- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.3.19-5.3.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西波利斯病逝后由波利比亚达斯接替指挥并迫使奥林索斯投降,阿格西劳斯则在长期围困后令弗利乌斯屈服并裁定善后,斯巴达霸权由此达到顶峰。
ἐν δὲ τούτοις ὄντα κατὰ θέρους ἀκμὴν καῦμα περιφλεγὲς λαμβάνει αὐτόν. ὡς δὲ πρόσθεν ἑορακότα τὸ ἐν Ἀφύτει τοῦ Διονύσου ἱερὸν ἔρως αὐτὸν τότʼ ἔσχε1 τῶν τε σκιερῶν σκηνημάτων καὶ τῶν λαμπρῶν καὶ ψυχρῶν ὑδάτων. ἐκομίσθη μὲν οὖν ἐκεῖσε ἔτι ζῶν, ὅμως μέντοι ἑβδομαῖος ἀφʼ οὗ ἔκαμεν ἔξω τοῦ ἱεροῦ ἐτελεύτησε. καὶ ἐκεῖνος μὲν ἐν μέλιτι τεθεὶς καὶ κομισθεὶς οἴκαδε ἔτυχε τῆς βασιλικῆς ταφῆς.
正当他忙于这些事务之际,盛夏之时,一场灼热的高烧攫住了他。因他先前曾见过阿菲提斯的狄奥尼索斯圣所,此时便对那里荫凉的营幕和清澈冰凉的泉水生出强烈的渴望。于是他尚在世时被抬往该处,然而在患病第七天,他便死在圣所之外。他被浸置于蜜中运送回国,享有了王者的葬礼。
Ἀγησίλαος δὲ τοῦτο ἀκούσας οὐχ ᾗ τις ἂν ᾤετο ἐφήσθη ὡς ἀντιπάλῳ, ἀλλὰ καὶ ἐδάκρυσε καὶ ἐπόθησε τὴν συνουσίαν. συσκηνοῦσι μὲν γὰρ δὴ βασιλεῖς ἐν τῷ αὐτῷ, ὅταν οἴκοι ὦσιν. ὁ δὲ Ἀγησίπολις τῷ Ἀγησιλάῳ ἱκανὸς μὲν ἦν καὶ ἡβητικῶν καὶ θηρευτικῶν καὶ ἱππικῶν καὶ παιδικῶν λόγων μετέχειν· πρὸς δὲ τούτοις καὶ ὑπῃδεῖτο αὐτὸν ἐν τῇ συσκηνίᾳ, ὥσπερ εἰκὸς πρεσβύτερον. καὶ οἱ μὲν Λακεδαιμόνιοι ἀντʼ ἐκείνου Πολυβιάδην ἁρμοστὴν ἐπὶ τὴν Ὄλυνθον ἐκπέμπουσιν.
阿格西劳斯闻讯后,并未如人们所料想的那样为对手之死而庆幸,反而流下眼泪,深切怀念与他共处的时光。盖两王在国之时,本就在同一营帐中共餐。阿格西波利斯不仅足以与阿格西劳斯分担青年之谈、狩猎、马术以及情爱之事;而且在同席共餐时亦敬重他,一如对待年长者应有的礼节。随后,拉刻代蒙人派遣波利比亚达斯作为统领前往奥林索斯接替他。
ὁ δʼ Ἀγησίλαος ἤδη μὲν ὑπερέβαλε τὸν χρόνον, ὅσου ἐλέγετο ἐν Φλειοῦντι σῖτος εἶναι·2 τοσοῦτον γὰρ ἐγκράτεια γαστρὸς διαφέρει ὥστε οἱ Φλειάσιοι τὸν ἥμισυν ψηφισάμενοι σῖτον τελεῖν ἢ πρόσθεν, καὶ ποιοῦντες τοῦτο τὸν διπλάσιον τοῦ εἰκότος χρόνον πολιορκούμενοι διήρκεσαν.
至于阿格西劳斯,此时包围的时间早已超过了据传弗利乌斯城内粮食所能支撑的期限;盖节制肠胃竟有如此巨大的差异,弗利乌斯人表决决定仅定量配给原先一半的粮食,且身体力行,结果在被围困中坚守了比预想多一倍的时间。
καὶ τόλμα δὲ ἀτολμίας ἔσθʼ ὅτε τοσοῦτον διαφέρει ὥστε Δελφίων τις, λαμπρὸς δοκῶν εἶναι, λαβὼν πρὸς αὑτὸν τριακοσίους ἄνδρας Φλειασίων ἱκανὸς μὲν ἦν κωλύειν τοὺς βουλομένους εἰρήνην ποιεῖσθαι, ἱκανὸς δὲ οἷς ἠπίστει εἴρξας φυλάττειν, ἐδύνατο δὲ εἴς τε τὰς φυλακὰς ἀναγκάζειν τὸ πλῆθος ἰέναι καὶ τούτους ἐφοδεύων πιστοὺς παρέχεσθαι. πολλάκις δὲ μεθʼ ὧν εἶχε περὶ αὑτὸν καὶ ἐκθέων ἀπέκρουε φύλακας ἄλλοτʼ ἄλλῃ τοῦ περιτετειχισμένου κύκλου.
勇敢与怯懦之间的差异有时亦如此悬殊,以至于一位名叫德尔菲翁的名门之士,率领三百名弗利乌斯人归于麾下,便足以阻拦那些意欲议和之人,足以将他不信任者拘禁看管,并能强令民众轮流服卫戍之役,通过巡视使他们保持忠诚。他常率身边之人出击,在包围壁垒周圈的不同地点击退哨兵。
ἐπεὶ μέντοι οἱ ἐπίλεκτοι οὗτοι πάντα τρόπον ζητοῦντες οὐχ ηὕρισκον σῖτον ἐν τῇ πόλει, ἐκ τούτου δὴ πέμψαντες πρὸς τὸν Ἀγησίλαον ἐδέοντο σπείσασθαι πρεσβείαν εἰς Λακεδαίμονα ἰοῦσι· δεδόχθαι γὰρ σφίσιν ἔφασαν ἐπιτρέπειν τοῖς τέλεσι τῶν Λακεδαιμονίων χρήσασθαι τῇ πόλει ὅ τι βούλοιντο.
然而,当这批精兵搜遍各处却在城中再也寻不到粮食时,他们终于派人前往阿格西劳斯处,请求为前往拉刻代蒙的使团准予停战;盖他们宣称已作出决议,将城邦完全交付拉刻代蒙当局任其处置。
ὁ δὲ ὀργισθεὶς ὅτι ἄκυρον αὐτὸν ἐποίουν, πέμψας μὲν πρὸς τοὺς οἴκοι φίλους διεπράξατο ἑαυτῷ ἐπιτραπῆναι τὰ περὶ Φλειοῦντος, ἐσπείσατο δὲ τῇ πρεσβείᾳ. φυλακῇ δὲ ἔτι ἰσχυροτέρᾳ ἢ πρότερον ἐφύλαττεν, ἵνα μηδεὶς τῶν ἐκ τῆς πόλεως ἐξίοι. ὅμως μέντοι ὅ γε Δελφίων καὶ στιγματίας τις μετʼ αὐτοῦ, ὃς πολλὰ ὑφείλετο ὅπλα τῶν πολιορκούντων, ἀπέδρασαν νύκτωρ.
阿格西劳斯因他们架空自己的权力而大为恼怒,他派人前往国内联络友人,设法使处置弗利乌斯之事全权委托给自己,随后才准予使团休战。然而他布设了比以往更为森严的警戒,使城中无一人能够脱逃。即便如此,德尔菲翁和身旁一名曾从围城军队手中盗取诸多兵器的刺字奴隶,仍在夜色掩护下逃脱了。
ἐπεὶ δὲ ἧκον ἐκ τῆς Λακεδαίμονος ἀπαγγέλλοντες ὅτι ἡ πόλις ἐπιτρέποι Ἀγησιλάῳ διαγνῶναι τὰ ἐν Φλειοῦντι ὅπως αὐτῷ δοκοίη, Ἀγησίλαος δὴ οὕτως ἔγνω, πεντήκοντα μὲν ἄνδρας τῶν κατεληλυθότων, πεντήκοντα δὲ τῶν οἴκοθεν πρῶτον μὲν ἀνακρῖναι ὅντινά τε ζῆν ἐν τῇ πόλει καὶ ὅντινα ἀποθανεῖν δίκαιον εἴη· ἔπειτα δὲ νόμους θεῖναι, καθʼ οὓς πολιτεύσοιντο· ἕως δʼ ἂν ταῦτα διαπράξωνται, φυλακὴν καὶ μισθὸν τοῖς φρουροῖς ἓξ μηνῶν κατέλιπε. ταῦτα δὲ ποιήσας τοὺς μὲν συμμάχους ἀφῆκε, τὸ δὲ πολιτικὸν οἴκαδε ἀπήγαγε. καὶ τὰ μὲν περὶ Φλειοῦντα οὕτως αὖ ἐπετετέλεστο ἐν ὀκτὼ μησὶ καὶ ἐνιαυτῷ.
当来自拉刻代蒙的人回报称城邦已授权阿格西劳斯按其意愿裁决弗利乌斯事务时,阿格西劳斯遂决定:由归国流亡者中选出五十人,城内留守者中选出五十人,首先审讯城中何人应当生存、何人当处死刑;随后制定他们据以治理城邦的法律。在此事完成之前,他留下了守卫部队以及给守军的六个月军饷。做完这些安排后,他遣散了盟军,率本国公民兵回国。弗利乌斯之事遂在历时一年零八个月后告终。
καὶ ὁ Πολυβιάδης δὲ δὴ παντάπασι κακῶς ἔχοντας λιμῷ τοὺς Ὀλυνθίους, διὰ τὸ μήτʼ ἐκ τῆς γῆς λαμβάνειν μήτε κατὰ θάλατταν εἰσάγεσθαι σῖτον αὐτοῖς, ἠνάγκασε πέμψαι εἰς Λακεδαίμονα περὶ εἰρήνης. οἱ δʼ ἐλθόντες πρέσβεις αὐτοκράτορες συνθήκας ἐποιήσαντο τὸν αὐτὸν μὲν ἐχθρὸν καὶ φίλον Λακεδαιμονίοις νομίζειν, ἀκολουθεῖν δὲ ὅποι ἂν ἡγῶνται καὶ σύμμαχοι εἶναι. καὶ ὀμόσαντες ταῦτα ἐμμενεῖν οὕτως ἀπῆλθον οἴκαδε.
波利比亚达斯亦将奥林索斯人彻底逼入饥荒绝境——因其既无法从土地获得粮食,亦无法经由海路运入——迫使其遣使前往拉刻代蒙求和。前往的全权使节缔结了和约,规定与拉刻代蒙人休戚与共、视同一敌友,跟随其进退并结为同盟。他们在宣誓遵守这些条款后方才归国。
προκεχωρηκότων δὲ τοῖς Λακεδαιμονίοις ὥστε3 Θηβαίους μὲν καὶ τοὺς ἄλλους Βοιωτοὺς παντάπασιν ἐπʼ ἐκείνοις εἶναι, Κορινθίους δὲ πιστοτάτους γεγενῆσθαι, Ἀργείους δὲ τεταπεινῶσθαι διὰ τὸ μηδὲν ἔτι ὠφελεῖν αὐτοὺς τῶν μηνῶν τὴν ὑποφοράν,4 Ἀθηναίους δὲ ἠρημῶσθαι, τῶν δʼ αὖ συμμάχων κεκολασμένων οἳ δυσμενῶς εἶχον αὐτοῖς, παντάπασιν ἤδη καλῶς καὶ ἀσφαλῶς ἡ ἀρχὴ ἐδόκει αὐτοῖς κατεσκευάσθαι.
鉴于拉刻代蒙人的局势进展顺利,以至于底比斯人及其他维奥蒂亚人完全受制于他们,科林斯人变得最为忠诚,阿耳戈斯人因以神圣月份为由推诿战事不再起任何作用而屈服,雅典人陷入孤立,且怀有敌意的盟友皆已受到惩处,他们此时认为自己的霸权已建立得十分完善且坚不可摧。
- 5.3.19ὡς δὲ πρόσθεν ἑορακότα τὸ ἐν Ἀφύτει τοῦ Διονύσου ἱερὸν ἔρως αὐτὸν τότʼ ἔσχε
分词 ἑορακότα(完成时主动分词阳性单数宾格)与宾语代词 αὐτόν 一致,连词 ὡς 引导其表示主观原因(“因其先前曾见过”)。主句动词 ἔσχε 的主语是名词 ἔρως。
- 5.3.21ὅσου ἐλέγετο ἐν Φλειοῦντι σῖτος εἶναι
关系代词 ὅσου 指涉先行词 τὸν χρόνον,在此作表示时间或数量的属格(“据传城内粮食所能维持的时间”)。关系从句中,σῖτος 为主格主语,与被动动词 ἐλέγετο 和不定式 εἶναι 构成主格带不定式(nominativus cum infinitivo)的人称句式。
- 5.3.27προκεχωρηκότων δὲ τοῖς Λακεδαιμονίοις ὥστε
分词 προκεχωρηκότων 是 προχωρέω 的完成时主动中性复数属格,构成无人称独立属格结构(“鉴于事态进展顺遂”)。与格 τοῖς Λακεδαιμονίοις 为利益与格。随后的 ὥστε 引导结果从句,由四个并列的宾格加不定式从句(Θηβαίους μὲν... Κορινθίους δὲ... Ἀργείους δὲ... Ἀθηναίους δὲ...)构成。
- 5.3.27τῶν μηνῶν τὴν ὑποφοράν
名词 ὑποφορά 意为“以此作为托词或藉口提出”,属格 τῶν μηνῶν 充当解释性属格。该短语为一习用表述,指阿耳戈斯人过去常借由宣称逢神圣月份(如卡耳涅亚节停战期)或置闰来逃避斯巴达人入侵的惯例手段。
