν συνεξῆλθον πάντες· ὅπερ ἥκιστα εἰς μάχην συμφέρει.

当某些连队长官回答说在不供给给养的情况下难以让士兵服从时,他用手杖击打了一个人,又用长矛的矛尾尖刺击打了另一个人。于是众人都在士气低落且痛恨他的情况下随之一同出击;这种情况对战斗最为不利。

§6.2.20

ὁ δʼ ἐπεὶ παρετάξατο, αὐτὸς μὲν τοὺς κατὰ τὰς πύλας τῶν πολεμίων τρεψάμενος ἐπεδίωκεν. οἱ δʼ ἐπεὶ ἐγγὺς τοῦ τείχους ἐγένοντο, ἀνεστρέφοντό τε καὶ ἀπὸ τῶν μνημάτων ἔβαλλον καὶ ἠκόντιζον· ἄλλοι δʼ ἐκδραμόντες καθʼ ἑτέρας πύλας ἐπιτίθενται ἁθρόοι τοῖς ἐσχάτοις·

当他列好阵势后,亲自击溃了城门正面的敌人并进行追击。但敌人退到城墙附近时便转身回击,从墓冢上投掷石块和标枪;与此同时,另一些人从其他城门冲出,成群结队地扑向阵列的最末端。

§6.2.21

οἱ δʼ ἐπʼ ὀκτὼ τεταγμένοι, ἀσθενὲς νομίσαντες τὸ ἄκρον τῆς φάλαγγος ἔχειν,4 ἀναστρέφειν ἐπειρῶντο. ὡς δʼ ἤρξαντο ἐπαναχωρεῖν, οἱ μὲν πολέμιοι ὡς φεύγουσιν ἐπέθεντο, οἱ δʼ οὐκέτι ἐπανέστρεψαν· καὶ οἱ ἐχόμενοι δʼ αὐτῶν εἰς φυγὴν ὥρμων.

那些排成八人纵深的部队认为自己方阵的翼侧虚弱,便试图掉头回转。然而当他们刚开始后退时,敌人便将其视同溃逃而发起猛扑,他们遂再也未能重新转身迎敌;紧挨着他们的部队也跟着奔逃。

§6.2.22

ὁ δὲ Μνάσιππος τοῖς μὲν πιεζομένοις οὐκ ἐδύνατο βοηθεῖν διὰ τοὺς ἐκ τοῦ καταντικρὺ προσκειμένους, ἀεὶ δʼ ἐλείπετο σὺν ἐλάττοσι. τέλος δὲ οἱ πολέμιοι ἁθρόοι γενόμενοι πάντες ἐπετίθεντο τοῖς περὶ τὸν Μνάσιππον, ἤδη μάλα ὀλίγοις οὖσι. καὶ οἱ πολῖται ὁρῶντες τὸ γιγνόμενον ἐπεξῇσαν.

姆纳西普斯由于正面对敌军的紧逼施压,无法前去救援受困的部队,身边的士兵不断减少。最终,敌人全军合兵一处,围攻姆纳西普斯及其身边的人,此时他们人数已极少。城中的公民见此情景,也出城进击。

语法注4 条
  1. 6.2.10ἐπιμελητέον εἶναι

    动词性形容词 ἐπιμελητέος 的中性单数宾格形式,在由 ἐνόμισαν 引出的间接引语中作无人称不定式结构,表示义务或必要性(“必须全力关注/处理”),逻辑主语依上下文为雅典人。

  2. 6.2.13τὸν τῆς ὥρας εἰς τὸν περίπλουν χρόνον

    采用了分离语序(hyperbaton):在冠词 τὸν 与名词 χρόνον 之间插入了属格 τῆς ὥρας(“适航季节的”)以及介词短语 εἰς τὸν περίπλουν(“用于沿岸巡航”),意指将应季的大好时光耗费在沿岸巡航上。

  3. 6.2.16ὅσον οὐκ ἤδη

    习语 ὅσον οὐ(“几乎”、“差不多等于”)与 ἤδη(“已经”)结合,修饰 ἔχειν τὴν πόλιν,意指他认为自己“几乎已经掌握了该城”。

  4. 6.2.21ἀσθενὲς νομίσαντες τὸ ἄκρον τῆς φάλαγγος ἔχειν

    不定式 ἔχειν 的逻辑主语是分词的主语(排列为八列深的士兵),τὸ ἄκρον τῆς φάλαγγος(“方阵的翼侧/末端”)作其宾语,ἀσθενές(“虚弱的”)作宾语补足语,意为“认为自己方阵的翼侧处于虚弱状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.2.10-6.2.22