- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.1.1-6.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在斯巴达派遣克勒翁布洛托斯前往福基斯抵御底比斯的同时,来自色萨利法尔萨罗斯的要人波吕达马斯抵达斯巴达,通报费赖的伊阿宋强大的军事力量及其招诱企图。
οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ ταῦτα ἦσαν. οἱ δὲ Θηβαῖοι ἐπεὶ κατεστρέψαντο τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις, ἐστράτευον καὶ εἰς τὴν Φωκίδα. ὡς δʼ αὖ καὶ οἱ Φωκεῖς ἐπρέσβευον εἰς τὴν Λακεδαίμονα καὶ ἔλεγον ὅτι εἰ μὴ βοηθήσοιεν, οὐ δυνήσοιντο μὴ πείθεσθαι τοῖς Θηβαίοις,1 ἐκ τούτου οἱ Λακεδαιμόνιοι διαβιβάζουσι κατὰ θάλατταν εἰς Φωκέας Κλεόμβροτόν τε τὸν βασιλέα καὶ μετʼ αὐτοῦ τέτταρας μόρας καὶ τῶν συμμάχων τὸ μέρος.
雅典人与拉刻代蒙人便忙于这些事务。另一方面,底比斯人在征服了维奥蒂亚境内的诸城邦后,也对福基斯进行出征。当福基斯人转而遣使前往拉刻代蒙,表示若得不到援助,他们将不得不顺从底比斯人时,拉刻代蒙人遂经由海路将国王克勒翁布洛托斯运送至福基斯,随行者包括四个莫拉(军团)及盟邦的分队。
σχεδὸν δὲ περὶ τοῦτον τὸν χρόνον καὶ ἐκ Θετταλίας ἀφικνεῖται πρὸς τὸ κοινὸν τῶν Λακεδαιμονίων Πολυδάμας Φαρσάλιος. οὗτος δὲ καὶ ἐν τῇ ἄλλῃ Θετταλίᾳ μάλα ηὐδοκίμει, καὶ ἐν αὐτῇ τῇ πόλει οὕτως ἐδόκει καλός τε κἀγαθὸς εἶναι ὥστε καὶ στασιάσαντες οἱ Φαρσάλιοι παρακατέθεντο αὐτῷ τὴν ἀκρόπολιν, καὶ τὰς προσόδους ἐπέτρεψαν λαμβάνοντι,2 ὅσα ἐγέγραπτο ἐν τοῖς νόμοις, εἴς τε τὰ ἱερὰ ἀναλίσκειν καὶ εἰς τὴν ἄλλην διοίκησιν.
大约就在此时,法尔萨罗斯人波吕达马斯也从色萨利来到拉刻代蒙人的公同体前。此人在色萨利其余各地亦极有声望,且在他本邦之内被视为极高尚正直之士,以致法尔萨罗斯人在发生内讧时,竟将卫城托付给他,并将赋税收入交由他收取,依照法律所规定的数额,用于祭祀及其他行政事务。
κἀκεῖνος μέντοι ἀπὸ τούτων τῶν χρημάτων τήν τε ἄκραν φυλάττων διέσῳζεν αὐτοῖς καὶ τἆλλα διοικῶν ἀπελογίζετο κατʼ ἐνιαυτόν. καὶ ὁπότε μὲν ἐνδεήσειε, παρʼ ἑαυτοῦ προσετίθει, ὁπότε δὲ περιγένοιτο τῆς προσόδου, ἀπελάμβανεν. ἦν δὲ καὶ ἄλλως φιλόξενός τε καὶ μεγαλοπρεπὴς τὸν Θετταλικὸν τρόπον. οὗτος οὖν ἐπεὶ ἀφίκετο εἰς τὴν Λακεδαίμονα, εἶπε τοιάδε. ἐγώ, ὦ ἄνδρες Λακεδαιμόνιοι, πρόξενος ὑμῶν ὢν καὶ εὐεργέτης ἐκ πάντων ὧν μεμνήμεθα προγόνων, ἀξιῶ, ἐάν τέ τι ἀπορῶ, πρὸς ὑμᾶς ἰέναι, ἐάν τέ τι χαλεπὸν ὑμῖν ἐν τῇ Θετταλίᾳ συνιστῆται, σημαίνειν. ἀκούετε μὲν οὖν εὖ οἶδʼ ὅτι καὶ ὑμεῖς Ἰάσονος ὄνομα· ὁ γὰρ ἀνὴρ καὶ δύναμιν ἔχει μεγάλην καὶ ὀνομαστός ἐστιν. οὗτος δὲ σπονδὰς ποιησάμενος συνεγένετό μοι, καὶ εἶπε τάδε·
而他确实以此项资金守卫堡垒,为他们妥加保全,并在治理其余事务时按年交账;每当出现亏空,他便自掏腰包补足,每当收入有盈余,他便取回所垫款项。此外他在其他方面亦十分好客,具色萨利式的豪爽排场。此人来到拉刻代蒙后,陈述如下: “拉刻代蒙的先生们,自我们所记得的历代先祖起,我便是诸位的客卿与恩人,因此我认为,若我遇到困难,理当求助于诸位;若色萨利出现危及诸位的事态,理当向诸位通报。我想诸位想必也常闻伊阿宋之名,因为此人不仅握有极强实力,且极负盛名。他与我订立停战协定并与我会面,说了如下一番话:
ὅτι μέν, ὦ Πολυδάμα, καὶ ἄκουσαν τὴν ὑμετέραν πόλιν δυναίμην ἂν παραστήσασθαι ἔξεστί σοι ἐκ τῶνδε λογίζεσθαι.3 ἐγὼ γάρ, ἔφη, ἔχω μὲν Θετταλίας τὰς πλείστας καὶ μεγίστας πόλεις συμμάχους· κατεστρεψάμην δʼ αὐτὰς ὑμῶν σὺν αὐταῖς τὰ ἐναντία ἐμοὶ στρατευομένων. καὶ μὴν οἶσθά γε ὅτι ξένους ἔχω μισθοφόρους εἰς ἑξακισχιλίους, οἷς, ὡς ἐγὼ οἶμαι, οὐδεμία πόλις δύναιτʼ ἂν ῥᾳδίως μάχεσθαι. ἀριθμὸς μὲν γάρ, ἔφη, καὶ ἄλλοθεν οὐκ ἂν ἐλάττων ἐξέλθοι· ἀλλὰ τὰ μὲν ἐκ τῶν πόλεων στρατεύματα τοὺς μὲν προεληλυθότας ἤδη ταῖς ἡλικίαις ἔχει, τοὺς δʼ οὔπω ἀκμάζοντας· σωμασκοῦσί γε μὴν μάλα ὀλίγοι τινὲς ἐν ἑκάστῃ πόλει· παρʼ ἐμοὶ δὲ οὐδεὶς μισθοφορεῖ, ὅστις μὴ ἱκανός ἐστιν ἐμοὶ ἴσα πονεῖν.
‘波吕达马斯,即便你们的城邦不情愿,我亦能使其降服,这一点你从以下事实中即可推知。因为,’他说,‘色萨利绝大多数且最大的城邦皆已是我的盟友;尽管你们曾与它们一同与我为敌作战,我还是征服了它们。况且你也知晓,我握有近六千名雇佣军,照我看来,没有任何城邦能轻易与他们交锋。因为单论数量,’他说,‘从别处出征的兵力或许也不比这少;但城邦征集来的军队中,既有年事已高者,亦有尚未到壮年者;在各邦中真正锻炼身体的更是寥寥无几;而在我手下服役者,无一人不能承受与我同等的劳苦。’
αὐτὸς δʼ ἐστί, λέγειν γὰρ χρὴ πρὸς ὑμᾶς τἀληθῆ,4 καὶ τὸ σῶμα μάλα εὔρωστος καὶ ἄλλως φιλόπονος. καὶ τοίνυν τῶν παρʼ αὐτῷ πεῖραν λαμβάνει καθʼ ἑκάστην ἡμέραν· ἡγεῖται γὰρ σὺν τοῖς ὅπλοις καὶ ἐν τοῖς γυμνασίοις καὶ ὅταν πῃ στρατεύηται. καὶ οὓς μὲν ἂν μαλακοὺς τῶν ξένων αἰσθάνηται, ἐκβάλλει, οὓς δʼ ἂν ὁρᾷ φιλοπόνως καὶ φιλοκινδύνως ἔχοντας πρὸς τοὺς πολέμους, τιμᾷ τοὺς μὲν διμοιρίαις, τοὺς δὲ τριμοιρίαις, τοὺς δὲ καὶ τετραμοιρίαις, καὶ ἄλλοις δώροις, καὶ νόσων γε θεραπείαις καὶ περὶ ταφὰς κόσμῳ· ὥστε πάντες ἴσασιν οἱ παρʼ ἐκείνῳ ξένοι ὅτι ἡ πολεμικὴ αὐτοῖς ἀρετὴ ἐντιμότατόν τε βίον καὶ ἀφθονώτατον παρέχεται.
而伊阿宋本人——因我必须对诸位直言相告——体格极健壮,平日亦极耐劳苦。因此他每日都在考验部下:无论在演练时还是在出征各处时,他皆全副武装身先士卒。凡是他发觉怠惰软弱的雇佣兵,便予驱逐;而凡是他见到在战事中甘受劳苦、乐于涉险者,便奖赏他们——有的给予双份军饷,有的给予三倍,有的甚至给予四倍,此外还施以其他礼物、病中照料以及葬仪上的尊荣。因此在他麾下的雇佣兵皆知,自己的尚武之德将为他们带来最体面、最丰足的生活。”
- 6.1.1οὐ δυνήσοιντο μὴ πείθεσθαι τοῖς Θηβαίοις
间接引语中的希求语气,由主句历史时态动词(ἔλεγον)引发(原话为将来直陈语气 εἰ μὴ βοηθήσετε, οὐ δυνησόμεθα μὴ πείθεσθαι)。双重否定(οὐ ... μὴ πείθεσθαι)表达必然肯定的含义:“不能不顺从底比斯人”(即“被迫屈从”)。
- 6.1.2παρακατέθεντο αὐτῷ τὴν ἀκρόπολιν, καὶ τὰς προσόδους ἐπέτρεψαν λαμβάνοντι
分词 λαμβάνοντι 为与格,与前面的间接宾语 αὐτῷ 一致。它与后面的不定式(ἀναλίσκειν)结合,充当 ἐπέτρεψαν 的补足成分,表示法尔萨罗斯人将赋税交由他收取并依律支出用于祭祀与行政。
- 6.1.5ὅτι μέν, ὦ Πολυδάμα, καὶ ἄκουσαν τὴν ὑμετέραν πόλιν δυναίμην ἂν παραστήσασθαι ἔξεστί σοι ἐκ τῶνδε λογίζεσθαι
语序倒装(超步修辞)。ὅτι 从句被前置于句首,充当无人称动词 ἔξεστι 的主语,或作为 λογίζεσθαι 的宾语从句前移。整个句子的骨干结构为 ἔξεστί σοι λογίζεσθαι ἐκ τῶνδε ὅτι... δυναίμην ἂν παραστήσασθαι(“你从以下事实中即可推知,我能够……”)。
- 6.1.6αὐτὸς δʼ ἐστί, λέγειν γὰρ χρὴ πρὸς ὑμᾶς τἀληθῆ
话语归属的转换点。前一节伊阿宋的直接引语至此结束,波吕达马斯在此恢复了他本人对斯巴达人的直接陈述(从 πρὸς ὑμᾶς 指向斯巴达听众可知)。第三人称 αὐτός 指的是伊阿宋本人。
