← 色诺芬

希腊史

§5.4.42-5.4.50

福比达斯战死与阿格西劳斯再度出征

福比达斯战死致使忒斯庇埃陷入动摇,次年春阿格西劳斯再度出征,通过佯动声东击西穿破防线,重创底比斯东部田园。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.42

ἐκ δὲ τούτου ὁ Φοιβίδας ἐκπέμπων μὲν λῃστήρια ἔφερε καὶ ἦγε τοὺς Θηβαίους, καταδρομὰς δὲ ποιούμενος ἐκακούργει τὴν χώραν. οἱ δʼ αὖ Θηβαῖοι ἀντιτιμωρεῖσθαι βουλόμενοι στρατεύουσι πανδημεὶ ἐπὶ τὴν τῶν Θεσπιῶν χώραν. ἐπεὶ δʼ ἦσαν ἐν τῇ χώρᾳ, ὁ Φοιβίδας σὺν τοῖς πελτασταῖς προσκείμενος οὐδαμοῦ εἴα αὐτοὺς ἀποσκεδάννυσθαι τῆς φάλαγγος· ὥστε οἱ Θηβαῖοι μάλα ἀχθόμενοι τῇ ἐμβολῇ θάττονα τὴν ἀποχώρησιν ἐποιοῦντο, καὶ οἱ ὀρεοκόμοι δὲ ἀπορριπτοῦντες ὃν εἰλήφεσαν καρπὸν ἀπήλαυνον οἴκαδε· οὕτω δεινὸς φόβος τῷ στρατεύματι ἐνέπεσεν.

此后,福比达斯派出掠夺队洗劫并掳掠底比斯人,并屡屡发动袭击摧毁其田园。底比斯人为了报复,便倾全城之兵进军忒斯庇埃境内。当他们进入该地时,福比达斯率轻盾兵紧逼敌军,决不容许他们脱离方阵散开;底比斯人因此对这次入侵深感困扰,开始加紧撤退,连骡夫们也扔下劫得的农产向家中逃奔;全军陷入了如此可怖的惊慌。

§5.4.43

ὁ δὲ ἐν τούτῳ θρασέως ἐπέκειτο, περὶ ἑαυτὸν μὲν ἔχων τὸ πελταστικόν, τὸ δʼ ὁπλιτικὸν ἐν τάξει ἕπεσθαι κελεύσας. καὶ ἐν ἐλπίδι ἐγένετο τροπὴν τῶν ἀνδρῶν ποιήσασθαι· αὐτός τε γὰρ ἐρρωμένως ἡγεῖτο, καὶ τοῖς ἄλλοις ἅπτεσθαι τῶν ἀνδρῶν παρεκελεύετο, καὶ τοὺς τῶν Θεσπιῶν ὁπλίτας ἀκολουθεῖν ἐκέλευεν.

福比达斯在此期间勇猛追击,将轻盾兵留在自己身旁,并命重装步兵整队紧随其后。他满心指望能击溃敌众;因为他自身奋勇领军,督促其他人向敌军贴身肉搏,并命令忒斯庇埃的重装步兵随后跟进。

§5.4.44

ὡς δὲ ἀποχωροῦντες οἱ τῶν Θηβαίων ἱππεῖς ἐπὶ νάπῃ ἀδιαβάτῳ ἐγίγνοντο, πρῶτον μὲν ἡθροίσθησαν, ἔπειτα δὲ ἀνέστρεφον διὰ τὸ ἀπορεῖν ὅπῃ διαβαῖεν. οἱ μὲν οὖν πελτασταὶ ὀλίγοι ὄντες οἱ πρῶτοι φοβηθέντες αὐτοὺς ἔφυγον· οἱ δὲ ἱππεῖς αὖ τοῦτο ὡς εἶδον, ἐδιδάχθησαν ὑπὸ τῶν φευγόντων ἐπιθέσθαι αὐτοῖς.1

然而,当撤退的底比斯骑兵来到一条无法穿过的峡谷时,先是聚集在一起,随后由于不知该从何处通过,便调转了马头。于是,冲在前头为数不多的轻盾兵心生畏惧逃跑了;骑兵一见此景,便受这些溃逃者的启发,向他们发起了反扑。

§5.4.45

καὶ ὁ μὲν δὴ Φοιβίδας καὶ δύο ἢ τρεῖς μετʼ αὐτοῦ μαχόμενοι ἀπέθανον, οἱ δὲ μισθοφόροι τούτου γενομένου πάντες ἔφυγον. ἐπεὶ δὲ φεύγοντες ἀφίκοντο πρὸς τοὺς ὁπλίτας τῶν Θεσπιῶν, κἀκεῖνοι, μάλα πρόσθεν μέγα φρονοῦντες μὴ ὑπείξειν τοῖς Θηβαίοις, ἔφυγον, οὐδέν τι πάνυ διωκόμενοι· καὶ γὰρ ἦν ἤδη ὀψέ. καὶ ἀπέθανον μὲν οὐ πολλοί, ὅμως δὲ οὐ πρόσθεν ἔστησαν οἱ Θεσπιεῖς, πρὶν ἐν τῷ τείχει ἐγένοντο.

福比达斯以及与他同在的两三个人在搏斗中阵亡,此事一出,雇佣军便全线溃逃。当他们逃到忒斯庇埃重装步兵那里时,这些人虽然此前夸下海口绝不向底比斯人屈服,此时也望风而逃,甚至根本未受严密的追击;因为当时天色已晚。阵亡者虽不算多,但忒斯庇埃人直到退入城墙内才止住脚步。

§5.4.46

ἐκ δὲ τούτου πάλιν αὖ τὰ τῶν Θηβαίων ἀνεζωπυρεῖτο, καὶ ἐστρατεύοντο εἰς Θεσπιὰς καὶ εἰς τὰς ἄλλας τὰς περιοικίδας πόλεις. ὁ μέντοι δῆμος ἐξ αὐτῶν εἰς τὰς Θήβας ἀπεχώρει· ἐν πάσαις γὰρ ταῖς πόλεσι δυναστεῖαι καθειστήκεσαν, ὥσπερ ἐν Θήβαις· ὥστε καὶ οἱ ἐν ταύταις ταῖς πόλεσι φίλοι τῶν Λακεδαιμονίων βοηθείας ἐδέοντο. μετὰ δὲ τὸν Φοιβίδα θάνατον πολέμαρχον μὲν καὶ μόραν οἱ Λακεδαιμόνιοι κατὰ θάλατταν πέμψαντες τὰς Θεσπιὰς ἐφύλαττον.

自此之后,底比斯人的声势再度复振,他们向忒斯庇埃及其余周边城镇进军。不过平民却从这些城镇避往底比斯;因为正如底比斯先前那样,所有城镇都建立起了寡头集权统治;因此这些城镇中拉刻代蒙人的友人亦需要援助。福比达斯阵亡后,拉刻代蒙人由海路派遣了一名司令官和一个团驻守忒斯庇埃。

§5.4.47

ἐπεὶ δὲ τὸ ἔαρ ἐπέστη, πάλιν ἔφαινον φρουρὰν οἱ ἔφοροι εἰς τὰς Θήβας, καὶ τοῦ Ἀγησιλάου, ᾗπερ τὸ πρόσθεν, ἐδέοντο ἡγεῖσθαι. ὁ δʼ ὑπὲρ τῆς ἐμβολῆς ταὐτὰ γιγνώσκων, πρὶν καὶ τὰ διαβατήρια θύεσθαι, πέμψας πρὸς τὸν ἐν Θεσπιαῖς πολέμαρχον ἐκέλευε προκαταλαβεῖν τὸ ὑπὲρ τῆς κατὰ τὸν Κιθαιρῶνα ὁδοῦ ἄκρον καὶ φυλάττειν, ἕως ἂν αὐτὸς ἔλθῃ.

到了春天,监察官再次宣告对底比斯动员出兵,并如前次那样恳请阿格西劳斯统军。阿格西劳斯对入侵路线持同样见解,甚至在举行过境祭祀之前,就遣使往忒斯庇埃的司令官处,命他预先占领喀泰戎山大道上方的高地,并坚守直至自己抵达。

§5.4.48

ἐπεὶ δὲ τοῦτο ὑπερβαλὼν ἐν ταῖς Πλαταιαῖς ἐγένετο, πάλιν προσεποιήσατο εἰς τὰς Θεσπιὰς πρῶτον ἰέναι, καὶ πέμπων ἀγοράν τε ἐκέλευε παρασκευάζειν καὶ τὰς πρεσβείας ἐκεῖ περιμένειν· ὥστε οἱ Θηβαῖοι ἰσχυρῶς τὴν πρὸς Θεσπιῶν ἐμβολὴν ἐφύλαττον.

阿格西劳斯翻过此岭抵达普拉泰亚后,再次佯装要先往忒斯庇埃,遣人命彼处筹办集市并在那里等候使团;底比斯人遂在来自忒斯庇埃方向的隘口设重兵把守。

§5.4.49

ὁ δὲ Ἀγησίλαος τῇ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ θυσάμενος ἐπορεύετο τὴν ἐπʼ Ἐρυθράς· καὶ ὡς στρατεύματι δυοῖν ἡμέραιν ὁδὸν ἐν μιᾷ καθανύσας2 ἔφθασεν ὑπερβὰς τὸ κατὰ Σκῶλον σταύρωμα, πρὶν ἐλθεῖν τοὺς Θηβαίους ἀπὸ τῆς φυλακῆς, καθʼ ἣν τὸ πρόσθεν εἰσῆλθε. τοῦτο δὲ ποιήσας τὰ πρὸς ἕω τῆς τῶν Θηβαίων πόλεως ἐδῄου μέχρι τῆς Ταναγραίων· ἔτι γὰρ τότε καὶ τὴν Τάναγραν οἱ περὶ Ὑπατόδωρον, φίλοι ὄντες τῶν Λακεδαιμονίων, εἶχον. καὶ ἐκ τούτου δὴ ἀπῄει ἐν ἀριστερᾷ ἔχων τὸ τεῖχος.

阿格西劳斯在次日破晓献祭完毕,沿通往厄律特赖的道路进发;他用一天时间走完了对大军而言需两天的路程,赶在底比斯人从他前番进兵所经的防守点回援之前,越过了斯科罗斯附近的栅栏。完成此举后,他将底比斯城以东直达塔纳格拉境内的田园悉数践踏;因为当时塔纳格拉也仍被许帕托多罗斯一派所把持,他们是拉刻代蒙人的友人。此后他将壁垒置于左侧沿途撤退。

§5.4.50

οἱ δὲ Θηβαῖοι ὑπελθόντες ἀντετάξαντο ἐπὶ Γραὸς στήθει, ὄπισθεν ἔχοντες τήν τε τάφρον καὶ τὸ σταύρωμα, νομίζοντες καλὸν εἶναι ἐνταῦθα διακινδυνεύειν· καὶ γὰρ στενὸν ἦν ταύτῃ ἐπιεικῶς καὶ δύσβατον τὸ χωρίον. ὁ δʼ Ἀγησίλαος ἰδὼν ταῦτα πρὸς ἐκείνους μὲν οὐκ ἦγεν, ἐπισιμώσας3 δὲ πρὸς τὴν πόλιν ᾔει.

底比斯人迂回穿插,在名为“老妪之胸”的险地背靠壕沟与栅栏列阵相对,自认在此决一死战最为有利;因为该处地形相当狭隘险峻。阿格西劳斯见状并未挥军直扑敌阵,而是转向高处,向城邦方向推进。

语法注3 条
  1. 5.4.44ἐδιδάχθησαν ὑπὸ τῶν φευγόντων ἐπιθέσθαι αὐτοῖς

    被动语态动词 ἐδιδάχθησαν 后接不定式 ἐπιθέσθαι。字面意为“受逃跑者所教授而去进攻他们”,此处的修辞手法带有反讽意味,指轻盾兵的惊慌溃逃反而启发并鼓舞了底比斯骑兵发起反击。

  2. 5.4.49ὡς στρατεύματι δυοῖν ἡμέραιν ὁδὸν ἐν μιᾷ καθανύσας

    小词 ὡς 与与格 στρατεύματι 连用,构成表参照基准的结构(“对一支大军而言”)。短语 δυοῖν ἡμέραιν ὁδόν 是表示空间与时间延展的宾格(“两日的路程”),而 ἐν μιᾷ [ἡμέρᾳ] 则表示在一天之内完成该行程。

  3. 5.4.50ἐπισιμώσας

    动词 ἐπισιμόω 的不定过去时分词,源自形容词 σιμός(上翘的、向上的斜坡)。意为“转向高处”或“沿上坡路迂回”。在此指阿格西劳斯避开敌军据守险要的狭隘正面,将行军路线转向高地朝城邦方向推进。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.42-5.4.50