← 色诺芬

希腊史

§5.4.51-5.4.58

阿格西劳斯撤兵患病与底比斯打通粮道

阿格西劳斯通过佯攻迫使底比斯军回防城中,并在调停忒斯庇埃的内讧后撤兵;底比斯人乘奥雷奥斯守将懈怠夺城复通粮道,阿格西劳斯则在归途中突发血管破裂重病不起。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.51

οἱ δʼ αὖ Θηβαῖοι δείσαντες περὶ τῆς πόλεως, ὅτι ἐρήμη ἦν, ἀπολιπόντες ἔνθα παρατεταγμένοι ἦσαν δρόμῳ ἔθεον εἰς τὴν πόλιν τὴν ἐπὶ Ποτνιὰς ὁδόν·1 ἦν γὰρ αὕτη ἀσφαλεστέρα. καὶ μέντοι ἐδόκει καλὸν γενέσθαι τὸ ἐνθύμημα τοῦ Ἀγησιλάου, ὅτι πόρρω ἀπαγαγὼν ἀπὸ τῶν πολεμίων ἀποχωρεῖν δρόμῳ αὐτοὺς ἐποίησεν· ὅμως μέντοι ἐπὶ παραθέοντας αὐτοὺς τῶν πολεμάρχων τινὲς ἐπέδραμον σὺν ταῖς μόραις.

另一方面,底比斯人担心城邦空虚无人防守,遂离开列阵之处,沿着通往波特尼埃的道路飞奔回城;因为这条路较为安全。事实上,阿格西劳斯的计谋似乎大获成功,因为他将〔军队〕引向远离敌人之处,迫使他们仓皇逃奔;然而,某些司令官还是率领所部各团冲向了正在疾驰奔逃的敌军。

§5.4.52

οἱ μέντοι Θηβαῖοι ἀπὸ τῶν λόφων τὰ δόρατα ἐξηκόντιζον, ὥστε καὶ ἀπέθανεν Ἀλύπητος, εἷς τῶν πολεμάρχων, ἀκοντισθεὶς δόρατι· ὅμως δὲ καὶ ἀπὸ τούτου τοῦ λόφου ἐτράπησαν οἱ Θηβαῖοι· ὥστε ἀναβάντες οἱ Σκιρῖται καὶ τῶν ἱππέων τινὲς ἔπαιον τοὺς τελευταίους τῶν Θηβαίων παρελαύνοντας εἰς τὴν πόλιν.

然而底比斯人从山丘上投掷长矛,以致司令官之一的阿吕佩托斯被长矛刺中阵亡;但即便如此,底比斯人还是被逐出了这座山丘。于是斯基里泰队和部分骑兵登上山地,击杀奔回城中的底比斯后卫部队。

§5.4.53

ὡς μέντοι ἐγγὺς τοῦ τείχους ἐγένοντο, ὑποστρέφουσιν οἱ Θηβαῖοι· οἱ δὲ Σκιρῖται ἰδόντες αὐτοὺς θᾶττον ἢ βάδην2 ἀπῆλθον. καὶ ἀπέθανε μὲν οὐδεὶς αὐτῶν· ὅμως δὲ οἱ Θηβαῖοι τροπαῖον ἐστήσαντο, ὅτι ἀπεχώρησαν οἱ ἀναβάντες.

然而当他们靠近城墙时,底比斯人反身迎战;斯基里泰人见状,便以小跑般的速度疾速撤退。他们虽然无一人伤亡,但底比斯人却因迫使登山追击者撤退而树立了战功碑。

§5.4.54

ὁ μέντοι Ἀγησίλαος, ἐπεὶ ὥρα ἦν, ἀπελθὼν ἐστρατοπεδεύσατο ἔνθαπερ τοὺς πολεμίους εἶδε παρατεταγμένους· τῇ δʼ ὑστεραίᾳ ἀπήγαγε τὴν ἐπὶ Θεσπιάς. θρασέως δὲ παρακολουθούντων τῶν πελταστῶν, οἳ ἦσαν μισθοφόροι τοῖς Θηβαίοις, καὶ τὸν Χαβρίαν ἀνακαλούντων, ὅτι οὐκ ἠκολούθει, ὑποστραφέντες οἱ τῶν Ὀλυνθίων ἱππεῖς, ἤδη γὰρ κατὰ τοὺς ὅρκους συνεστρατεύοντο, ἐδίωξάν τε αὐτοὺς πρὸς ὄρθιον, καθάπερ ἠκολούθουν, καὶ ἀπέκτειναν αὐτῶν μάλα πολλούς· ταχὺ γὰρ πρὸς ἄναντες εὐήλατον ἁλίσκονται πεζοὶ ὑφʼ ἱππέων.

阿格西劳斯由于时辰已到,便收兵在先前目睹敌军列阵之处扎营;次日,他沿通往忒斯庇埃的道路引军撤退。底比斯人雇用的轻盾兵在后大胆尾随,并因哈布里阿斯没有追击而连声呼喊他;此时奥林索斯的骑兵——因为他们依照盟约已加入随征之列——调转马头,沿着轻盾兵尾随而来的坡道向上追击,斩杀了他们极多人;因为在易于奔驰的缓坡上,步兵很快就会被骑兵追及捕杀。

§5.4.55

ἐπεὶ δʼ ἐγένετο ὁ Ἀγησίλαος ἐν ταῖς Θεσπιαῖς, εὑρὼν στασιάζοντας τοὺς πολίτας, καὶ βουλομένων τῶν φασκόντων λακωνίζειν ἀποκτεῖναι τοὺς ἐναντίους, ὧν καὶ Μένων ἦν, τοῦτο μὲν οὖν οὐκ ἐπέτρεψε· διαλλάξας δὲ αὐτοὺς καὶ ὅρκους ὀμόσαι ἀλλήλοις ἀναγκάσας, οὕτως ἀπῆλθε πάλιν διὰ τοῦ Κιθαιρῶνος τὴν ἐπὶ Μέγαρα. καὶ ἐκεῖθεν τοὺς μὲν συμμάχους ἀφῆκε, τὸ δὲ πολιτικὸν στράτευμα οἴκαδε ἀπήγαγε.

阿格西劳斯抵达忒斯庇埃后,见该邦公民陷入党争,自称亲斯巴达的一派——其中包括梅农——企图将政敌斩尽杀绝,但他并未准许此事;相反,他促使双方和解并强令他们彼此发誓,随后经喀泰戎山沿通往墨伽拉的道路撤返。他在墨伽拉遣散了盟军,并率本邦军队返乡。

§5.4.56

μάλα δὲ πιεζόμενοι οἱ Θηβαῖοι σπάνει σίτου διὰ τὸ δυοῖν ἐτοῖν μὴ εἰληφέναι καρπὸν ἐκ τῆς γῆς, πέμπουσιν ἐπὶ δυοῖν τριήροιν ἄνδρας εἰς Παγασὰς ἐπὶ σῖτον δέκα τάλαντα δόντες. Ἀλκέτας δὲ ὁ Λακεδαιμόνιος φυλάττων Ὠρεόν, ἐν ᾧ ἐκεῖνοι τὸν σῖτον συνεωνοῦντο, ἐπληρώσατο τρεῖς τριήρεις, ἐπιμεληθεὶς ὅπως μὴ ἐξαγγελθείη. ἐπεὶ δὲ ἀπήγετο ὁ σῖτος, λαμβάνει ὁ Ἀλκέτας τόν τε σῖτον καὶ τὰς τριήρεις, καὶ τοὺς ἄνδρας ἐζώγρησεν οὐκ ἐλάττους ἢ τριακοσίους. τούτους δὲ εἶρξεν ἐν τῇ ἀκροπόλει, οὗπερ αὐτὸς ἐσκήνου.

底比斯人因两年未从土地上收得粮食,正饱受粮荒之苦,便拨出十塔兰同,派人分乘两艘三列桨座战船前往帕伽萨伊采办粮食。驻守奥雷奥斯的拉刻代蒙人阿尔凯塔斯乘他们在彼处收购粮食之际,秘密整备了三艘三列桨座战船,严防走漏消息。及至粮食运出,阿尔凯塔斯将粮食与战船一并截获,并生俘不少于三百人。他将这些战俘关押在自己宿营的卫城之中。

§5.4.57

ἀκολουθοῦντος δέ τινος τῶν Ὠρειτῶν παιδός, ὡς ἔφασαν, μάλα καλοῦ τε κἀγαθοῦ, καταβαίνων ἐκ τῆς ἀκροπόλεως περὶ τοῦτον ἦν. καταγνόντες δὲ οἱ αἰχμάλωτοι τὴν ἀμέλειαν, καταλαμβάνουσι τὴν ἀκρόπολιν, καὶ ἡ πόλις ἀφίσταται· ὥστʼ εὐπόρως ἤδη οἱ Θηβαῖοι σῖτον παρεκομίζοντο.

然而,由于奥雷奥斯当地的一名少年侍奉于他——据说此人极为俊美且品貌出众——阿尔凯塔斯常步下卫城陪伴该少年。俘虏们察觉到这一疏漏,乘机占领卫城,该城邦亦随之反叛;底比斯人从此得以顺畅地运进粮食。

§5.4.58

ὑποφαίνοντος δὲ πάλιν τοῦ ἦρος ὁ μὲν Ἀγησίλαος κλινοπετὴς ἦν. ὅτε γὰρ ἀπῆγε τὸ στράτευμα ἐκ τῶν Θηβῶν, ἐν τοῖς Μεγάροις ἀναβαίνοντος αὐτοῦ ἐκ τοῦ Ἀφροδισίου εἰς τὸ ἀρχεῖον ῥήγνυται ὁποία δὴ φλέψ,3 καὶ ἐρρύη τὸ ἐκ τοῦ σώματος αἷμα εἰς τὸ ὑγιὲς σκέλος. γενομένης δὲ τῆς κνήμης ὑπερόγκου καὶ ὀδυνῶν ἀφορήτων, Συρακόσιός τις ἰατρὸς σχάζει τὴν παρὰ τῷ σφυρῷ φλέβα αὐτοῦ. ὡς δὲ ἅπαξ ἤρξατο, ἔρρει αὐτῷ νύκτα τε καὶ ἡμέραν τὸ αἷμα, καὶ πάντα ποιοῦντες οὐκ ἐδύναντο σχεῖν τὸ ῥεῦμα πρὶν ἐλιποψύχησε· τότε μέντοι ἐπαύσατο. καὶ οὕτως ἐκεῖνος μὲν ἀποκομισθεὶς εἰς Λακεδαίμονα ἠρρώστει τό τε λοιπὸν θέρος καὶ διὰ χειμῶνος.

当春天再次显现时,阿格西劳斯已卧病不起。原来当他率军离开底比斯,在墨伽拉从阿佛洛狄忒神庙步往政厅高处时,不知何处的一条血管破裂,全身的血液流注到他健全的腿上。小腿肿胀得异常硕大且疼痛难忍,一名叙拉古医生切开了他脚踝附近的静脉。然而血管一旦切开,鲜血便昼夜不停地流淌,众人想尽一切办法也无法止血,直到他昏死过去;鲜血这才止住。他就这样被抬回拉刻代蒙,在随后的整个夏天以及整个冬季都缠绵病榻。

语法注3 条
  1. 5.4.51τὴν ἐπὶ Ποτνιὰς ὁδόν

    由运动动词 ἔθεον 所支配的表示路径的宾格(广义同族宾格或范围宾格),连同方向介词短语 ἐπὶ Ποτνιὰς 意为“沿着通往波特尼埃的道路”。

  2. 5.4.53θᾶττον ἢ βάδην

    由比较级副词 θᾶττον、连词 ἤ 以及表示步行的副词 βάδην 构成的惯用表达,意为“比寻常步行更快”,即小跑、飞奔着撤退。

  3. 5.4.58ῥήγνυται ὁποία δὴ φλέψ

    性质关系/间接疑问代词 ὁποῖος 与小词 δή 结合,起不定代词的作用(类似于拉丁语 nescio quae vena),意为“不知哪条血管”或“某条未定名的血管”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.51-5.4.58