- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.1-5.4.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬记述了对违背誓言的斯巴达人及其附庸僭主的神罚:流亡者梅隆与内应菲利达斯密谋,伪装潜入宴席刺杀战时总管,诛杀莱翁提阿德斯,并释放囚犯加以武装。
πολλὰ μὲν οὖν ἄν τις ἔχοι καὶ ἄλλα λέγειν καὶ Ἑλληνικὰ καὶ βαρβαρικά, ὡς θεοὶ οὔτε τῶν ἀσεβούντων οὔτε τῶν ἀνόσια ποιούντων ἀμελοῦσι· νῦν γε μὴν λέξω τὰ προκείμενα. Λακεδαιμόνιοί τε γὰρ οἱ ὀμόσαντες αὐτονόμους ἐάσειν τὰς πόλεις τὴν ἐν Θήβαις ἀκρόπολιν κατασχόντες ὑπʼ αὐτῶν μόνων τῶν ἀδικηθέντων ἐκολάσθησαν πρῶτον οὐδʼ ὑφʼ ἑνὸς τῶν πώποτε ἀνθρώπων κρατηθέντες, τούς τε τῶν πολιτῶν εἰσαγαγόντας1 εἰς τὴν ἀκρόπολιν αὐτοὺς καὶ βουληθέντας Λακεδαιμονίοις δουλεύειν τὴν πόλιν, ὥστε αὐτοὶ τυραννεῖν, τὴν τούτων ἀρχὴν ἑπτὰ μόνον τῶν φυγόντων ἤρκεσαν καταλῦσαι. ὡς δὲ τοῦτʼ ἐγένετο διηγήσομαι.
人们尽可以从希腊人和异族人的历史中举出许多其他例子,以证明诸神绝不轻忽不虔者和行不义之事的人;然而,我现在只谈论眼前的主题。因为,誓言任各邦自治的拉刻代蒙人,在占领底比斯的卫城后,遭到了仅由受害之人施加的惩罚,而此前他们从未被世上任何人击败过;至于那些将他们引入卫城、为了自身实行僭主统治而意欲使城邦沦为拉刻代蒙人奴隶的公民,仅凭七名流亡者便足以推翻他们的统治。此事究竟如何发生,我当细述。
ἦν τις Φιλλίδας, ὃς ἐγραμμάτευε τοῖς περὶ Ἀρχίαν πολεμάρχοις, καὶ τἆλλα ὑπηρέτει, ὡς ἐδόκει, ἄριστα. τούτῳ δʼ ἀφιγμένῳ Ἀθήναζε κατὰ πρᾶξίν τινα καὶ πρόσθεν γνώριμος ὢν Μέλων τῶν Ἀθήναζε πεφευγότων Θηβαίων συγγίγνεται, καὶ διαπυθόμενος μὲν τὰ περὶ Ἀρχίαν τε τὸν πολεμαρχοῦντα καὶ τὴν περὶ Φίλιππον τυραννίδα, γνοὺς δὲ μισοῦντα αὐτὸν ἔτι μᾶλλον αὑτοῦ τὰ οἴκοι, πιστὰ δοὺς καὶ λαβὼν συνέθετο ὡς δεῖ ἕκαστα γίγνεσθαι.
有一人名叫菲利达斯,他在阿尔基阿斯一众战时总管麾下任秘书,且在其他事务上也辅佐得极其出色,至少表面看来如此。此人因某项公务来到雅典,曾流亡雅典的底比斯人之一、原本就与他结识的梅隆便与他相会。在详细打听了战时总管阿尔基阿斯的情况以及腓力等人的僭主统治后,梅隆得知菲利达斯比自己更加憎恨国内的时局,两人遂互立信誓,商定了各项事宜应当如何实施。
ἐκ δὲ τούτου προσλαβὼν ὁ Μέλων ἓξ τοὺς ἐπιτηδειοτάτους τῶν φευγόντων ξιφίδια ἔχοντας καὶ ἄλλο ὅπλον οὐδέν, ἔρχεται πρῶτον μὲν εἰς τὴν χώραν νυκτός· ἔπειτα δὲ ἡμερεύσαντες ἔν τινι τόπῳ ἐρήμῳ πρὸς τὰς πύλας ἦλθον, ὡς δὴ ἐξ ἀγροῦ ἀπιόντες, ἡνίκαπερ οἱ ἀπὸ τῶν ἔργων ὀψιαίτατοι. ἐπεὶ δʼ εἰσῆλθον εἰς τὴν πόλιν, διενυκτέρευσαν μὲν ἐκείνην τὴν νύκτα παρὰ Χάρωνί τινι, καὶ τὴν ἐπιοῦσαν δὲ ἡμέραν διημέρευσαν.
此后,梅隆挑选了流亡者中最合宜的六个人,仅随身携带短剑,不带任何其他兵刃,首先于夜色中进入该国境域;接着,他们在一处荒僻的地方度过了白昼,趁着在田间劳作者最迟返回的时辰来到城门,仿佛是从乡间返回一般。进入城内后,他们在那天夜里借宿于一个名叫卡隆的人家中,并在那里度过了次日的白天。
ὁ μὲν οὖν Φιλλίδας τά τε ἄλλα ἐπεμελεῖτο τοῖς πολεμάρχοις, ὡς Ἀφροδίσια ἄγουσιν ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς, καὶ δὴ καὶ γυναῖκας πάλαι ὑπισχνούμενος ἄξειν αὐτοῖς τὰς σεμνοτάτας καὶ καλλίστας τῶν ἐν Θήβαις, τότε ἔφη ἄξειν. οἱ δέ, ἦσαν γὰρ τοιοῦτοι, μάλα ἡδέως προσεδέχοντο νυκτερεύειν.
此时,菲利达斯正为总管们操办诸般事务,因他们在任期届满之际举行阿佛洛狄忒节的庆祝,尤其是他许诺已久要为他们带来底比斯最端庄美丽的妇人,此时便宣称要将她们领来。而他们本就是这般品行之人,极其欢喜地期待着共度良夜。
ἐπεὶ δὲ ἐδείπνησάν τε καὶ συμπροθυμουμένου ἐκείνου ταχὺ ἐμεθύσθησαν, πάλαι κελευόντων ἄγειν τὰς ἑταίρας, ἐξελθὼν ἤγαγε τοὺς περὶ Μέλωνα, τρεῖς μὲν στείλας ὡς δεσποίνας, τοὺς δὲ ἄλλους ὡς θεραπαίνας.
当他们用餐完毕,并在菲利达斯的极力劝诱下迅速喝得酩酊大醉之后,便一再催促他领来歌妓;菲利达斯遂走出门外,将梅隆一行领来,其中三人装扮成贵妇模样,其余的人则装扮成女仆。
κἀκείνους μὲν εἰσήγαγεν εἰς τὸ προταμιεῖον τοῦ πολεμαρχείου, αὐτὸς δʼ εἰσελθὼν εἶπε τοῖς περὶ Ἀρχίαν ὅτι οὐκ ἄν φασιν εἰσελθεῖν αἱ γυναῖκες, εἴ τις τῶν διακόνων ἔνδον ἔσοιτο.2 ἔνθεν οἱ μὲν ταχὺ ἐκέλευον πάντας ἐξιέναι, ὁ δὲ Φιλλίδας δοὺς οἶνον εἰς ἑνὸς τῶν διακόνων ἐξέπεμψεν αὐτούς. ἐκ δὲ τούτου εἰσήγαγε τὰς ἑταίρας δή, καὶ ἐκάθιζε παρʼ ἑκάστῳ. ἦν δὲ σύνθημα, ἐπεὶ καθίζοιντο, παίειν εὐθὺς ἀνακαλυψαμένους.
他将他们引至总管府的前厅,自己走入内室对阿尔基阿斯等人宣称,妇人们说如果屋内有仆从在场,她们绝不进来。于是总管们迅速下令所有人退出去,菲利达斯则给了酒,将他们打发去了一名仆从的家中。此后,他便将这群所谓的歌妓领入,让她们在每人身边坐下。约定的暗号是:一旦坐定,便立即揭开头纱拔刀刺杀。
οἱ μὲν δὴ οὕτω λέγουσιν αὐτοὺς ἀποθανεῖν, οἱ δὲ καὶ ὡς κωμαστὰς εἰσελθόντας τοὺς ἀμφὶ Μέλωνα ἀποκτεῖναι τοὺς πολεμάρχους. λαβὼν δὲ ὁ Φιλλίδας τρεῖς αὐτῶν ἐπορεύετο ἐπὶ τὴν τοῦ Λεοντιάδου οἰκίαν· κόψας δὲ τὴν θύραν εἶπεν ὅτι παρὰ τῶν πολεμάρχων ἀπαγγεῖλαί τι βούλοιτο. ὁ δὲ ἐτύγχανε μὲν χωρὶς κατακείμενος ἔτι μετὰ δεῖπνον, καὶ ἡ γυνὴ ἐριουργοῦσα παρεκάθητο. ἐκέλευσε δὲ τὸν Φιλλίδαν πιστὸν νομίζων εἰσιέναι. οἱ δʼ ἐπεὶ εἰσῆλθον, τὸν μὲν ἀποκτείναντες, τὴν δὲ γυναῖκα φοβήσαντες κατεσιώπησαν. ἐξιόντες δὲ εἶπον τὴν θύραν κεκλεῖσθαι· εἰ δὲ λήψονται ἀνεῳγμένην, ἠπείλησαν ἀποκτεῖναι ἅπαντας τοὺς ἐν τῇ οἰκίᾳ.
有人说他们是按这种情形毙命的,但亦有人说梅隆一行是装扮成狂欢者闯入而刺杀总管们的。菲利达斯带着其中三人前往莱翁提阿德斯的宅邸,敲门后声称要传达总管们的口信。莱翁提阿德斯餐后正独自卧榻休息,妻子正坐在身旁纺线。因信任菲利达斯,他便吩咐他进来。他们进屋后杀死了他,并恐吓其妻使之噤声。离开时,他们命令大门必须上锁,并威胁说若是发现门被打开,便将宅内所有人斩尽杀绝。
ἐπεὶ δὲ ταῦτα ἐπέπρακτο, λαβὼν δύο ὁ Φιλλίδας τῶν ἀνδρῶν ἦλθε πρὸς τὸ ἀνάκειον, καὶ εἶπε τῷ εἰργμοφύλακι ὅτι ἄνδρα ἄγοι παρὰ πολεμάρχων ὃν εἶρξαι δέοι. ὡς δὲ ἀνέῳξε, τοῦτον μὲν εὐθὺς ἀπέκτειναν, τοὺς δὲ δεσμώτας ἔλυσαν. καὶ τούτους μὲν ταχὺ τῶν ἐκ τῆς στοᾶς ὅπλων καθελόντες ὥπλισαν, καὶ ἀγαγόντες ἐπὶ τὸ Ἀμφεῖον θέσθαι ἐκέλευον τὰ ὅπλα.3
这些事完成后,菲利达斯带着其中两人前往牢狱,对狱卒说奉总管之命押来一人应当收监。狱卒刚一开门,他们便立刻杀死了狱卒,解救了囚犯。他们迅速取下柱廊中的武器武装起这批囚犯,领至阿姆佩翁高地,命令他们列阵待命。
- 5.4.1τούς τε τῶν πολιτῶν εἰσαγαγόντας
句首的宾格短语 τούς τε τῶν πολιτῶν εἰσαγαγόντας ... καὶ βουληθέντας 为先行/悬垂宾格(prolepsis),其所指在后文被宾语 τὴν τούτων ἀρχήν(他们的统治)在意义上承接。该句的核心骨架为 ἑπτὰ μόνον τῶν φυγόντων ἤρκεσαν καταλῦσαι(流亡者中仅凭七人便足以推翻)。
- 5.4.6οὐκ ἄν φασιν εἰσελθεῖν αἱ γυναῖκες, εἴ τις τῶν διακόνων ἔνδον ἔσοιτο
间接引语中的条件句。直接引语形式相当于 οὐκ ἂν εἰσέλθοιμεν, εἴ τις ... ἔσται;在此主句的潜在祈愿语气转为 ἄν + 不定词 εἰσελθεῖν,从句的动词在主句过去时动词 εἶπε 的支配下转为将来祈愿语气 ἔσοιτο。
- 5.4.8θέσθαι ἐκέλευον τὰ ὅπλα
军事成语 τίθεμαι τὰ ὅπλα 在不同语境下可意为“放下武器投降”或“武装列阵/就位待命”。此处指将武器分发给被解救的囚犯后,命其在阿姆佩翁高地武装列阵以备战斗。
