- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.4.27-5.4.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿耳基达摩斯应心爱的克勒奥纽摩斯之请,向父亲阿格西劳斯求情以赦免斯霍德里阿斯;阿格西劳斯虽承认其有罪,却因爱惜勇士之德而决定予以开脱,后来克勒奥纽摩斯在留克特拉战役中英勇战死以报知遇。
ὁ μέντοι Ἀρχίδαμος ἰδὼν μὲν τὸν Κλεώνυμον κλαίοντα συνεδάκρυε παρεστηκώς· ἀκούσας δὲ δεομένου, ἀπεκρίνατο· ἀλλʼ, ὦ Κλεώνυμε, ἴσθι μὲν ὅτι ἐγὼ τῷ ἐμῷ πατρὶ οὐδʼ ἀντιβλέπειν δύναμαι, ἀλλὰ κἄν τι βούλωμαι διαπράξασθαι ἐν τῇ πόλει, πάντων μᾶλλον ἢ τοῦ πατρὸς δέομαι· ὅμως δʼ, ἐπεὶ σὺ κελεύεις, νόμιζε πᾶσάν με προθυμίαν ἕξειν ταῦτά σοι πραχθῆναι.
然而,阿耳基达摩斯见克勒奥纽摩斯落泪,便站在一旁与他同声啜泣;听罢他的恳求,阿耳基达摩斯回答道:“克勒奥纽摩斯,你要知道,我连直视我父亲的面容都不敢,即便我想在城邦中办成什么事,我也是求助他人胜过求助父亲。尽管如此,既然你嘱托于我,你就当相信,我必会竭尽全力为你办妥此事。”
καὶ τότε μὲν δὴ ἐκ τοῦ φιλιτίου εἰς τὸν οἶκον ἐλθὼν ἀνεπαύετο· τοῦ δʼ ὄρθρου ἀναστὰς ἐφύλαττε μὴ λάθοι αὐτὸν ὁ πατὴρ ἐξελθών. ἐπεὶ δὲ εἶδεν αὐτὸν ἐξιόντα, πρῶτον μέν, εἴ τις τῶν πολιτῶν παρῆν, παρίει τούτους διαλέγεσθαι αὐτῷ, ἔπειτα δʼ, εἴ τις ξένος, ἔπειτα δὲ καὶ τῶν θεραπόντων τῷ δεομένῳ παρεχώρει. τέλος δʼ, ἐπεὶ ἀπὸ τοῦ Εὐρώτα ἀπιὼν ὁ Ἀγησίλαος εἰσῆλθεν οἴκαδε, ἀπιὼν ᾤχετο οὐδὲ προσελθών. καὶ τῇ ὑστεραίᾳ δὲ ταὐτὰ ταῦτα ἐποίησεν.
当时他便从公共食堂返回家中歇息。到了黎明时分,他起身守候,以防父亲外出而自己未曾察觉。当他看到父亲出门时,起初若有任何公民在场,他便让这些人先与父亲交谈,继之若有外邦人,乃至有奴仆有事相求,他也一并让行。最后,当阿格西劳斯从欧罗塔斯河返回家中时,他竟连走近都不曾走近,便转身离去了。次日,他又如法炮制。
ὁ δʼ Ἀγησίλαος ὑπώπτευε μὲν ὧν ἕνεκεν ἐφοίτα, οὐδὲν μέντοι ἠρώτα, ἀλλʼ εἴα αὐτόν. ὁ δʼ αὖ Ἀρχίδαμος ἐπεθύμει μέν, ὥσπερ εἰκός, ὁρᾶν τὸν Κλεώνυμον· ὅπως μέντοι ἔλθοι πρὸς αὐτὸν μὴ διειλεγμένος τῷ πατρὶ περὶ ὧν ἐκεῖνος ἐδεήθη οὐκ εἶχεν. οἱ δὲ ἀμφὶ τὸν Σφοδρίαν οὐχ ὁρῶντες τὸν Ἀρχίδαμον ἰόντα, πρόσθεν δὲ θαμίζοντα, ἐν παντὶ ἦσαν μὴ λελοιδορημένος ὑπὸ Ἀγησιλάου εἴη.
阿格西劳斯隐约猜到了儿子频频徘徊的缘由,却未加询问,听凭他自便。另一方面,阿耳基达摩斯固然极其渴望见到克勒奥纽摩斯,然而在未就对方恳求之事与父亲商谈之前,他不知该如何前去见他。而斯霍德里阿斯一派见昔日往来频繁的阿耳基达摩斯不再前来,皆惶恐万分,唯恐他受到了阿格西劳斯的斥责。
τέλος μέντοι ὁ Ἀρχίδαμος ἐτόλμησε προσελθεῖν καὶ εἰπεῖν· ὦ πάτερ, Κλεώνυμός με κελεύει σου δεηθῆναι σῶσαί οἱ τὸν πατέρα· καὶ ἐγὼ ταὐτά σου δέομαι, εἰ δυνατόν. ὁ δʼ ἀπεκρίνατο· ἀλλὰ σοὶ μὲν ἔγωγε συγγνώμην ἔχω· αὐτὸς μέντοι ὅπως ἂν συγγνώμης τύχοιμι παρὰ τῆς πόλεως ἄνδρα μὴ καταγιγνώσκων ἀδικεῖν οἷς ἐχρηματίσατο ἐπὶ κακῷ τῆς πόλεως1 οὐχ ὁρῶ.
最终,阿耳基达摩斯鼓起勇气上前说道:“父亲,克勒奥纽摩斯嘱咐我恳求您为他保全父亲的性命;如果可能的话,我也向您作同样的祈求。”父亲回答道:“至于你,我固然可以宽恕;但我自己若是对一个收受贿赂而危害城邦的人不判定有罪,我又如何能得到城邦的宽恕呢?我实不知晓。”
ὁ δὲ τότε μὲν πρὸς ταῦτα οὐδὲν εἶπεν, ἀλλʼ ἡττηθεὶς τοῦ δικαίου ἀπῆλθεν. ὕστερον δὲ ἢ αὐτὸς νοήσας ἢ διδαχθεὶς ὑπό του εἶπεν ἐλθών· ἀλλʼ ὅτι μέν, ὦ πάτερ, εἰ μηδὲν ἠδίκει Σφοδρίας, ἀπέλυσας ἂν αὐτὸν οἶδα· νῦν δέ, εἰ ἠδίκηκέ τι, ἡμῶν ἕνεκεν συγγνώμης ὑπὸ σοῦ τυχέτω. ὁ δὲ εἶπεν· οὐκοῦν ἂν μέλλῃ καλὰ ταῦθʼ ἡμῖν εἶναι, οὕτως ἔσται. ὁ μὲν δὴ ταῦτʼ ἀκούσας μάλα δύσελπις ὢν ἀπῄει.
当时阿耳基达摩斯对此无言以对,因折服于公理而退了下去。但后来,不知是他自己想通了,还是受人指点,他又前来对父亲说道:“父亲,我知道如果斯霍德里阿斯毫无罪过,您必定会宣判他无罪;但如今,纵使他犯有过错,也请念在我们的份上,让他从您这里得到宽恕吧。”父亲说道:“那么,倘若此事于我们而言尚称得上名誉体面,那就照此办理吧。”阿耳基达摩斯听罢这番话,心怀极大的绝望退了出去。
τῶν δὲ τοῦ Σφοδρία φίλων τις διαλεγόμενος Ἐτυμοκλεῖ εἶπεν· ὑμεῖς μέν, οἶμαι, ἔφη, πάντες οἱ Ἀγησιλάου φίλοι ἀποκτενεῖτε τὸν Σφοδρίαν. καὶ ὁ Ἐτυμοκλῆς· μὰ Δία οὐκ ἄρα ταὔτʼ, ἔφη, ποιήσομεν Ἀγησιλάῳ,2 ἐπεὶ ἐκεῖνός γε πρὸς πάντας ὅσοις διείλεκται ταὐτὰ λέγει, μὴ ἀδικεῖν μὲν Σφοδρίαν ἀδύνατον εἶναι· ὅστις μέντοι παῖς τε ὢν καὶ παιδίσκος καὶ ἡβῶν πάντα τὰ καλὰ ποιῶν διετέλεσε, χαλεπὸν εἶναι τοιοῦτον ἄνδρα ἀποκτιννύναι·3 τὴν γὰρ Σπάρτην τοιούτων δεῖσθαι στρατιωτῶν.
斯霍德里阿斯的一位朋友在与厄特摩克勒斯交谈时说道:“我想,你们所有阿格西劳斯的朋友都会处死斯霍德里阿斯的。”厄特摩克勒斯答道:“指着宙斯发誓,那我们岂不是与阿格西劳斯背道而驰了!因为他对所有与他交谈过的人都说着同样的话:斯霍德里阿斯没有犯罪是绝无可能的;然而,一个自幼年、少年以至成年始终恪守一切美好品行的人,要处死这样一个人是极其艰难的,因为斯巴达正是需要这样的勇士。”
ὁ οὖν ἀκούσας ταῦτα ἀπήγγειλε τῷ Κλεωνύμῳ. ὁ δʼ ἡσθείς, εὐθὺς ἐλθὼν πρὸς τὸν Ἀρχίδαμον εἶπεν· ὅτι μὲν ἡμῶν ἐπιμελῇ ἤδη ἴσμεν· εὖ δʼ ἐπίστω, Ἀρχίδαμε, ὅτι καὶ ἡμεῖς πειρασόμεθα ἐπιμελεῖσθαι ὡς μήποτε σὺ ἐπὶ τῇ ἡμετέρᾳ φιλίᾳ αἰσχυνθῇς. καὶ οὐκ ἐψεύσατο, ἀλλὰ καὶ ζῶν ἅπαντʼ ἐποίει ὅσα καλὰ ἐν τῇ Σπάρτῃ, καὶ ἐν Λεύκτροις πρὸ τοῦ βασιλέως μαχόμενος σὺν Δείνωνι τῷ πολεμάρχῳ τρὶς πεσὼν πρῶτος τῶν πολιτῶν ἐν μέσοις τοῖς πολεμίοις ἀπέθανε. καὶ ἠνίασε μὲν εἰς τὰ ἔσχατα τὸν Ἀρχίδαμον, ὡς δʼ ὑπέσχετο, οὐ κατῄσχυνεν, ἀλλὰ μᾶλλον ἐκόσμησε. τοιούτῳ μὲν δὴ τρόπῳ Σφοδρίας ἀπέφυγε.
听闻此言的人便将这番话转告给了克勒奥纽摩斯。克勒奥纽摩斯大喜过望,立刻前去见阿耳基达摩斯说道:“我们如今已知晓你的关怀;阿耳基达摩斯,请确信,我们亦将竭力行事,绝不让你因与我们的友谊而蒙受耻辱。”他的话未曾落空:他生前恪尽斯巴达所推崇的一切美德;在留克特拉战役中,他在国王阵前与军队指挥官狄农并肩作战,三度倒地,成为阵亡于敌阵之中的第一位斯巴达公民。尽管这使阿耳基达摩斯悲痛欲绝,但他正如当初所许诺的那样,未令阿耳基达摩斯蒙羞,反而为他增添了荣耀。斯霍德里阿斯便是以这般方式获得赦免的。
- 5.4.30οἷς ἐχρηματίσατο ἐπὶ κακῷ τῆς πόλεως
关系代词与格 οἷς 是吸收了先行词的吸引格现象(相当于 τούτοις ἅ),在从句中作表示手段、原因或方面的与格,与 ἐχρηματίσατο(“牟取私利、收受贿赂”)连用,意为“因其收受危害城邦之贿赂的罪状”。
- 5.4.32οὐκ ἄρα ταὔτʼ, ἔφη, ποιήσομεν Ἀγησιλάῳ
与格 Ἀγησιλάῳ 与代词 ταὔτʼ (ταὐτά) 搭配,构成表示一致或比较的与格(“与阿格西劳斯做同样的事”)。否定词 οὐκ 与小词 ἄρα 连用,带有一种推论和反驳的语气,意为“那么我们所做的岂不就与阿格西劳斯背道而驰了吗”。
- 5.4.32ὅστις μέντοι παῖς τε ὢν καὶ παιδίσκος καὶ ἡβῶν πάντα τὰ καλὰ ποιῶν διετέλεσε, χαλεπὸν εἶναι τοιοῦτον ἄνδρα ἀποκτιννύναι
关系从句 ὅστις... διετέλεσε 作为先置的通指主语(类似悬垂结构)置于句首,随后在间接引语的非人称句(χαλεπὸν εἶναι)中被宾格代词 τοιοῦτον ἄνδρα 接应,作为不定式 ἀποκτιννύναι 的直接宾语。
