- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.3.9-5.3.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西波利斯率盟军进击奥林索斯并攻克托罗内;与此同时,弗利乌斯因虐待归国流亡者遭到阿格西劳斯围困,阿格西劳斯在外收拢亲斯巴达难民并将其整编为精锐部队。
πολλοὶ δὲ αὐτῷ καὶ τῶν περιοίκων ἐθελονταὶ καλοὶ κἀγαθοὶ ἠκολούθουν, καὶ ξένοι τῶν τροφίμων καλουμένων,1 καὶ νόθοι τῶν Σπαρτιατῶν, μάλα εὐειδεῖς τε καὶ τῶν ἐν τῇ πόλει καλῶν οὐκ ἄπειροι. συνεστρατεύοντο δὲ καὶ ἐκ τῶν συμμαχίδων πόλεων ἐθελονταί, καὶ Θετταλῶν γε ἱππεῖς, γνωσθῆναι τῷ Ἀγησιπόλιδι βουλόμενοι, καὶ Ἀμύντας δὲ καὶ Δέρδας ἔτι προθυμότερον ἢ πρόσθεν. Ἀγησίπολις μὲν δὴ ταῦτα πράττων ἐπορεύετο ἐπὶ τὴν Ὄλυνθον.
许多来自边民的优秀自愿者也跟随了他,此外还有被称为受抚养者的异邦人,以及斯巴达人的庶子——他们容貌俊美,且对城中的崇高风尚十分熟稔。来自同盟城邦的自愿军亦一同随征,还有希望结识阿格西波利斯的色萨利骑兵,阿明塔斯与德尔达斯亦比以往更加热切地相助。阿格西波利斯作此安排后,便向奥林索斯进军。
ἡ δὲ τῶν Φλειασίων πόλις, ἐπαινεθεῖσα μὲν ὑπὸ τοῦ Ἀγησιπόλιδος ὅτι πολλὰ καὶ ταχέως αὐτῷ χρήματα εἰς τὴν στρατιὰν ἔδοσαν, νομίζουσα δʼ ἔξω ὄντος Ἀγησιπόλιδος οὐκ ἂν ἐξελθεῖν ἐπʼ αὐτοὺς Ἀγησίλαον, οὐδʼ ἂν γενέσθαι ὥστε ἅμα ἀμφοτέρους τοὺς βασιλέας ἔξω Σπάρτης εἶναι,2 θρασέως οὐδὲν τῶν δικαίων ἐποίουν τοῖς κατεληλυθόσιν. οἱ μὲν γὰρ δὴ φυγάδες ἠξίουν τὰ ἀμφίλογα ἐν ἴσῳ δικαστηρίῳ κρίνεσθαι· οἱ δὲ ἠνάγκαζον ἐν αὐτῇ τῇ πόλει διαδικάζεσθαι. λεγόντων δὲ τῶν κατεληλυθότων καὶ τίς αὕτη δίκη εἴη ὅπου αὐτοὶ οἱ ἀδικοῦντες δικάζοιεν, οὐδὲν εἰσήκουον.
然而弗利乌斯城邦虽然曾因迅速为其大军提供了大量金钱而受到阿格西波利斯的赞许,但他们认为既然阿格西波利斯身在国外,阿格西劳斯便不会出兵进攻他们,两位国王绝不可能同时离开斯巴达,于是竟肆无忌惮地对归国的流亡者不讲丝毫公道。流亡者要求在公正的法庭上审理争议事项;但城内掌权者却强令在城邦自身的法庭中裁决。当归国者质问,若是作恶者自己充当法官,这算什么审判时,对方根本置若罔闻。
ἐκ τούτου μέντοι ἔρχονται εἰς Λακεδαίμονα οἱ κατελθόντες κατηγορήσοντες τῆς πόλεως, καὶ ἄλλοι δὲ τῶν οἴκοθεν συνηκολούθουν, λέγοντες ὅτι πολλοῖς καὶ τῶν πολιτῶν οὐ δοκοῖεν δίκαια πάσχειν. ἀγανακτήσασα δὲ τούτοις τῶν Φλειασίων ἡ πόλις ἐζημίωσε πάντας ὅσοι μὴ πεμπούσης τῆς πόλεως ἦλθον εἰς Λακεδαίμονα.
于是,归国者前往拉刻代蒙控告该城邦,来自国内的其他人亦陪同前去,声称在许多公民看来,这些流亡者所受的待遇确是不公。弗利乌斯城邦对此大为震怒,对所有未经城邦派遣而前往拉刻代蒙的人施以罚金。
οἱ δὲ ζημιωθέντες οἴκαδε μὲν ὤκνουν ἀπιέναι, μένοντες δʼ ἐδίδασκον ὡς οὗτοι μὲν εἴησαν οἱ βιαζόμενοι ταῦτα, οἵπερ σφᾶς τε ἐξέβαλον καὶ Λακεδαιμονίους ἀπέκλεισαν, οὗτοι δὲ οἱ πριάμενοί τε τὰ σφέτερα καὶ βιαζόμενοι μὴ ἀποδιδόναι, οὗτοι δὲ καὶ νῦν διαπεπραγμένοι εἰσὶ ζημιωθῆναι σφᾶς αὐτοὺς εἰς Λακεδαίμονα ἐλθόντας, ὅπως τοῦ λοιποῦ μηδεὶς τολμῴη ἰέναι δηλώσων τὰ ἐν τῇ πόλει γιγνόμενα.
那些被处以罚金的人不敢贸然返乡,留在斯巴达陈情道:施行这番强暴的,正是当初将他们驱逐出境并拒拉刻代蒙人于门外的那批人;也是他们买下了流亡者的产业而强行不予归还;如今他们又促成对前往拉刻代蒙的人课以罚金,目的是让日后无人敢去揭露城中所发生的一切。
τῷ δʼ ὄντι ὑβρίζειν δοκούντων τῶν Φλειασίων φρουρὰν φαίνουσιν ἐπʼ αὐτοὺς οἱ ἔφοροι. ἦν δὲ οὐ τῷ Ἀγησιλάῳ ἀχθομένῳ ταῦτα·3 καὶ γὰρ τῷ μὲν πατρὶ αὐτοῦ Ἀρχιδάμῳ ξένοι ἦσαν οἱ περὶ Ποδάνεμον, καὶ τότε τῶν κατεληλυθότων ἦσαν· αὐτῷ δὲ οἱ ἀμφὶ Προκλέα τὸν Ἱππονίκου.
鉴于弗利乌斯人看似确在肆意横行,监察官们宣布对他们出征。这对阿格西劳斯而言并非不合心意之事;因为对于他的父亲阿基达姆斯来说,波达内摩斯一派正是其宾友——他们当时就属于归国者之列;而对于阿格西劳斯本人,希波尼科斯之子普罗克勒斯一派亦是其宾友。
ὡς δὲ τῶν διαβατηρίων γενομένων οὐκ ἔμελλεν, ἀλλʼ ἐπορεύετο, πολλαὶ πρεσβεῖαι ἀπήντων καὶ χρήματα ἐδίδοσαν, ὥστε μὴ ἐμβάλλειν. ὁ δὲ ἀπεκρίνατο ὅτι οὐχ ἵνα ἀδικοίη στρατεύοιτο, ἀλλʼ ὅπως τοῖς ἀδικουμένοις βοηθήσειεν.
越境祭礼既毕,他毫不耽搁,随即引兵进发。许多使团前来迎候并奉上金钱,换取他不入侵其境。但他回答说,他出征并非为了行不义之事,而是为了救助蒙受不公之人。
οἱ δὲ τελευτῶντες πάντα ἔφασκον ποιήσειν, ἐδέοντό τε μὴ ἐμβάλλειν. ὁ δὲ πάλιν ἔλεγεν ὡς οὐκ ἂν πιστεύσειε λόγοις, καὶ γὰρ τὸ πρότερον ψεύσασθαι αὐτούς, ἀλλʼ ἔργου τινὸς πιστοῦ δεῖν ἔφη. ἐρωτώμενος δὲ καὶ τί τοῦτʼ ἂν εἴη; πάλιν ἀπεκρίνατο· ὅπερ καὶ πρόσθεν, ἔφη, ποιήσαντες οὐδὲν ὑφʼ ἡμῶν ἠδικήθητε. τοῦτο δὲ ἦν τὴν ἀκρόπολιν παραδοῦναι.
使者们最终声称凡事皆愿依从,乞求他不要入侵。他则再次表示,自己无法轻信空言,因为他们此前就曾背信弃义,必须有某种可靠的凭证才行。当被问及这凭证是何物时,他再次答道:“就是你们从前照做之后、未曾从我们这里遭受任何不公的那件事。”这所指的便是交出卫城。
οὐκ ἐθελόντων δὲ αὐτῶν τοῦτο ποιεῖν, ἐνέβαλέ τε εἰς τὴν χώραν καὶ ταχὺ περιτειχίσας ἐπολιόρκει αὐτούς. πολλῶν δὲ λεγόντων Λακεδαιμονίων ὡς ὀλίγων ἕνεκεν ἀνθρώπων πόλει ἀπεχθάνοιντο πλέον πεντακισχιλίων ἀνδρῶν· καὶ γὰρ δὴ ὅπως τοῦτʼ ἔνδηλον εἴη, οἱ Φλειάσιοι ἐν τῷ φανερῷ τοῖς ἔξω ἐκκλησίαζον· ὁ μέντοι Ἀγησίλαος πρὸς τοῦτο ἀντεμηχανήσατο.
因他们不愿交出,阿格西劳斯便侵入其境,迅速修筑环形围墙将其围困。当时有许多拉刻代蒙人抱怨说,为了区区少数人,竟要与一座拥有五千余男丁的城邦结怨——盖弗利乌斯人为了彰显这一点,特意在城外清晰可见的地方召开公民大会——阿格西劳斯对此则设法加以反制。
ὁπότε γὰρ ἐξίοιεν ἢ διὰ φιλίαν ἢ διὰ συγγένειαν τῶν φυγάδων,4 ἐδίδασκε συσσίτιά τε αὑτῶν κατασκευάζειν καὶ εἰς τὰ ἐπιτήδεια ἱκανὸν διδόναι, ὁπόσοι γυμνάζεσθαι ἐθέλοιεν· καὶ ὅπλα δὲ ἐκπορίζειν ἅπασι τούτοις διεκελεύετο, καὶ μὴ ὀκνεῖν εἰς ταῦτα χρήματα δανείζεσθαι. οἱ δὲ ταῦτα ὑπηρετοῦντες ἀπέδειξαν πλείους χιλίων ἀνδρῶν ἄριστα μὲν τὰ σώματα ἔχοντας, εὐτάκτους δὲ καὶ εὐοπλοτάτους· ὥστε τελευτῶντες οἱ Λακεδαιμόνιοι ἔλεγον ὡς τοιούτων δέοιντο συστρατιωτῶν.
每当有人出于与流亡者的友谊或亲属关系走出城外时,他便指示他们建立自己的集体食堂,并为所有愿意操练的人提供充足的给养;他督促他们为所有人筹备武器,并鼓励他们为此借贷资金亦在所不惜。奉命行事者最终整饬出一千余名体魄极佳、纪律严明且装备精良的勇士;以至于到头来,拉刻代蒙人纷纷表示,他们所需要的正是这般的袍泽。
καὶ Ἀγησίλαος μὲν δὴ περὶ ταῦτα ἦν. ὁ δὲ Ἀγησίπολις εὐθύς ἐκ τῆς Μακεδονίας προσιὼν ἔθετο πρὸς τῇ πόλει τῶν Ὀλυνθίων τὰ ὅπλα. ἐπεὶ δὲ οὐδεὶς ἀντεξῄει αὐτῷ, τότε τῆς Ὀλυνθίας εἴ τι ὑπόλοιπον ἦν ἐδῄου καὶ εἰς τὰς συμμαχίδας ἰὼν αὐτῶν ἔφθειρε τὸν σῖτον· Τορώνην δὲ καὶ προσβαλὼν εἷλε κατὰ κράτος.
当阿格西劳斯忙于此际,阿格西波利斯直接从马其顿进军,在奥林索斯城前扎下营盘。由于无人敢于出战,他便将奥林索斯境内所剩的田地尽皆摧毁,并进军其同盟城邦毁其庄稼;随后他又发起猛攻,一举强克了托罗内。
- 5.3.9ξένοι τῶν τροφίμων καλουμένων
名词短语 τῶν τροφίμων καλουμένων 为部分属格,指在斯巴达特有体制下接受抚养与教育的外国青年。它与后文的 καὶ νόθοι τῶν Σπαρτιατῶν(“以及斯巴达人的庶子”)构成并列关系。
- 5.3.10οὐκ ἂν ἐξελθεῖν ἐπʼ αὐτοὺς Ἀγησίλαον, οὐδʼ ἂν γενέσθαι ὥστε ἅμα ἀμφοτέρους τοὺς βασιλέας ἔξω Σπάρτης εἶναι
由分词 νομίζουσα 引导的间接引语,包含两个带 ἄν 的对格不定式结构(οὐκ ἂν ἐξελθεῖν 与 οὐδʼ ἂν γενέσθαι)。它们对应于直接引语中的潜在希求法(οὐκ ἂν ἐξέλθοι ... οὐδ' ἂν γένοιτο),表达了弗利乌斯人的主观推测,即阿格西劳斯绝不会出兵,两位国王也绝不可能同时离开斯巴达。
- 5.3.13ἦν δὲ οὐ τῷ Ἀγησιλάῳ ἀχθομένῳ ταῦτα
表示情绪的分词与格(ἀχθομένῳ)与系动词 ἦν 及人物与格(τῷ Ἀγησιλάῳ)结合的习惯句式,意为“某人对此感到不快”。否定词 οὐ 修饰整个短语,意为“此事对阿格西劳斯而言并非不乐见(反倒正中下怀)”。
- 5.3.17ὁπότε γὰρ ἐξίοιεν ἢ διὰ φιλίαν ἢ διὰ συγγένειαν τῶν φυγάδων
在由 ὁπότε 引导的从属从句中,动词 ἐξίοιεν 是表示过去反复动作的希求法(反复希求法)。属格 τῶν φυγάδων 作为宾格性属格同时修饰 φιλίαν 与 συγγένειαν(“出于对流亡者的友谊或与他们的亲属关系”),指明出城者的动机。
