← 色诺芬

希腊史

§5.4.17-5.4.26

斯霍德里阿斯突袭阿提卡失败与获赦

克勒翁布罗托斯的大军在撤退时遭遇暴风受损;斯霍德里阿斯受底比斯人诱使突袭阿提卡失败,虽在斯巴达被控死罪,却因其子的私人恩爱关系而获判无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.17

ἀπιόντι γε μὴν ἄνεμος αὐτῷ ἐξαίσιος ἐπεγένετο, ὃν καὶ οἰωνίζοντό τινες σημαίνειν πρὸ τῶν μελλόντων. πολλὰ μὲν γὰρ καὶ ἄλλα βίαια ἐποίησεν, ἀτὰρ καὶ ὑπερβάλλοντος αὐτοῦ μετὰ τῆς στρατιᾶς ἐκ τῆς Κρεύσιος τὸ καθῆκον ἐπὶ θάλατταν ὄρος πολλοὺς μὲν ὄνους κατεκρήμνισεν αὐτοῖς σκεύεσι,1 πάμπολλα δὲ ὅπλα ἀφαρπασθέντα ἐξέπεσεν εἰς τὴν θάλατταν.

然而,在他撤军之际,突然遭遇了一场罕见的狂风,有些人甚至视其为预兆未来之事的凶兆。因为狂风还造成了许多其他严重的破坏,尤其是当他率军翻越从克柔西斯延伸入海的山岭时,狂风将许多驴子连同驮负的行囊一并吹落悬崖,极多的兵器亦被刮走坠入大海。

§5.4.18

τέλος δὲ πολλοὶ οὐ δυνάμενοι σὺν τοῖς ὅπλοις πορεύεσθαι, ἔνθεν καὶ ἔνθεν τοῦ ἄκρου κατέλιπον λίθων ἐμπλήσαντες ὑπτίας τὰς ἀσπίδας. καὶ τότε μὲν τῆς Μεγαρικῆς ἐν Αἰγοσθένοις ἐδείπνησαν ὡς ἐδύναντο· τῇ δʼ ὑστεραίᾳ ἐλθόντες ἐκομίσαντο τὰ ὅπλα. καὶ ἐκ τούτου οἴκαδε ἤδη ἕκαστοι ἀπῇσαν· ἀφῆκε γὰρ αὐτοὺς ὁ Κλεόμβροτος.

最终,许多人无法携带着武器行进,便在山口的两侧将盾牌仰翻过来,填满石头弃置于彼。当时,他们在墨伽拉境内的埃戈斯忒那草草进餐;次日才折返取回武器。此后,众人便各自班师回国,因为克勒翁布罗托斯遣散了他们。

§5.4.19

οἱ μὲν οὖν Ἀθηναῖοι ὁρῶντες τὴν τῶν Λακεδαιμονίων ῥώμην καὶ ὅτι πόλεμος ἐν Κορίνθῳ οὐκέτι ἦν, ἀλλʼ ἤδη παριόντες τὴν Ἀττικὴν οἱ Λακεδαιμόνιοι εἰς τὰς Θήβας ἐνέβαλλον, οὕτως ἐφοβοῦντο ὥστε καὶ τὼ δύο στρατηγώ, οἳ συνηπιστάσθην2 τὴν τοῦ Μέλωνος ἐπὶ τοὺς περὶ Λεοντιάδην ἐπανάστασιν, κρίναντες τὸν μὲν ἀπέκτειναν, τὸν δʼ, ἐπεὶ οὐχ ὑπέμεινεν, ἐφυγάδευσαν.

雅典人见拉刻代蒙人兵力强盛,且科林斯已无战事,反而是拉刻代蒙人已经绕过阿提卡直扑底比斯,因而惶恐至极,以至于将参与谋划梅隆起义反对莱翁提阿得斯一派的两位将军交付审判,将其中的一人处死,另一人因未敢留待审判而予以流放。

§5.4.20

οἱ δʼ αὖ Θηβαῖοι καὶ αὐτοὶ φοβούμενοι, εἰ μηδένες ἄλλοι ἢ αὐτοὶ πολεμήσοιεν τοῖς Λακεδαιμονίοις, τοιόνδε εὑρίσκουσι μηχάνημα. πείθουσι τὸν ἐν ταῖς Θεσπιαῖς ἁρμοστὴν Σφοδρίαν, χρήματα δόντες, ὡς ὑπωπτεύετο, ἐμβαλεῖν εἰς τὴν Ἀττικήν, ἵνʼ ἐκπολεμώσειε τοὺς Ἀθηναίους πρὸς τοὺς Λακεδαιμονίους. κἀκεῖνος πειθόμενος αὐτοῖς, προσποιησάμενος τὸν Πειραιᾶ καταλήψεσθαι, ὅτι δὴ ἀπύλωτος ἦν, ἦγεν ἐκ τῶν Θεσπιῶν πρῲ δειπνήσαντας τοὺς στρατιώτας, φάσκων πρὸ ἡμέρας καθανύσειν εἰς τὸν Πειραιᾶ.

底比斯人这边亦深恐若除自己之外再无他人与拉刻代蒙人交战,便定下了如下计策:他们以金钱贿赂——正如人们所怀疑的那样——说服驻忒斯庇埃的总督斯霍德里阿斯入侵阿提卡,意在挑起雅典与拉刻代蒙人交恶交战。斯霍德里阿斯听从了他们的建议,借口比雷埃夫斯未设城门而假装前去攻占,命令士兵早早进餐后率军自忒斯庇埃出发,声称将在黎明前抵达比雷埃夫斯。

§5.4.21

Θριᾶσι δʼ αὐτῷ ἡμέρα ἐπεγένετο, καὶ οὐδὲν ἐντεῦθεν ἐποίησεν ὥστε λαθεῖν, ἀλλʼ ἐπεὶ ἀπετράπετο, βοσκήματα διήρπασε καὶ οἰκίας ἐπόρθησε. τῶν δʼ ἐντυχόντων τινὲς τῆς νυκτὸς φεύγοντες εἰς τὸ ἄστυ ἀπήγγελλον τοῖς Ἀθηναίοις ὅτι στράτευμα πάμπολυ προσίοι. οἱ μὲν δὴ ταχὺ ὁπλισάμενοι καὶ ἱππεῖς καὶ ὁπλῖται ἐν φυλακῇ τῆς πόλεως ἦσαν.

然而他在抵达特里亚时天色已破晓,从此他便不再掩饰行踪,反而在掉头回撤之际沿途抢掠牲畜,劫掠房屋。夜间与他遭遇的某些人逃入城内,向雅典人报告有一支大军正逼近而来。雅典人迅速武装起来,骑兵与重装步兵皆严加防守城池。

§5.4.22

τῶν δὲ Λακεδαιμονίων καὶ πρέσβεις ἐτύγχανον Ἀθήνησιν ὄντες παρὰ Καλλίᾳ τῷ προξένῳ Ἐτυμοκλῆς τε καὶ Ἀριστόλοχος καὶ Ὤκυλλος· οὓς οἱ Ἀθηναῖοι, ἐπεὶ τὸ πρᾶγμα ἠγγέλθη, συλλαβόντες ἐφύλαττον, ὡς καὶ τούτους συνεπιβουλεύοντας. οἱ δὲ ἐκπεπληγμένοι τε ἦσαν τῷ πράγματι καὶ ἀπελογοῦντο ὡς οὐκ ἄν ποτε οὕτω μῶροι ἦσαν ὡς εἰ ᾔδεσαν καταλαμβανόμενον τὸν Πειραιᾶ, ἐν τῷ ἄστει ἂν ὑποχειρίους αὑτοὺς παρεῖχον, καὶ ταῦτα παρὰ τῷ προξένῳ, οὗ τάχιστʼ ἂν ηὑρέθησαν.

当时恰有拉刻代蒙的使节厄特摩克勒斯、阿里斯托洛霍斯和奥库洛斯在雅典,客宿于他们的代理人卡利亚斯家中;当事变消息传来时,雅典人认为这三人亦参与同谋,遂将其拘捕扣留。然而使节们对此事深感震惊,并辩解道,若他们预先知晓比雷埃夫斯将遭袭,他们绝不会愚蠢到自投罗网留在城中,而且偏偏住在最容易被搜寻到的代理人家中。

§5.4.23

ἔτι δʼ ἔλεγον ὡς εὔδηλον καὶ τοῖς Ἀθηναίοις ἔσοιτο ὅτι οὐδʼ ἡ πόλις τῶν Λακεδαιμονίων ταῦτα συνῄδει. Σφοδρίαν γὰρ εὖ εἰδέναι ἔφασαν ὅτι ἀπολωλότα πεύσοιντο ὑπὸ τῆς πόλεως. κἀκεῖνοι μὲν κριθέντες μηδὲν συνειδέναι ἀφείθησαν.

他们还说,雅典人很快就会清楚看到,拉刻代蒙城邦本身对此事毫不知情;因为他们坚信雅典人不久便会得知斯霍德里阿斯已被城邦处死。最终,使节们被判定与密谋无关而获释。

§5.4.24

οἱ δʼ ἔφοροι ἀνεκάλεσάν τε τὸν Σφοδρίαν καὶ ὑπῆγον θανάτου.3 ἐκεῖνος μέντοι φοβούμενος οὐχ ὑπήκουσεν· ὅμως δὲ καίπερ οὐχ ὑπακούων εἰς τὴν κρίσιν ἀπέφυγε. καὶ πολλοῖς ἔδοξεν αὕτη δὴ ἀδικώτατα ἐν Λακεδαίμονι ἡ δίκη κριθῆναι. ἐγένετο δὲ τοῦτο τὸ αἴτιον.

监察官们传唤了斯霍德里阿斯,并以死罪起诉他。然而他心怀恐惧并未应召出庭;尽管他缺席审判,却依然被判无罪。在许多人看来,这是拉刻代蒙城邦中所裁决的最不公正的判决。此事的原委如下:

§5.4.25

ἦν υἱὸς τῷ Σφοδρία Κλεώνυμος, ἡλικίαν τε ἔχων τὴν ἄρτι ἐκ παίδων, καὶ ἅμα κάλλιστός τε καὶ εὐδοκιμώτατος τῶν ἡλίκων. τούτου δὲ ἐρῶν ἐτύγχανεν Ἀρχίδαμος ὁ Ἀγησιλάου. οἱ μὲν οὖν τοῦ Κλεομβρότου φίλοι, ἅτε ἑταῖροι ὄντες τῷ Σφοδρίᾳ, ἀπολυτικῶς αὐτοῦ εἶχον, τὸν δέ γε Ἀγησίλαον καὶ τοὺς ἐκείνου φίλους ἐφοβοῦντο, καὶ τοὺς διὰ μέσου4 δέ· δεινὰ γὰρ ἐδόκει πεποιηκέναι.

斯霍德里阿斯有一子名叫克勒奥纽摩斯,年方出少年期,在同龄人中既最英俊又最负盛名。阿格西劳斯之子阿耳基达摩斯恰好深爱着他。克勒翁布罗托斯的朋友们因与斯霍德里阿斯交好,倾向于为他开脱罪责,但他们畏惧阿格西劳斯及其友人,亦畏惧那些立场中立之人;因为他的所作所为看似罪大恶极。

§5.4.26

ἐκ τούτου δὲ ὁ μὲν Σφοδρίας εἶπε πρὸς τὸν Κλεώνυμον· ἔξεστί σοι, ὦ υἱέ, σῶσαι τὸν πατέρα, δεηθέντι Ἀρχιδάμου εὐμενῆ Ἀγησίλαον ἐμοὶ εἰς τὴν κρίσιν παρασχεῖν. ὁ δὲ ἀκούσας ἐτόλμησεν ἐλθεῖν πρὸς τὸν Ἀρχίδαμον, καὶ ἐδεῖτο σωτῆρα αὐτῷ τοῦ πατρὸς γενέσθαι.

于是斯霍德里阿斯对克勒奥纽摩斯说:“我的儿子,你有能力拯救你的父亲,只要你恳求阿耳基达摩斯,使阿格西劳斯在审判中对我宽厚仁慈。”克勒奥纽摩斯听罢,鼓起勇气去见阿耳基达摩斯,恳求他成为自己父亲的救星。

语法注4 条
  1. 5.4.17αὐτοῖς σκεύεσι

    未带介词 σύν 的伴随与格,为惯用表达,意为“连同其装备/行囊一并”。

  2. 5.4.19οἳ συνηπιστάσθην

    与主语“两位将军”(τὼ δύο στρατηγώ)相呼应的双数动词,为 συνεπίσταμαι(“共同知悉”、“参与同谋”)的未完成过去时双数形式。

  3. 5.4.24ὑπῆγον θανάτου

    表示罪名或刑罚的司法属格。动词 ὑπάγω(“起诉”、“传讯法庭”)搭配 θανάτου,表示“以死罪起诉”或“提起死刑指控”。

  4. 5.4.25τοὺς διὰ μέσου

    冠词后接介词短语的名词化用法,指既不属于阿格西劳斯派也不属于克勒翁布罗托斯/斯霍德里阿斯派的“中立派”或“中间阶层”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.17-5.4.26