← 色诺芬

希腊史

§6.2.1-6.2.9

和约破裂与斯巴达围攻科尔库拉

雅典因财力耗竭与斯巴达媾和,但蒂莫特奥斯护送扎昆托斯流亡者登陆破坏了和约,斯巴达遂派遣姆纳西普斯围攻科尔库拉。科尔库拉人在水陆被封锁的绝境下遣使前往雅典求援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

οἱ μὲν γὰρ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχοι συνελέγοντο εἰς τοὺς Φωκέας, οἱ δὲ Θηβαῖοι ἀναχωρήσαντες εἰς τὴν ἑαυτῶν ἐφύλαττον τὰς εἰσβολάς. οἱ δʼ Ἀθηναῖοι, αὐξανομένους μὲν ὁρῶντες διὰ σφᾶς τοὺς Θηβαίους, χρήματά τε οὐ συμβαλλομένους εἰς τὸ ναυτικόν, αὐτοὶ δὲ ἀποκναιόμενοι καὶ χρημάτων εἰσφοραῖς καὶ λῃστείαις ἐξ Αἰγίνης καὶ φυλακαῖς τῆς χώρας, ἐπεθύμησαν παύσασθαι τοῦ πολέμου, καὶ πέμψαντες πρέσβεις εἰς Λακεδαίμονα εἰρήνην ἐποιήσαντο.

因为拉刻代蒙人及其盟友当时正聚集在福基斯,而底比斯人则退回本国境内防守各处要道。然而雅典人看到底比斯人因自己而日益强盛,却不为舰队分担军费,而他们自身却被特别战争税、来自埃吉那岛的劫掠以及国土防卫弄得疲惫不堪,因而渴望结束战争;他们向拉刻代蒙派遣使节,达成了和约。

§6.2.2

εὐθὺς δʼ ἐκεῖθεν δύο τῶν πρέσβεων πλεύσαντες κατὰ δόγμα τῆς πόλεως εἶπον τῷ Τιμοθέῳ ἀποπλεῖν οἴκαδε ὡς εἰρήνης οὔσης· ὁ δʼ ἅμα ἀποπλέων τοὺς τῶν Ζακυνθίων φυγάδας ἀπεβίβασεν εἰς τὴν χώραν αὐτῶν.

紧接着,使节中的两人从那里依据城邦的法令乘船前往,告知蒂莫特奥斯既然和平已立,就应当回航返乡。但他一边回航,一边将扎昆托斯人的流亡者送上了他们本土的海岸。

§6.2.3

ἐπεὶ δὲ οἱ ἐκ τῆς πόλεως Ζακύνθιοι πέμψαντες πρὸς τοὺς Λακεδαιμονίους ἔλεγον οἷα πεπονθότες εἶεν ὑπὸ τοῦ Τιμοθέου, εὐθὺς οἱ Λακεδαιμόνιοι ἀδικεῖν τε ἡγοῦντο τοὺς Ἀθηναίους καὶ ναυτικὸν πάλιν κατεσκεύαζον καὶ συνετάττοντο εἰς ἑξήκοντα ναῦς ἀπʼ αὐτῆς τε τῆς Λακεδαίμονος καὶ Κορίνθου καὶ Λευκάδος καὶ Ἀμβρακίας καὶ Ἤλιδος καὶ Ζακύνθου καὶ Ἀχαΐας καὶ Ἐπιδαύρου καὶ Τροιζῆνος καὶ Ἑρμιόνος καὶ Ἁλιῶν.

当城中的扎昆托斯人遣使前往拉刻代蒙,报告他们所遭受蒂莫特奥斯的行径时,拉刻代蒙人立即认定雅典人有不义之举,再度筹建舰队,从拉刻代蒙本土以及科林斯、莱夫卡斯、安布拉基亚、厄利斯、扎昆托斯、阿开亚、埃皮达夫罗斯、特罗曾、赫耳弥俄涅和哈利埃伊斯集结了六十艘战船。

§6.2.4

ἐπιστήσαντες δὲ ναύαρχον Μνάσιππον ἐκέλευον τῶν τε ἄλλων ἐπιμελεῖσθαι τῶν κατʼ ἐκείνην τὴν θάλατταν καὶ στρατεύειν ἐπὶ Κέρκυραν. ἔπεμψαν δὲ καὶ πρὸς Διονύσιον διδάσκοντες ὡς καὶ ἐκείνῳ χρήσιμον εἴη τὴν Κέρκυραν μὴ ὑπʼ Ἀθηναίοις εἶναι.

他们任命姆纳西普斯为舰队司令,命令他处理该海域的一应事务,并出兵攻打科尔库拉。他们还派人前往狄奥尼修斯处,向他阐明科尔库拉不归雅典人控制对他自身也是有利的。

§6.2.5

καὶ ὁ μὲν δὴ Μνάσιππος, ἐπεὶ συνελέγη αὐτῷ τὸ ναυτικόν, ἔπλευσεν εἰς τὴν Κέρκυραν· εἶχε δὲ καὶ μισθοφόρους σὺν τοῖς ἐκ Λακεδαίμονος μετʼ αὐτοῦ στρατευομένοις οὐκ ἐλάττους χιλίων καὶ πεντακοσίων.

姆纳西普斯在舰队集结完毕后,便起航前往科尔库拉;除了同他一道从拉刻代蒙出征的人之外,他还统领着不少于一千五百名的雇佣军。

§6.2.6

ἐπεὶ δὲ ἀπέβη, ἐκράτει τε τῆς γῆς καὶ ἐδῄου ἐξειργασμένην μὲν παγκάλως καὶ πεφυτευμένην τὴν χώραν, μεγαλοπρεπεῖς δὲ οἰκήσεις καὶ οἰνῶνας κατεσκευασμένους ἐπὶ τῶν ἀγρῶν· ὥστʼ ἔφασαν τοὺς στρατιώτας εἰς τοῦτο τρυφῆς ἐλθεῖν ὥστʼ οὐκ ἐθέλειν πίνειν, εἰ μὴ ἀνθοσμίας εἴη. καὶ ἀνδράποδα δὲ καὶ βοσκήματα πάμπολλα ἡλίσκετο ἐκ τῶν ἀγρῶν.

登陆后,他掌控了那片土地,并大肆蹂躏修葺栽植得极为优美的田园,以及田庄上建造的富丽堂皇的宅邸与酒窖;据说士兵们甚至奢靡到了非芳香美酒(花香葡萄酒)便不愿饮用的地步。此外,从乡野中掳获了极多的奴隶与牲畜。

§6.2.7

ἔπειτα δὲ κατεστρατοπεδεύσατο τῷ μὲν πεζῷ ἐπὶ λόφῳ ἀπέχοντι τῆς πόλεως ὡς πέντε στάδια, πρὸ τῆς χώρας ὄντι, ὅπως ἀποτέμνοιτο ἐντεῦθεν, εἴ τις ἐπὶ τὴν χώραν τῶν Κερκυραίων ἐξίοι· τὸ δὲ ναυτικὸν εἰς τἀπὶ θάτερα τῆς πόλεως κατεστρατοπέδευσεν, ἔνθεν ᾤετʼ ἂν τὰ προσπλέοντα καὶ προαισθάνεσθαι καὶ διακωλύειν.1 πρὸς δὲ τούτοις καὶ ἐπὶ τῷ λιμένι, ὁπότε μὴ χειμὼν κωλύοι, ἐφώρμει.

随后,他率步兵驻扎在距城邦约五斯塔狄昂、位于乡野前方的一座丘陵上,以便从那里切断可能外出前往乡野的科尔库拉人;而舰队则驻扎在城邦的另一侧,他认为从那里既能预先发觉又能阻截驶近的船只。除此以外,只要风暴不加阻拦,他还在港口外抛锚监视封锁。

§6.2.8

ἐπολιόρκει μὲν δὴ οὕτω τὴν πόλιν. ἐπεὶ δὲ οἱ Κερκυραῖοι ἐκ μὲν τῆς γῆς οὐδὲν ἐλάμβανον διὰ τὸ κρατεῖσθαι κατὰ γῆν, κατὰ θάλατταν δὲ οὐδὲν εἰσήγετο αὐτοῖς διὰ τὸ ναυκρατεῖσθαι, ἐν πολλῇ ἀπορίᾳ ἦσαν· καὶ πέμποντες πρὸς τοὺς Ἀθηναίους βοηθεῖν τε ἐδέοντο καὶ ἐδίδασκον ὡς μέγα μὲν ἀγαθὸν ἀποβάλοιεν ἄν, εἰ Κερκύρας στερηθεῖεν, τοῖς δὲ πολεμίοις μεγάλην ἂν ἰσχὺν προσβάλοιεν· ἐξ οὐδεμιᾶς γὰρ πόλεως πλήν γε Ἀθηνῶν οὔτε ναῦς οὔτε χρήματα πλείω ἂν γενέσθαι. ἔτι δὲ κεῖσθαι τὴν Κέρκυραν ἐν καλῷ μὲν τοῦ Κορινθιακοῦ κόλπου2 καὶ τῶν πόλεων αἳ ἐπὶ τοῦτον καθήκουσιν, ἐν καλῷ δὲ τοῦ τὴν Λακωνικὴν χώραν βλάπτειν, ἐν καλλίστῳ δὲ τῆς τε ἀντιπέρας Ἠπείρου καὶ τοῦ εἰς Πελοπόννησον ἀπὸ Σικελίας παράπλου.

他便以这种方式围困了该城。科尔库拉人由于在陆上受制于人而无法从陆地获得任何供应,又因制海权沦丧而无法从海上运入任何补给,陷入了极大的困境;于是他们遣使前往雅典人那里请求援助,并向其说明:如果失去科尔库拉,雅典人将失去多大的利益,而给敌人增添多大的力量;因为除雅典之外,没有任何一个城邦能提供更多的战船或资金。此外,科尔库拉在地理位置上优越地控制着科林斯湾及沿岸诸城,处在袭击拉科尼亚地区的有利位置,更处在掌控对岸伊庇鲁斯以及从西西里驶往伯罗奔尼撒航道的最优要冲。

语法注2 条
  1. 6.2.7ἔνθεν ᾤετʼ ἂν τὰ προσπλέοντα καὶ προαισθάνεσθαι καὶ διακωλύειν

    虚词 ἄν 紧置于表示思考的动词 ᾤετο 之后,但在句法上实际修饰随后的两个不定式 προαισθάνεσθαι 和 διακωλύειν,在间接引语中代表潜在希求语气(如 ἂν προαισθάνοιτο καὶ διακωλύοι)。这是 ἄν 与认知动词连用时常见的前置倒装(hyperbaton)。

  2. 6.2.9ἐν καλῷ μὲν τοῦ Κορινθιακοῦ κόλπου

    习惯短语 ἐν καλῷ [εἶναι](处于适宜/有利的位置)后接表示基准或关系的属格(τοῦ Κορινθιακοῦ κόλπου)。它与下文的 ἐν καλῷ δὲ τοῦ...(带冠词的不定式属格)以及 ἐν καλλίστῳ δὲ τῆς... 形成并列对仗,逐项列举了科尔库拉的优越地缘战略位置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.2.1-6.2.9