- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.1.13-6.1.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波吕达马斯前往斯巴达,陈述了伊阿宋的威胁与雄才并请求派遣精锐援军,但斯巴达因兵力匮乏而拒绝出兵。回国后,波吕达马斯与伊阿宋达成协定,推举其为色萨利的塔戈斯,伊阿宋随即整编了一支庞大的军队。
ἐπεὶ δὲ ταῦτʼ εἰπόντος αὐτοῦ ἐγὼ ἀπεκρινάμην ὅτι τὰ μὲν ἄλλα ἀξιόσκεπτα λέγει, τὸ δὲ Λακεδαιμονίοις ὄντας φίλους ἀποστῆναι πρὸς τοὺς ἐναντίους, μηδὲν ἔχοντας ἐγκαλεῖν, τοῦτʼ, ἔφην, ἄπορόν μοι δοκεῖ εἶναι· ὁ δʼ ἐπαινέσας με καὶ εἰπὼν ὅτι μᾶλλον ἑκτέον μου εἴη,1 ὅτι τοιοῦτος εἴην, ἀφῆκέ μοι ἐλθόντι πρὸς ὑμᾶς λέγειν τἀληθῆ, ὅτι διανοοῖτο στρατεύειν ἐπὶ Φαρσαλίους, εἰ μὴ πεισοίμεθα. αἰτεῖν οὖν ἐκέλευε βοήθειαν παρʼ ὑμῶν. καὶ ἐὰν μέν σοι, ἔφη, διδῶσιν ὥστε σε πείθειν ἱκανὴν πέμπειν συμμαχίαν ὡς ἐμοὶ πολεμεῖν,2 ἄγʼ, ἔφη, καὶ τούτῳ χρώμεθα ὅ τι ἂν ἀποβαίνῃ ἐκ τοῦ πολέμου· ἂν δέ σοι μὴ δοκῶσιν ἱκανῶς βοηθεῖν, οὐκ ἤδη ἀνέγκλητος ἂν δικαίως εἴης εἰ τῇ πατρίδι ἥ σε τιμᾷ καὶ σὺ πράττοις τὰ κράτιστα;
在他说了这些话之后,我回答道,虽然他的其他论据十分值得考虑,但作为拉刻代蒙人的朋友,在无任何怨言可诉的情况下背叛而投向敌方,这在我看来是断不可行的。然而他称赞了我,并说正因为我是这样的人,才越发应当紧抓我(加以重用);随后他便允许我来到你们这里告知实情:倘若我们不服从,他打算出兵进攻法尔萨罗斯人。因此他嘱咐我向你们请求援助。‘而且,’他说,‘如果他们答应派遣足以令你信服能与我交战的充分盟军,那么,’他说,‘就让我们面对战争所带来的一切结局吧;但如果他们看来不能充分援助你,那么为了那尊崇你的祖国,你自己也尽力去谋求最好的出路,难道不正该无可指责吗?’
περὶ τούτων δὴ ἐγὼ ἥκω πρὸς ὑμᾶς καὶ λέγω πάντα ὅσα ἐκεῖ αὐτός τε ὁρῶ καὶ ἐκείνου ἀκήκοα. καὶ νομίζω οὕτως ἔχειν, ὦ ἄνδρες Λακεδαιμόνιοι, ὡς εἰ μὲν πέμψετε ἐκεῖσε δύναμιν μὴ ἐμοὶ μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις Θετταλοῖς ἱκανὴν δοκεῖν εἶναι πρὸς Ἰάσονα πολεμεῖν, ἀποστήσονται αὐτοῦ αἱ πόλεις· πᾶσαι γὰρ φοβοῦνται ὅποι ποτὲ προβήσεται ἡ τοῦ ἀνδρὸς δύναμις· εἰ δὲ νεοδαμώδεις καὶ ἄνδρα ἰδιώτην οἴεσθε ἀρκέσειν, συμβουλεύω ἡσυχίαν ἔχειν.
正因这些事务,我来到你们面前,报告我自己在那里目睹以及从他那里听闻的一切。而且拉刻代蒙人啊,我认为情形是这样的:如果你们向那里派遣一支不仅在我看来、在其他色萨利人看来也足以同伊阿宋交战的军队,各城邦便会脱离他;因为所有城邦都在害怕那个人的势力究竟会扩张到何种地步。但如果你们认为仅凭获释奴隶兵和一名普通公民便已足够,我建议你们按兵不动。
εὖ γὰρ ἴστε, πρός τε μεγάλην ἔσται ῥώμην ὁ πόλεμος, καὶ πρὸς ἄνδρα ὃς φρόνιμος μὲν οὕτω στρατηγός ἐστιν ὡς ὅσα τε λανθάνειν καὶ ὅσα φθάνειν καὶ ὅσα βιάζεσθαι ἐπιχειρεῖ οὐ μάλα ἀφαμαρτάνει. ἱκανὸς γάρ ἐστι καὶ νυκτὶ ὅσαπερ ἡμέρᾳ χρῆσθαι, καὶ ὅταν σπεύδῃ, ἄριστον καὶ δεῖπνον ποιησάμενος ἅμα πονεῖσθαι. οἴεται δὲ καὶ ἀναπαύεσθαι χρῆναι, ὅταν ἀφίκηται ἔνθʼ ἂν ὡρμημένος ᾖ καὶ διαπράξηται ἃ δεῖ· καὶ τοὺς μεθʼ αὑτοῦ δὲ ταῦτα εἴθικεν. ἐπίσταται δὲ καὶ ὅταν ἐπιπονήσαντες ἀγαθόν τι πράξωσιν οἱ στρατιῶται, ἐκπλῆσαι τὰς γνώμας αὐτῶν· ὥστε καὶ τοῦτο μεμαθήκασι πάντες οἱ μετʼ αὐτοῦ, ὅτι ἐκ τῶν πόνων καὶ τὰ μαλακὰ γίγνεται.
因为你们深知,这场战争所要面对的是巨大的力量,并且要面对一位如此精明的统帅,以至于他在企图隐蔽行动、抢占先机或强行突破时,几乎从不失手。因为他既能如利用白昼一般利用黑夜,急迫之时又能将午餐与晚餐合并进用而继续劳作。而且他认为,唯有在抵达所要奔赴之地并办妥所需之事时方可休息;他也使部下习惯于此。他还懂得,每当士兵们历经辛劳立下功绩时,如何使他们的心意大获满足;因此随他征战的所有人都懂得了这一点:从辛劳之中也会产生安逸。
καὶ μὴν ἐγκρατέστατός γʼ ἐστὶν ὧν ἐγὼ οἶδα τῶν περὶ τὸ σῶμα ἡδονῶν· ὥστε οὐδὲ διὰ ταῦτα ἀσχολίαν ἔχει τὸ μὴ πράττειν ἀεὶ τὸ δεόμενον.3 ὑμεῖς οὖν σκεψάμενοι εἴπατε πρὸς ἐμέ, ὥσπερ ὑμῖν προσήκει, ὁποῖα δυνήσεσθέ τε καὶ μέλλετε ποιήσειν.
再者,在我所知的人当中,他是对肉体享乐最具自制力的人;因此他甚至绝不会因这些事情而分心不顾,以至于不时刻去履行所必需的职责。因此,请你们在审议之后,以合乎你们身份的方式告诉我,你们能够并且打算做些什么。”
ὁ μὲν ταῦτʼ εἶπεν. οἱ δὲ Λακεδαιμόνιοι τότε μὲν ἀνεβάλοντο τὴν ἀπόκρισιν· τῇ δʼ ὑστεραίᾳ καὶ τῇ τρίτῃ λογισάμενοι τάς τε ἔξω μόρας ὅσαι αὐτοῖς εἶεν καὶ τὰς περὶ Λακεδαίμονα πρὸς τὰς τῶν Ἀθηναίων τριήρεις καὶ τὸν πρὸς τοὺς ὁμόρους πόλεμον, ἀπεκρίναντο ὅτι ἐν τῷ παρόντι οὐκ ἂν δύναιντο ἱκανὴν αὐτῷ ἐκπέμψαι ἐπικουρίαν, ἀλλʼ ἀπιόντα συντίθεσθαι αὐτὸν ἐκέλευον ὅπῃ δύναιτο ἄριστα τά τε ἑαυτοῦ καὶ τὰ τῆς πόλεως.
他说了这番话。拉刻代蒙人当时推迟了答复;但在第二天和第三天,他们核算了自身派遣在外的各军团(莫拉)数量、留在拉刻代蒙周围防备雅典三列桨座战船的兵力,以及对周边邻邦的战事,随后答复说,眼下他们无法向他派遣充足的援军,但嘱咐他回去,以他力所能及的最佳方式安排自己及城邦的事务。
κἀκεῖνος μέντοι ἐπαινέσας τὴν ἁπλότητα τῆς πόλεως ἀπῆλθε. καὶ τὴν μὲν ἀκρόπολιν τῶν Φαρσαλίων ἐδεῖτο τοῦ Ἰάσονος μὴ ἀναγκάσαι αὐτὸν παραδοῦναι, ὅπως τοῖς παρακαταθεμένοις διασῴζῃ· τοὺς δὲ ἑαυτοῦ παῖδας ἔδωκεν ὁμήρους, ὑποσχόμενος αὐτῷ τήν τε πόλιν πείσας ἑκοῦσαν σύμμαχον ποιήσειν καὶ ταγὸν συγκαταστήσειν αὐτόν. ὡς δὲ τὰ πιστὰ ἔδοσαν ἀλλήλοις, εὐθὺς μὲν οἱ Φαρσάλιοι εἰρήνην ἦγον, ταχὺ δὲ ὁ Ἰάσων ὁμολογουμένως ταγὸς τῶν Θετταλῶν καθειστήκει.
而他称赞了该城邦的坦诚之后便离去了。至于法尔萨罗斯人的卫城,他请求伊阿宋不要强迫他交出,以便他能为托付者守护此城;但他将自己的儿子们作为人质交出,向伊阿宋承诺自己将说服城邦使其成为自愿的盟友,并协助他登上塔戈斯之位。当双方交换了誓约之后,法尔萨罗斯人立即保持和平,很快伊阿宋便无可置疑地被确立为色萨利人的塔戈斯。
ἐπεί γε μὴν ἐτάγευσε, διέταξεν ἱππικόν τε ὅσον ἑκάστη πόλις δυνατὴ ἦν παρέχειν καὶ ὁπλιτικόν. καὶ ἐγένοντο αὐτῷ ἱππεῖς μὲν σὺν τοῖς συμμάχοις πλείους ἢ ὀκτακισχίλιοι, ὁπλῖται δὲ ἐλογίσθησαν οὐκ ἐλάττους δισμυρίων, πελταστικόν γε μὴν ἱκανὸν πρὸς πάντας ἀνθρώπους ἀντιταχθῆναι· ἔργον γὰρ ἐκείνων γε καὶ τὰς πόλεις ἀριθμῆσαι.4 προεῖπε δὲ τοῖς περιοίκοις πᾶσι καὶ τὸν φόρον ὥσπερ ἐπὶ Σκόπα τεταγμένος ἦν φέρειν. καὶ ταῦτα μὲν οὕτως ἐπεραίνετο· ἐγὼ δὲ πάλιν ἐπάνειμι, ὅθεν εἰς τὰς περὶ Ἰάσονος πράξεις ἐξέβην.
当他执掌塔戈斯之职后,便按各城邦所能提供的数量调配骑兵与重装步兵。连同盟友在内,他拥有了八千余名骑兵,重装步兵据核算不少于两万人,而轻盾兵更足以同天下所有军队匹敌;因为单是数清提供那些兵员的城邦便是一项繁重的工作。他还向所有边民属民宣布,须如斯科帕斯时期所规定的一般缴纳贡赋。这些事情便这样完成了;而我将重新回到叙述伊阿宋事迹之前的出发点。
- 6.1.13μᾶλλον ἑκτέον μου εἴη
动形容词 ἑκτέον(源自 ἔχω)在此取其中动态含义(ἔχομαι 搭配属格,意为“紧抓、依附、器重”),μου 为其属格宾语。结合间接引语中的祈愿式(εἴη),表达了伊阿宋认为正因波吕达马斯是如此忠义之人,才更应当予以拉拢和重用。
- 6.1.13ὥστε σε πείθειν ἱκανὴν πέμπειν συμμαχίαν ὡς ἐμοὶ πολεμεῖν
多重不定式嵌套结构:ὥστε 引导结果不定式 πείθειν(“以至于使你信服”),以 σε 为宾语,并支配间接引语不定式 πέμπειν(“他们将派遣”),而 ἱκανὴν ... συμμαχίαν 为 πέμπειν 的宾语;形容词 ἱκανήν 则与末尾表限定的 ὡς ἐμοὶ πολεμεῖν 连用(“足以同我交战”)。
- 6.1.16ἀσχολίαν ἔχει τὸ μὴ πράττειν ἀεὶ τὸ δεόμενον
带冠词的否定不定式(τὸ μὴ πράττειν)紧承表示阻碍或妨碍的短语(ἀσχολίαν ἔχει,“有俗务缠身/缺乏闲暇”)。因主句含有否定词 οὐδέ,按希腊语规则加上 μή,全句意为“也绝不至于因这些享乐而分心,以至于不去始终履行所需做之事”。
- 6.1.19ἔργον γὰρ ἐκείνων γε καὶ τὰς πόλεις ἀριθμῆσαι
名词 ἔργον 作谓语(系动词 ἐστί 省略),意为“是一项艰巨的任务/大工程”。句子真正的主语是不定式短语 καὶ τὰς πόλεις ἀριθμῆσαι(“甚至光是数清那些城邦”),属格 ἐκείνων 则指示所属对象(“他们的城邦”)。
