← 色诺芬

希腊史

§6.1.7-6.1.12

波吕达马斯转述伊阿宋的霸权野心

波吕达马斯转述了色萨利统治者伊阿宋的言辞,伊阿宋夸示其庞大军力与属民,向法尔萨罗斯陈述称霸希腊、争夺海上霸权乃至征服波斯的宏大图谋,以此劝诱其同盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.7

ἐπεδείκνυε δέ μοι εἰδότι ὅτι καὶ ὑπήκοοι ἤδη αὐτῷ εἶεν Μαρακοὶ καὶ Δόλοπες καὶ Ἀλκέτας ὁ ἐν τῇ Ἠπείρῳ ὕπαρχος· ὥστε, ἔφη, τί ἂν ἐγὼ φοβούμενος οὐ ῥᾳδίως ἂν ὑμᾶς οἰοίμην καταστρέψασθαι; τάχα οὖν ὑπολάβοι ἄν τις ἐμοῦ ἄπειρος· τί οὖν μέλλεις καὶ οὐκ ἤδη στρατεύεις ἐπὶ τοὺς Φαρσαλίους; ὅτι νὴ Δία τῷ παντὶ κρεῖττόν μοι δοκεῖ εἶναι ἑκόντας ὑμᾶς μᾶλλον ἢ ἄκοντας προσαγαγέσθαι. βιασθέντες μὲν γὰρ ὑμεῖς τʼ ἂν βουλεύοισθε ὅ τι δύναισθε κακὸν ἐμοί, ἐγώ τʼ ἂν ὑμᾶς ὡς ἀσθενεστάτους βουλοίμην εἶναι· εἰ δὲ πεισθέντες μετʼ ἐμοῦ γένοισθε, δῆλον ὅτι αὔξοιμεν ἂν ὅ τι δυναίμεθα ἀλλήλους.

他还向我指出——而这我本就知晓——马拉喀斯人、多洛佩斯人以及伊庇鲁斯的统治者阿尔克塔斯也皆已归顺于他。“因此,”他说,“我还有何所惧,竟会认为自己不能轻易降服你们?或许某个不了解我的人会反驳道:‘那你为何迟疑,不立即出兵进攻法尔萨罗斯人?’这是因为,指宙斯发誓,在我看来,让你们自愿归附远胜于强迫你们就范。因为若遭强迫,你们必将竭尽所能谋划害我,而我也必定希望你们尽可能衰弱;但若受到说服与我同道,显然我们将能竭尽所能互相壮大。

§6.1.8

γιγνώσκω μὲν οὖν, ὦ Πολυδάμα, ὅτι ἡ σὴ πατρὶς εἰς σὲ ἀποβλέπει· ἐὰν δέ μοι φιλικῶς αὐτὴν ἔχειν παρασκευάσῃς, ὑπισχνοῦμαί σοι, ἔφη, ἐγὼ μέγιστόν σε τῶν ἐν τῇ Ἑλλάδι μετʼ ἐμὲ καταστήσειν. οἵων δὲ πραγμάτων τὰ δεύτερά σοι δίδωμι ἄκουε, καὶ μηδὲν πίστευέ μοι ὅ τι ἂν μὴ λογιζομένῳ σοι ἀληθὲς φαίνηται. οὐκοῦν τοῦτο μὲν εὔδηλον ἡμῖν, ὅτι Φαρσάλου προσγενομένης καὶ τῶν ἐξ ὑμῶν ἠρτημένων πόλεων εὐπετῶς ἂν ἐγὼ ταγὸς Θετταλῶν ἁπάντων κατασταίην· ὥς γε μήν, ὅταν ταγεύηται Θετταλία, εἰς ἑξακισχιλίους μὲν οἱ ἱππεύοντες γίγνονται, ὁπλῖται δὲ πλείους ἢ μύριοι καθίστανται.

因此,波吕达马斯,我深知你的城邦正仰望着你;如果你能促成它对我抱持友善,”他说,“我向你保证,我将使你成为希腊境内仅次于我的最显赫之人。听听我许诺将你居于次席的事业究竟何等宏大,若经你自己思索后觉得不合实情,便休信我一言。我们岂不十分明白:一旦法尔萨罗斯以及依附于你们的城邦归并过来,我便能轻而易举地被确立为全色萨利的塔戈斯(总帅)?而每逢色萨利设立塔戈斯之时,骑兵可达六千之众,重装步兵则多达万人以上。

§6.1.9

ὧν ἐγὼ καὶ τὰ σώματα καὶ τὴν μεγαλοψυχίαν ὁρῶν οἶμαι ἂν αὐτῶν εἰ καλῶς τις ἐπιμελοῖτο, οὐκ εἶναι ἔθνος1 ὁποίῳ ἂν ἀξιώσαιεν ὑπήκοοι εἶναι Θετταλοί. πλατυτάτης γε μὴν γῆς οὔσης Θετταλίας, πάντα τὰ κύκλῳ ἔθνη ὑπήκοα μέν ἐστιν, ὅταν ταγὸς ἐνθάδε καταστῇ· σχεδὸν δὲ πάντες οἱ ταύτῃ ἀκοντισταί εἰσιν· ὥστε καὶ πελταστικῷ εἰκὸς ὑπερέχειν τὴν ἡμετέραν δύναμιν.

目睹他们的体魄与豪迈之气,我认为若有人善加统领,绝不会有任何民族是色萨利人甘愿臣服其下的。况且色萨利是一片极为广袤的土地,只要此地立有塔戈斯,周围所有民族便皆成属民;而当地居民几乎全为标枪兵,因此我们的军事力量在轻盾兵方面亦必将居于优势。

§6.1.10

καὶ μὴν Βοιωτοί γε καὶ οἱ ἄλλοι πάντες ὅσοι Λακεδαιμονίοις πολεμοῦντες ὑπάρχουσί μοι σύμμαχοι· καὶ ἀκολουθεῖν τοίνυν ἀξιοῦσιν ἐμοί, ἂν μόνον ἀπὸ Λακεδαιμονίων ἐλευθερῶ αὐτούς. καὶ Ἀθηναῖοι δὲ εὖ οἶδʼ ὅτι πάντα ποιήσαιεν ἂν ὥστε σύμμαχοι ἡμῖν γενέσθαι· ἀλλʼ ἐγὼ οὐκ ἄν μοι δοκῶ πρὸς αὐτοὺς φιλίαν ποιήσασθαι.2 νομίζω γὰρ ἔτι ῥᾷον τὴν κατὰ θάλατταν ἢ τὴν κατὰ γῆν ἀρχὴν παραλαβεῖν ἄν.

再者,玻俄提亚人以及其余一切正与拉刻代蒙人交战之众,皆已是我的盟友;他们甚至甘愿追随我,只要我将他们从拉刻代蒙人手中解放出来。我也深知,雅典人为了与我们结盟会不惜做任何事;但我认为自己不会与他们结好,因为我认为夺取海上的霸权甚至比夺取陆上的霸权更为容易。

§6.1.11

εἰ δὲ εἰκότα λογίζομαι, σκόπει, ἔφη, καὶ ταῦτα. ἔχοντες μέν γε Μακεδονίαν, ἔνθεν καὶ Ἀθηναῖοι τὰ ξύλα ἄγονται, πολὺ δήπου πλείους ἐκείνων ἱκανοὶ ἐσόμεθα ναῦς ποιήσασθαι. ἀνδρῶν γε μὴν ταύτας πληροῦν πότερον Ἀθηναίους ἢ ἡμᾶς εἰκὸς μᾶλλον δύνασθαι, τοσούτους καὶ τοιούτους ἔχοντας πενέστας; τούς γε μὴν ναύτας τρέφειν πότερον ἡμᾶς ἱκανωτέρους εἰκὸς εἶναι τοὺς διʼ ἀφθονίαν καὶ ἄλλοσε σῖτον ἐκπέμποντας ἢ Ἀθηναίους τοὺς μηδʼ αὑτοῖς ἱκανὸν ἔχοντας, ἂν μὴ πρίωνται;

至于我推算得是否合理,”他说,“且再考察以下诸点。只要掌握了马其顿——雅典人也是从那里获取木材的——我们建造战舰的能力显然将远远超过他们。而在为战舰配备人员方面,究竟是雅典人更有可能做到,还是拥有如此众多且强悍的佩内斯泰(农奴)的我们更有可能?在供养水手方面,究竟是因富饶而能向他国出口粮食的我们更有能力,还是若不购买便连自用都不敷的雅典人更有能力?

§6.1.12

καὶ χρήμασί γε εἰκὸς δήπου ἡμᾶς ἀφθονωτέροις χρῆσθαι μὴ εἰς νησύδρια ἀποβλέποντας, ἀλλʼ ἠπειρωτικὰ ἔθνη καρπουμένους. πάντα γὰρ δήπου τὰ κύκλῳ φόρον φέρει, ὅταν ταγεύηται τὰ κατὰ Θετταλίαν. οἶσθα δὲ δήπου ὅτι καὶ βασιλεὺς ὁ Περσῶν οὐ νήσους ἀλλʼ ἤπειρον καρπούμενος πλουσιώτατος ἀνθρώπων ἐστίν· ὃν ἐγὼ ὑπήκοον ποιήσασθαι ἔτι εὐκατεργαστότερον ἡγοῦμαι εἶναι ἢ τὴν Ἑλλάδα. οἶδα γὰρ πάντας τοὺς ἐκεῖ ἀνθρώπους πλὴν ἑνὸς μᾶλλον δουλείαν ἢ ἀλκὴν μεμελετηκότας, οἶδα δὲ ὑφʼ οἵας δυνάμεως καὶ τῆς μετὰ Κύρου ἀναβάσης καὶ τῆς μετʼ Ἀγησιλάου εἰς πᾶν ἀφίκετο3 βασιλεύς.

在资金方面,不着眼于琐碎岛屿而是坐享大陆诸民族收益的我们,自然有可能拥有更充裕的财富。因为只要色萨利由塔戈斯统领,周围一切人群皆须缴纳贡赋。而且你想必也知道,波斯国王亦因获取大陆而非岛屿的收益,才成为天下最富有之人;但我认为使他归顺,甚至比征服希腊更为容易办到。因为我知道那里的所有人除一人之外,皆习惯于为奴而非尚武之勇;我也知道,国王曾被怎样的一支兵力——无论是跟随居鲁士上进的那支,还是跟随阿格西劳斯的那支——逼入了绝境。”

语法注3 条
  1. 6.1.9ὧν ἐγὼ καὶ τὰ σώματα καὶ τὴν μεγαλοψυχίαν ὁρῶν οἶμαι ἂν αὐτῶν εἰ καλῶς τις ἐπιμελοῖτο, οὐκ εἶναι ἔθνος

    关系代词 ὧν 指代前文所述的骑兵与重装步兵。οἶμαι ἂν ... οὐκ εἶναι 构成了间接引语中的“ἄν + 不定式”,对应于潜在愿望语气(οὐκ ἂν εἴη)。在分词短语(ὧν ... ὁρῶν)插进之后重复出现的属格 αὐτῶν 起复指作用,作条件从句中动词 ἐπιμελοῖτο 的宾语。

  2. 6.1.10ἀλλʼ ἐγὼ οὐκ ἄν μοι δοκῶ πρὸς αὐτοὺς φιλίαν ποιήσασθαι

    此处 δοκέω 采用以第一人称代词主格 ἐγώ 为主语的人称构词,同时又带有与格代词 μοι。小词 ἄν 归属于不定式 ποιήσασθαι,表潜在(“我认为自己不会与他们结好”)。

  3. 6.1.12εἰς πᾶν ἀφίκετο

    成语 εἰς πᾶν ἀφικνεῖσθαι 意为“被逼入绝境”或“陷入最大的穷厄”,指小居鲁士的远征军及阿格西劳斯统帅的部队使波斯国王陷入的严重危机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.1.7-6.1.12