← 色诺芬

希腊史

§5.4.34-5.4.41

阿格西劳斯远征底比斯与修筑忒斯庇埃

在雅典决意全力援助玻俄提亚之际,斯巴达委任阿格西劳斯统帅大军进攻底比斯。阿格西劳斯预先占领喀泰戎山,突破壁垒蹂躏底比斯平原,随后巩固忒斯庇埃的城防并率军回国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.34

τῶν μέντοι Ἀθηναίων οἱ βοιωτιάζοντες ἐδίδασκον τὸν δῆμον ὡς οἱ Λακεδαιμόνιοι οὐχ ὅπως τιμωρήσαιντο, ἀλλὰ καὶ ἐπαινέσειαν1 τὸν Σφοδρίαν, ὅτι ἐπεβούλευσε ταῖς Ἀθήναις. καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι ἐπύλωσάν τε τὸν Πειραιᾶ, ναῦς τε ἐναυπηγοῦντο, τοῖς τε Βοιωτοῖς πάσῃ προθυμίᾳ ἐβοήθουν.

然而,雅典人中的亲玻俄提亚派向民众宣称,拉刻代蒙人不仅没有惩处斯霍德里阿斯,反而因他图谋雅典而嘉奖了他。雅典人因此为比雷埃夫斯安装了城门,建造战船,并不遗余力地援助玻俄提亚人。

§5.4.35

οἱ δʼ αὖ Λακεδαιμόνιοι φρουράν τε ἔφηναν ἐπὶ τοὺς Θηβαίους, καὶ τὸν Ἀγησίλαον νομίσαντες φρονιμώτερον ἂν σφίσι τοῦ Κλεομβρότου ἡγεῖσθαι, ἐδέοντο αὐτοῦ ἄγειν τὴν στρατιάν. ὁ δὲ εἰπὼν ὅτι οὐδὲν ἂν ὅ τι τῇ πόλει δοκοίη ἀντειπεῖν παρεσκευάζετο εἰς τὴν ἔξοδον.

拉刻代蒙人则再度宣布对底比斯人动员出兵,他们认为由阿格西劳斯统帅会比克勒翁布罗托斯更为审慎,因而请求他率领军队。他回答说,对于城邦所决定的一切事情,他绝不会提出异议,便开始准备出征。

§5.4.36

γιγνώσκων δʼ ὅτι εἰ μή τις προκαταλήψοιτο τὸν Κιθαιρῶνα, οὐ ῥᾴδιον ἔσται εἰς τὰς Θήβας ἐμβαλεῖν, μαθὼν πολεμοῦντας τοὺς Κλητορίους τοῖς Ὀρχομενίοις καὶ ξενικὸν τρέφοντας, ἐκοινολογήσατο αὐτοῖς, ὅπως προσγένοιτο τὸ ξενικὸν αὐτῷ, εἴ τι δεηθείη.

阿格西劳斯认识到,若不预先占领喀泰戎山,便难以攻入底比斯境内;当他得知克勒托耳人正与奥尔霍墨诺斯人交战并雇有一支雇佣军时,便与他们交涉,以便在他有需要时这支雇佣军能归他调遣。

§5.4.37

ἐπεὶ δὲ τὰ διαβατήρια ἐγένετο, πέμψας, πρὶν ἐν Τεγέᾳ αὐτὸς εἶναι, πρὸς τὸν ἄρχοντα τῶν παρὰ τοῖς Κλητορίοις ξένων, καὶ μισθὸν δοὺς μηνός, ἐκέλευε προκαταλαβεῖν αὐτοὺς τὸν Κιθαιρῶνα. τοῖς δʼ Ὀρχομενίοις εἶπεν, ἕως στρατεία εἴη, παύσασθαι τοῦ πολέμου· εἰ δέ τις πόλις στρατιᾶς οὔσης ἔξω ἐπὶ πόλιν στρατεύσοι, ἐπὶ ταύτην ἔφη πρῶτον ἰέναι κατὰ τὸ δόγμα τῶν συμμάχων.

待边境祭牲显示吉兆后,阿格西劳斯本人尚未抵达忒革亚,便派人前往克勒托耳人所雇佣兵的指挥官那里,发给他们一个月的军饷,命他们预先占领喀泰戎山。他对奥尔霍墨诺斯人表示,在远征期间必须休战;如果在大军在外征伐之时有任何城邦攻打另一城邦,他便宣称将依照盟友的决议,首先讨伐该城邦。

§5.4.38

ἐπεὶ δὲ ὑπερέβαλε τὸν Κιθαιρῶνα, ἐλθὼν εἰς Θεσπιὰς ἐκεῖθεν ὁρμηθεὶς ᾔει ἐπὶ τὴν τῶν Θηβαίων χώραν. εὑρὼν δὲ ἀποτεταφρευμένον τε καὶ ἀπεσταυρωμένον κύκλῳ τὸ πεδίον καὶ τὰ πλείστου ἄξια τῆς χώρας, στρατοπεδευόμενος ἄλλοτʼ ἄλλῃ καὶ μετʼ ἄριστον ἐξάγων ἐδῄου τῆς χώρας τὰ πρὸς ἑαυτοῦ τῶν σταυρωμάτων καὶ τῆς τάφρου. οἱ γὰρ πολέμιοι, ὅπου ἐπιφαίνοιτο ὁ Ἀγησίλαος, ἀντιπαρῇσαν αὐτῷ ἐντὸς τοῦ χαρακώματος ὡς ἀμυνούμενοι.

阿格西劳斯翻过喀泰戎山后,抵达忒斯庇埃,随后从那里出发,向底比斯人的领地推进。他发现平原和领地内最有价值的地段四周皆已被壕沟和栅栏围固,于是时而在此扎营,时而在彼扎营,在吃过早饭后率军出击,将栅栏和壕沟靠近自己这一侧的田园悉数破坏。因为每逢阿格西劳斯现身之处,敌军皆在壁垒内侧与他平行并进,以作防备。

§5.4.39

καί ποτε ἀποχωροῦντος αὐτοῦ ἤδη τὴν ἐπὶ τὸ στρατόπεδον,2 οἱ τῶν Θηβαίων ἱππεῖς τέως ἀφανεῖς ὄντες ἐξαίφνης διὰ τῶν ὡδοποιημένων τοῦ χαρακώματος ἐξόδων ἐξελαύνουσι, καὶ οἷα δὴ ἀπιόντων πρὸς δεῖπνον καὶ συσκευαζομένων τῶν πελταστῶν, τῶν δʼ ἱππέων τῶν μὲν ἔτι καταβεβηκότων, τῶν δʼ ἀναβαινόντων, ἐπελαύνουσι· καὶ τῶν πελταστῶν συχνοὺς κατέβαλον καὶ τῶν ἱππέων Κλέαν καὶ Ἐπικυδίδαν Σπαρτιάτας, καὶ τῶν περιοίκων ἕνα, Εὔδικον, καὶ τῶν Θηβαίων τινὰς φυγάδας, οὔπω ἀναβεβηκότας ἐπὶ τοὺς ἵππους.

有一次,当他正沿路撤回营地时,底比斯骑兵此前一直隐匿不露,此时突然通过壁垒上预留的出口疾驰而出;正值轻盾兵前去用晚餐、收拾行装,而骑兵有的尚在马下、有的正在上马之际,敌军发起了冲锋。他们击倒了许多轻盾兵,以及斯巴达骑兵克勒阿斯和厄庇库狄达斯、庇里阿西人欧狄科斯,以及几名尚未及上马的底比斯流亡者。

§5.4.40

ὡς δὲ ἀναστρέψας σὺν τοῖς ὁπλίταις ἐβοήθησεν ὁ Ἀγησίλαος, οἵ τε ἱππεῖς ἤλαυνον ἐναντίον τοῖς ἱππεῦσι καὶ τὰ δέκα ἀφʼ ἥβης3 ἐκ τῶν ὁπλιτῶν ἔθει σὺν αὐτοῖς. οἱ μέντοι τῶν Θηβαίων ἱππεῖς ἐῴκεσαν ὑποπεπωκόσι που ἐν μεσημβρίᾳ· ὑπέμενον μὲν γὰρ τοῖς ἐπελαύνουσιν ὥστʼ ἐξακοντίζειν τὰ δόρατα, ἐξικνοῦντο δʼ οὔ.

当阿格西劳斯率领重装步兵折返驰援时,骑兵便迎向敌方骑兵冲去,重装步兵中成年未满十年的兵役阶层亦随之奔袭。然而底比斯骑兵倒像是正午时分饮了微醉一般;因为他们面对冲上来的追兵,虽停留到足以投掷标枪的距离,却未曾命中目标。

§5.4.41

ἀναστρέφοντες δὲ ἐκ τοσούτου4 ἀπέθανον αὐτῶν δώδεκα. ὡς δὲ κατέγνω ὁ Ἀγησίλαος ὅτι ἀεὶ μετʼ ἄριστον καὶ οἱ πολέμιοι ἐφαίνοντο, θυσάμενος ἅμα τῇ ἡμέρᾳ ἦγεν ὡς οἷόν τε τάχιστα, καὶ παρῆλθε διʼ ἐρημίας ἔσω τῶν χαρακωμάτων. ἐκ δὲ τούτου τὰ ἐντὸς ἔτεμνε καὶ ἔκαε μέχρι τοῦ ἄστεως. ταῦτα δὲ ποιήσας καὶ πάλιν ἀποχωρήσας εἰς Θεσπιάς, ἐτείχισε τὸ ἄστυ αὐτοῖς· καὶ ἐκεῖ μὲν Φοιβίδαν κατέλιπεν ἁρμοστήν, αὐτὸς δὲ ὑπερβαλὼν πάλιν εἰς τὰ Μέγαρα τοὺς μὲν συμμάχους διῆκε, τὸ δὲ πολιτικὸν στράτευμα ἐπʼ οἴκου ἀπήγαγεν.

尽管他们是在如此距离之外掉头逃窜,仍有十二人阵亡。阿格西劳斯察觉到敌军也总是在早饭后才出现,便在拂晓时分举行祭祀,以最快速度进军,乘无人防守之际穿入了壁垒之内。此后,他将壁垒内部直至城下的区域悉数践踏焚毁。做完这些并再度撤回忒斯庇埃后,他为该地修筑了城墙;留下了福比达斯担任驻军官,自己则重新翻山前往墨伽拉,解散了盟军,并率领斯巴达本国军队返回家园。

语法注4 条
  1. 5.4.34οὐχ ὅπως τιμωρήσαιντο, ἀλλὰ καὶ ἐπαινέσειαν

    习语结构“οὐχ ὅπως A, ἀλλὰ (καὶ) B”,意为“不仅未做A,反而做了B”。由于位于间接引语(ὡς引导的从句)中,此处使用了斜向祈愿语气(τιμωρήσαιντο, ἐπαινέσειαν)而非直陈语气。

  2. 5.4.39τὴν ἐπὶ τὸ στρατόπεδον

    阴性宾格冠词 τὴν 后省略了名词 ὁδόν(道路),作表示路径或方向的状语性宾格(同族宾格用法),意为“取道返回营地”。

  3. 5.4.40τὰ δέκα ἀφʼ ἥβης

    斯巴达军事体制下的固定表述,指“自成年(ἥβη,20岁)起算的最初十个兵役年龄组”(即20岁至29岁的最年轻的重装步兵梯队)。

  4. 5.4.41ἀναστρέφοντες δὲ ἐκ τοσούτου

    介词短语 ἐκ τοσούτου 指空间距离(“从如此远的距离”)。它承接上文标枪未能触及的描述,强调尽管他们是在相隔甚远之处掉头逃跑,却依然有十二人被杀。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.34-5.4.41