← 色诺芬

希腊史

§5.4.9-5.4.16

底比斯的解放与克勒翁布罗托斯的远征

底比斯市民与雅典援军合力围攻卫城,迫使斯巴达守军投降撤出,底比斯遂获解放。斯巴达闻讯后在隆冬派遣克勒翁布罗托斯率军征讨,但他留下斯霍德里阿斯驻守后便率大军撤回,未对底比斯造成实质破坏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.9

ἐκ δὲ τούτου εὐθὺς ἐκήρυττον ἐξιέναι πάντας Θηβαίους, ἱππέας τε καὶ ὁπλίτας, ὡς τῶν τυράννων τεθνεώτων. οἱ δὲ πολῖται, ἕως μὲν νὺξ ἦν, ἀπιστοῦντες ἡσυχίαν εἶχον· ἐπεὶ δʼ ἡμέρα τʼ ἦν καὶ φανερὸν ἦν τὸ γεγενημένον, ταχὺ δὴ καὶ οἱ ὁπλῖται καὶ οἱ ἱππεῖς σὺν τοῖς ὅπλοις ἐξεβοήθουν. ἔπεμψαν δʼ ἱππέας οἱ κατεληλυθότες καὶ ἐπὶ τοὺς πρὸς τοῖς ὁρίοις Ἀθηναίων δύο τῶν στρατηγῶν. οἱ δʼ εἰδότες τὸ πρᾶγμα ἐφʼ ὃ ἀπεστάλκεσαν1 ὁ μέντοι ἐν τῇ ἀκροπόλει ἁρμοστὴς ἐπεὶ ᾔσθετο τὸ νυκτερινὸν κήρυγμα, εὐθὺς ἔπεμψεν εἰς Πλαταιὰς καὶ Θεσπιὰς ἐπὶ βοήθειαν. καὶ τοὺς μὲν Πλαταιᾶς αἰσθόμενοι προσιόντας οἱ τῶν Θηβαίων ἱππεῖς, ἀπαντήσαντες ἀπέκτειναν αὐτῶν πλέον ἢ εἴκοσιν· ἐπεὶ δὲ εἰσῆλθον ταῦτα πράξαντες καὶ οἱ Ἀθηναῖοι ἀπὸ τῶν ὁρίων ἤδη παρῆσαν, προσέβαλον πρὸς τὴν ἀκρόπολιν.

此后,他们立即宣告所有底比斯人,不论骑兵还是重装步兵,皆当出动,因僭主们已经伏诛。在夜色尚未褪去时,市民们因难以置信而按兵不动;及至天明,所发生的事昭然若揭,重装步兵和骑兵便迅速披坚执锐全副出动。归来的流亡者们亦派遣骑兵前往驻扎在边界附近的雅典两位将军处;而后者深知〔流亡者们〕派遣〔骑兵〕所为之事,然而卫城中的斯巴达总督觉察到夜间的呼喊宣告后,立即派人前往普拉提亚和忒斯庇埃求援。底比斯骑兵察觉普拉提亚援军正在逼近,便迎头痛击,斩杀二十余人;待他们办完此事回城,且来自边界的雅典援兵亦已就位,众人便向卫城发起了猛攻。

§5.4.11

ὡς δὲ ἔγνωσαν οἱ ἐν τῇ ἀκροπόλει ὀλίγοι ὄντες, τήν τε προθυμίαν τῶν προσιόντων ἁπάντων ἑώρων, καὶ τῶν κηρυγμάτων μεγάλων γιγνομένων τοῖς πρώτοις ἀναβᾶσιν, ἐκ τούτων φοβηθέντες εἶπον ὅτι ἀπίοιεν ἄν, εἰ σφίσιν ἀσφάλειαν μετὰ τῶν ὅπλων ἀπιοῦσι διδοῖεν.2 οἱ δὲ ἄσμενοί τε ἔδοσαν ἃ ᾔτουν, καὶ σπεισάμενοι καὶ ὅρκους ὀμόσαντες ἐπὶ τούτοις ἐξέπεμπον.

卫城中的守军见自己人数寡少,又目睹逼近而来的所有人皆斗志昂扬,更听闻向最先登城者许以重赏的布告,由此心生恐惧,声称若能允许他们携带武器安全撤离,他们便愿意退兵。底比斯人欣然应允了他们的请求,立下休战誓约后放他们撤出。

§5.4.12

ἐξιόντων μέντοι, ὅσους ἐπέγνωσαν τῶν ἐχθρῶν ὄντας, συλλαμβάνοντες ἀπέκτειναν. ἦσαν δέ τινες οἳ καὶ ὑπὸ Ἀθηναίων τῶν ἀπὸ τῶν ὁρίων ἐπιβοηθησάντων ἐξεκλάπησαν καὶ διεσώθησαν. οἱ μέντοι Θηβαῖοι καὶ τοὺς παῖδας τῶν ἀποθανόντων, ὅσοις ἦσαν, λαβόντες ἀπέσφαξαν.

然而,当守军出城之际,底比斯人只要认出是政敌便予以逮捕诛杀。亦有一些人被来自边界相助的雅典人暗中藏匿而得以保全性命。不过,底比斯人甚至将那些被杀者的幼子——只要有孩子的——尽行捉拿屠杀。

§5.4.13

ἐπεὶ δὲ ταῦτα ἐπύθοντο οἱ Λακεδαιμόνιοι, τὸν μὲν ἁρμοστὴν τὸν ἐγκαταλιπόντα τὴν ἀκρόπολιν καὶ οὐκ ἀναμείναντα τὴν βοήθειαν ἀπέκτειναν, φρουρὰν δὲ φαίνουσιν ἐπὶ τοὺς Θηβαίους. καὶ Ἀγησίλαος μὲν λέγων ὅτι ὑπὲρ τετταράκοντα ἀφʼ ἥβης εἴη,3 καὶ ὥσπερ τοῖς ἄλλοις τοῖς τηλικούτοις οὐκέτι ἀνάγκη εἴη τῆς ἑαυτῶν ἔξω στρατεύεσθαι, οὕτω δὴ καὶ βασιλεῦσι τὸν αὐτὸν νόμον ὄντα ἀπεδείκνυε. κἀκεῖνος μὲν δὴ λέγων ταῦτα οὐκ ἐστρατεύετο. οὐ μέντοι τούτου γʼ ἕνεκεν κατέμεινεν, ἀλλʼ εὖ εἰδὼς ὅτι εἰ στρατηγοίη, λέξοιεν οἱ πολῖται ὡς Ἀγησίλαος, ὅπως βοηθήσειε τοῖς τυράννοις, πράγματα τῇ πόλει παρέχοι.4 εἴα οὖν αὐτοὺς βουλεύεσθαι ὁποῖόν τι βούλοιντο περὶ τούτων.

拉刻代蒙人获悉此事后,便处死了擅弃卫城且未能坚守待援的总督,并对底比斯人发出了出征动员令。阿格西劳斯宣称自己自青年期以来已逾四十年,正如其他同龄之人不再有义务赴境外从军作战一般,他向众人表明国王亦适用同样的法度。他借此说辞便未出征。然而,他留守并非真正出于此故,而是深知自己若统帅军队,公民们必会议论阿格西劳斯是为了救援僭主而给城邦招致祸患。因此,他便听凭他们就这些事务作出其所愿的决定。

§5.4.14

οἱ δʼ ἔφοροι διδασκόμενοι ὑπὸ τῶν μετὰ τὰς ἐν Θήβαις σφαγὰς ἐκπεπτωκότων, Κλεόμβροτον ἐκπέμπουσι, πρῶτον τότε ἡγούμενον, μάλα χειμῶνος ὄντος. τὴν μὲν οὖν διʼ Ἐλευθερῶν ὁδὸν Χαβρίας ἔχων Ἀθηναίων πελταστὰς ἐφύλαττεν· ὁ δὲ Κλεόμβροτος ἀνέβαινε κατὰ τὴν εἰς Πλαταιὰς φέρουσαν. προϊόντες δὲ οἱ πελτασταὶ περιτυγχάνουσιν ἐπὶ τῷ ἄκρῳ φυλάττουσι τοῖς ἐκ τοῦ ἀνακείου λελυμένοις, ὡς περὶ ἑκατὸν καὶ πεντήκοντα οὖσι. καὶ τούτους μὲν ἅπαντας, εἰ μή τις ἐξέφυγεν, οἱ πελτασταὶ ἀπέκτειναν· αὐτὸς δὲ κατέβαινε πρὸς τὰς Πλαταιάς, ἔτι φιλίας οὔσας.

监察官们经那些在底比斯屠杀后流亡之人告知,派遣克勒翁布罗托斯统军出征——当时正值严冬,这也是他首次执掌帅印。当时卡布利亚斯率领雅典标枪兵把守着经由埃勒乌忒莱的道路;克勒翁布罗托斯遂沿通往普拉提亚的道路登山前进。行在前面的标枪兵遭遇了在山口防守的那些自牢狱中被释放者,约有一百五十人。除了极少数脱逃者之外,标枪兵将他们悉数斩杀;克勒翁布罗托斯本人则下山前往尚且友好的普拉提亚。

§5.4.15

ἐπεὶ δὲ εἰς Θεσπιὰς ἀφίκετο, ἐκεῖθεν ὁρμηθεὶς εἰς Κυνὸς κεφαλὰς οὔσας Θηβαίων ἐστρατοπεδεύσατο. μείνας δὲ ἐκεῖ περὶ ἑκκαίδεκα ἡμέρας ἀπεχώρησε πάλιν εἰς Θεσπιάς. κἀκεῖ μὲν ἁρμοστὴν κατέλιπε Σφοδρίαν καὶ ἀπὸ τῶν συμμάχων τὸ τρίτον μέρος ἑκάστων· παρέδωκε δὲ αὐτῷ καὶ χρήματα ὅσα ἐτύγχανεν οἴκοθεν ἔχων, καὶ ἐκέλευσε ξενικὸν προσμισθοῦσθαι.

他抵达忒斯庇埃后,便从那里出发,在隶属于底比斯领地的犬头山扎营。在此停留约十六日后,他又退回忒斯庇埃。他在那里留下斯霍德里阿斯担任总督,并留下了各同盟军的三分之一部队;他还将自己从国内随身携带的所有钱财移交予他,命其招募雇佣军充实兵力。

§5.4.16

καὶ ὁ μὲν Σφοδρίας ταῦτʼ ἔπραττεν. ὁ δὲ Κλεόμβροτος ἀπῆγεν ἐπʼ οἴκου τὴν διὰ Κρεύσιος τοὺς μεθʼ αὑτοῦ στρατιώτας καὶ μάλα ἀποροῦντας πότερά ποτε πόλεμος πρὸς Θηβαίους ἢ εἰρήνη εἴη· ἤγαγε μὲν γὰρ εἰς τὴν τῶν Θηβαίων τὸ στράτευμα, ἀπῆλθε δὲ ὡς ἐδύνατο ἐλάχιστα κακουργήσας.

斯霍德里阿斯遂着手办理这些事务,而克勒翁布罗托斯则率其部众沿克柔西斯之路班师回国,士兵们深感困惑,不知与底比斯之间究竟是战是和;因为他虽将大军开入底比斯境内,却在尽可能少造成破坏的情况下就此撤去。

语法注4 条
  1. 5.4.9οἱ δʼ εἰδότες τὸ πρᾶγμα ἐφʼ ὃ ἀπεστάλκεσαν

    此处缺失主动词,属于句法破格(破体)或抄本残缺(lacuna)。根据上下文,其意蕴含“他们深知[流亡者们]派遣[骑兵]所为之事,[遂立即前往相助]”等动作。

  2. 5.4.11εἶπον ὅτι ἀπίοιεν ἄν, εἰ σφίσιν ἀσφάλειαν μετὰ τῶν ὅπλων ἀπιοῦσι διδοῖεν

    间接引语中的潜势条件句。直接引语为 ἀπίοιμεν ἄν, εἰ... διδοίητε(“若蒙许以安全,我们愿撤离”),在过去主动词 εἶπον 之后转入希求法。σφίσιν 为间接反身代词,指代主句主语(守军),分词 ἀπιοῦσι 则作与格与 σφίσιν 一致。

  3. 5.4.13ὑπὲρ τετταράκοντα ἀφʼ ἥβης εἴη

    斯巴达军役年龄的习惯表达法。指自达到青年期(ἥβη,通常为18或20岁)以来已逾四十年,即实际年龄已超过58至60岁,依律免除对外远征兵役。

  4. 5.4.13ὡς Ἀγησίλαος, ὅπως βοηθήσειε τοῖς τυράννοις, πράγματα τῇ πόλει παρέχοι

    此句结构为 ὡς 引导的间接引语从句(谓语 παρέχοι)中嵌套了一个目的从句(ὅπως βοηθήσειε)。受过去时主句(κατέμεινεν ... εἰδώς)支配的假设结构(εἰ στρατηγοίη, λέξοιεν)处于历史时态序列中,故 ὡς 从句和目的从句均依从属时态规则采用了间接引语希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.9-5.4.16