← 色诺芬

希腊史

§5.4.59-5.4.66

蒂莫特奥斯环航与降服克基拉

克勒翁布罗托斯越过喀泰戎山的企图受挫后,雅典打破斯巴达的海上封锁解除了粮荒,并应底比斯之请派蒂莫特奥斯率舰队环航伯罗奔尼撒。蒂莫特奥斯抚定克基拉,并在阿吕泽亚海战中击败了斯巴达将领尼科洛霍斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.59

οἱ δὲ Λακεδαιμόνιοι, ἐπεὶ ἔαρ ὑπέφαινε, πάλιν φρουράν τε ἔφαινον καὶ Κλεόμβροτον ἡγεῖσθαι ἐκέλευον. ἐπεὶ δʼ ἔχων τὸ στράτευμα πρὸς τῷ Κιθαιρῶνι ἐγένετο, προῇσαν αὐτῷ οἱ πελτασταὶ ὡς προκαταληψόμενοι τὰ ὑπὲρ τῆς ὁδοῦ. Θηβαίων δὲ καὶ Ἀθηναίων προκατέχοντές τινες τὸ ἄκρον τέως μὲν εἴων αὐτοὺς ἀναβαίνειν· ἐπεὶ δʼ ἐπʼ αὐτοῖς ἦσαν, ἐξαναστάντες ἐδίωκον καὶ ἀπέκτειναν περὶ τετταράκοντα. τούτου δὲ γενομένου ὁ Κλεόμβροτος ἀδύνατον νομίσας τὸ ὑπερβῆναι εἰς τὴν τῶν Θηβαίων, ἀπῆγέ τε καὶ διῆκε τὸ στράτευμα.

当春天初露端倪时,拉刻代蒙人再次发布动员令,命克勒翁布罗托斯统领大军。当他率军抵达喀泰戎山时,其麾下的轻盾兵先行前进,企图提前占领道路上方的要隘。然而部分底比斯人和雅典人早已抢先占领了制高点;起初他们任由轻盾兵攀登,但当对方逼近身前时,他们一跃而起展开追击,斩杀了约四十人。此事发生后,克勒翁布罗托斯认为不可能再越过山口进入底比斯领地,便撤回并遣散了军队。

§5.4.60

συλλεγέντων δὲ τῶν συμμάχων εἰς Λακεδαίμονα, λόγοι ἐγίγνοντο ἀπὸ τῶν συμμάχων ὅτι διὰ μαλακίαν κατατριβήσοιντο ὑπὸ τοῦ πολέμου. ἐξεῖναι γὰρ σφίσι ναῦς πληρώσαντας1 πολὺ πλείους τῶν Ἀθηναίων ἑλεῖν λιμῷ τὴν πόλιν αὐτῶν· ἐξεῖναι δʼ ἐν ταῖς αὐταῖς ταύταις ναυσὶ καὶ εἰς Θήβας στράτευμα διαβιβάζειν, εἰ μὲν βούλοιντο, ἐπὶ Φωκέων, εἰ δὲ βούλοιντο, ἐπὶ Κρεύσιος.

当盟邦使节齐集拉刻代蒙时,盟友们纷纷议论,认为大家因软弱退缩而将被战争消耗殆尽。因为他们完全可以整备远多于雅典人的战船,通过饥荒攻陷其城邦;而且同样利用这些战船,他们也可以将陆军渡运至底比斯,若愿意可取道福基斯,若愿意也可取道克劳西斯。

§5.4.61

ταῦτα δὲ λογισάμενοι ἑξήκοντα μὲν τριήρεις ἐπλήρωσαν, Πόλλις δʼ αὐτῶν ναύαρχος ἐγένετο. καὶ μέντοι οὐκ ἐψεύσθησαν οἱ ταῦτα γνόντες, ἀλλʼ οἱ Ἀθηναῖοι ἐπολιορκοῦντο· τὰ γὰρ σιταγωγὰ αὐτοῖς πλοῖα ἐπὶ μὲν τὸν Γεραστὸν ἀφίκετο, ἐκεῖθεν δʼ οὐκέτι ἤθελε παραπλεῖν, τοῦ ναυτικοῦ ὄντος τοῦ Λακεδαιμονίων περί τε Αἴγιναν καὶ Κέω καὶ Ἄνδρον. γνόντες δʼ οἱ Ἀθηναῖοι τὴν ἀνάγκην, ἐνέβησαν αὐτοὶ εἰς τὰς ναῦς, καὶ ναυμαχήσαντες πρὸς τὸν Πόλλιν Χαβρίου ἡγουμένου νικῶσι τῇ ναυμαχίᾳ. καὶ ὁ μὲν σῖτος τοῖς Ἀθηναίοις οὕτω παρεκομίσθη.

经过这番盘算,他们整备了六十艘三列桨座战船,波利斯出任其海军统帅。提出这一主张的人确实没有料错,雅典人旋即陷入被围困的境地;因为他们的运粮船虽抵达到格赖斯托斯,但因拉刻代蒙舰队游弋于埃癸娜、刻俄斯和安德罗斯一带,运粮船再也不敢沿岸向前航行。雅典人深知局势危急,亲自登舰出海,在哈布里阿斯的指挥下与波利斯展开海战,并在海战中大获全胜。雅典人的粮食就这样运了进来。

§5.4.62

παρασκευαζομένων δὲ τῶν Λακεδαιμονίων στράτευμα διαβιβάζειν ἐπὶ τοὺς Βοιωτούς, ἐδεήθησαν οἱ Θηβαῖοι τῶν Ἀθηναίων περὶ Πελοπόννησον στράτευμα πέμψαι, νομίσαντες εἰ τοῦτο γένοιτο, οὐ δυνατὸν ἔσεσθαι τοῖς Λακεδαιμονίοις ἅμα μὲν τὴν ἑαυτῶν χώραν φυλάττειν, ἅμα δὲ τὰς περὶ ἐκεῖνα τὰ χωρία συμμαχίδας πόλεις, ἅμα δὲ στράτευμα διαβιβάζειν ἱκανὸν πρὸς ἑαυτούς.

正当拉刻代蒙人筹备渡运陆军去进攻维奥蒂亚人之际,底比斯人恳请雅典人派遣舰队环绕伯罗奔尼撒航行,他们认为若能如此,拉刻代蒙人就绝不可能一边防卫本国领土,一边兼顾该地区周边的盟邦城镇,同时还能渡运一支足以对付底比斯的大军。

§5.4.63

καὶ οἱ Ἀθηναῖοι μέντοι ὀργιζόμενοι τοῖς Λακεδαιμονίοις διὰ τὸ Σφοδρία ἔργον, προθύμως ἐξέπεμψαν περὶ τὴν Πελοπόννησον ναῦς τε ἑξήκοντα πληρώσαντες καὶ στρατηγὸν αὐτῶν Τιμόθεον ἑλόμενοι. ἅτε δὲ εἰς τὰς Θήβας οὐκ ἐμβεβληκότων τῶν πολεμίων οὔτʼ ἐν ᾧ Κλεόμβροτος ἦγε τὴν στρατιὰν ἔτει οὔτʼ ἐν ᾧ Τιμόθεος περιέπλευσε, θρασέως δὴ ἐστρατεύοντο οἱ Θηβαῖοι ἐπὶ τὰς περιοικίδας πόλεις καὶ πάλιν αὐτὰς ἀνελάμβανον.

而雅典人因斯福德里阿斯之事本就对拉刻代蒙人怒不可遏,遂欣然整备了六十艘战船,推选蒂莫特奥斯为统帅,派遣舰队环绕伯罗奔尼撒航行。由于敌军无论是在克勒翁布罗托斯统军的那一年,还是在蒂莫特奥斯周航的那一年,都未曾侵入底比斯领地,底比斯人便士气大振,大胆进军周边的各个城邦,并将它们一一收复。

§5.4.64

ὁ μέντοι Τιμόθεος περιπλεύσας Κέρκυραν μὲν εὐθὺς ὑφʼ ἑαυτῷ ἐποιήσατο· οὐ μέντοι ἠνδραποδίσατο οὐδὲ ἄνδρας ἐφυγάδευσεν οὐδὲ νόμους μετέστησεν· ἐξ ὧν τὰς περὶ ἐκεῖνα πόλεις πάσας εὐμενεστέρας ἔσχεν.

蒂莫特奥斯周航之后,随即把克基拉置于自己的控制之下;但他既未将居民贬为奴隶,也未流放任何人员或变更法律;由此赢得了该地区周边所有城邦更加深厚的善意。

§5.4.65

ἀντεπλήρωσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ναυτικόν, καὶ Νικόλοχον ναύαρχον, μάλα θρασὺν ἄνδρα, ἐξέπεμψαν· ὃς ἐπειδὴ εἶδε τὰς μετὰ Τιμοθέου ναῦς, οὐκ ἐμέλλησε, καίπερ ἓξ νεῶν αὐτῷ ἀπουσῶν τῶν Ἀμβρακιωτίδων, ἀλλὰ πέντε καὶ πεντήκοντα ἔχων ναῦς ἑξήκοντα οὔσαις ταῖς μετὰ Τιμοθέου2 ἐναυμάχησε. καὶ τότε μὲν ἡττήθη, καὶ τροπαῖον ὁ Τιμόθεος ἔστησεν ἐν Ἀλυζείᾳ.

拉刻代蒙人亦整备舰队迎战,派出极为悍勇的尼科洛霍斯担任海军统帅。他一见到蒂莫特奥斯统领的船队,尽管安布拉基亚的六艘船尚未归队,却毫不犹豫,率领五十五艘船与蒂莫特奥斯的六十艘战船展开海战。那一战他被击败,蒂莫特奥斯在阿吕泽亚树立了战功碑。

§5.4.66

ὁ δὲ ἀνειλκυσμένων τῶν Τιμοθέου νεῶν καὶ ἐπισκευαζομένων, ἐπεὶ παρεγένοντο αὐτῷ αἱ Ἀμβρακιώτιδες ἓξ τριήρεις, ἐπὶ τὴν Ἀλύζειαν ἔπλευσεν, ἔνθα ἦν ὁ Τιμόθεος. ὡς δὲ οὐκ ἀντανῆγε, τροπαῖον αὖ κἀκεῖνος ἐστήσατο ἐν ταῖς ἐγγυτάτω νήσοις. ὁ δὲ Τιμόθεος ἐπεὶ ἅς τε εἶχεν ἐπεσκεύασε καὶ ἐκ Κερκύρας ἄλλας προσεπληρώσατο, γενομένων αὐτῷ τῶν πασῶν πλέον ἑβδομήκοντα, πολὺ δὴ ὑπερεῖχε ναυτικῷ· χρήματα μέντοι μετεπέμπετο Ἀθήνηθεν· πολλῶν γὰρ ἐδεῖτο, ἅτε πολλὰς ναῦς ἔχων.

后来,正当蒂莫特奥斯的战船拖上岸进行修理时,安布拉基亚的六艘三列桨座战船赶来会合,尼科洛霍斯遂驶向蒂莫特奥斯所在的阿吕泽亚。由于蒂莫特奥斯没有出海迎战,尼科洛霍斯亦在最近的岛屿上树立了战功碑。而蒂莫特奥斯在修缮了原有战船并从克基拉增募补充之后,总兵力已超过七十艘战船,在海军力量上占据了绝对优势;不过他仍不断从雅典调运钱财,因为坐拥庞大舰队,他需要巨额的军饷。

语法注2 条
  1. 5.4.60ἐξεῖναι γὰρ σφίσι ναῦς πληρώσαντας

    在非人称动词 ἐξεῖναι 引出的间接引语中,反身代词 σφίσι 虽作与格,但后续分词 πληρώσαντας 却转为宾格,与不定式 ἑλεῖν 隐含的宾格逻辑主语保持一致。在古典希腊语中,带与格的非人称句与不定式连用时,其动作执行者常转为宾格并与分词保持一致。

  2. 5.4.65ἑξήκοντα οὔσαις ταῖς μετὰ Τιμοθέου

    与格短语 ταῖς μετὰ Τιμοθέου(“蒂莫特奥斯麾下的船队”)作动词 ἐναυμάχησε 的交战对象补足语,表语性分词短语 ἑξήκοντα οὔσαις 与之保持性数格一致。该结构与前句主语所统率的兵力(πέντε καὶ πεντήκοντα ἔχων ναῦς)形成对照,标明了敌方多达六十艘战船的规模。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.59-5.4.66