- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.3.1-5.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德尔达斯在阿波罗尼亚大败奥林索斯骑兵后,泰琉提阿斯在奥林索斯城下因愤怒冒进追击而阵亡,全军溃散。作者借此评述凭一时之忿用兵的危害,斯巴达遂派遣国王阿格西波利斯率大军前往接替指挥。
ἅμα δὲ τῷ ἦρι ὑποφαινομένῳ οἱ μὲν Ὀλύνθιοι ἱππεῖς ὄντες ὡς ἑξακόσιοι κατεδεδραμήκεσαν εἰς τὴν Ἀπολλωνίαν ἅμα μεσημβρίᾳ καὶ διεσπαρμένοι ἐλεηλάτουν· ὁ δὲ Δέρδας ἐτύγχανε ταύτῃ τῇ ἡμέρᾳ ἀφιγμένος μετὰ τῶν ἱππέων τῶν ἑαυτοῦ καὶ ἀριστοποιούμενος ἐν τῇ Ἀπολλωνίᾳ. ὡς δʼ εἶδε τὴν καταδρομήν, ἡσυχίαν εἶχε, τούς θʼ ἵππους ἐπεσκευασμένους καὶ τοὺς ἀμβάτας ἐξωπλισμένους ἔχων. ἐπειδὴ δὲ καταφρονητικῶς οἱ Ὀλύνθιοι καὶ εἰς τὸ προάστιον καὶ εἰς αὐτὰς τὰς πύλας ἤλαυνον, τότε δὴ συντεταγμένους ἔχων ἐξελαύνει.
初春时节,约六百名奥林索斯骑兵在正午时分突袭阿波罗尼亚,并分散劫掠。而德尔达斯恰好在当天率本部骑兵抵达阿波罗尼亚,正在城中用午餐。他见到敌军来袭,便按兵不动,让马匹备好鞍鞯,骑兵全副武装随时待命。及至奥林索斯人轻蔑地逼近城郊甚至直抵城门时,他这才率领列好阵形的队伍冲杀出去。
οἱ δὲ ὡς εἶδον, εἰς φυγὴν ὥρμησαν. ὁ δʼ ὡς ἅπαξ ἐτρέψατο, οὐκ ἀνῆκεν ἐνενήκοντα στάδια διώκων καὶ ἀποκτιννύς, ἕως πρὸς αὐτὸ κατεδίωξε τῶν Ὀλυνθίων τὸ τεῖχος. καὶ ἐλέγετο ὁ Δέρδας ἀποκτεῖναι ἐν τούτῳ τῷ ἔργῳ περὶ ὀγδοήκοντα ἱππέας. καὶ ἀπὸ τούτου τειχήρεις τε μᾶλλον ἦσαν οἱ πολέμιοι καὶ τῆς χώρας ὀλίγην παντελῶς εἰργάζοντο.
敌人一见,立刻溃逃。他一旦将敌军击溃,便不停地追杀达九十斯塔迪昂,直至将他们一路追逼到奥林索斯人的城墙脚下。据说德尔达斯在这场交锋中斩杀了约八十名骑兵。自此之后,敌人更加退缩于城墙之内,几乎极少耕种其田地。
προϊόντος δὲ τοῦ χρόνου, καὶ τοῦ Τελευτίου ἐστρατευμένου πρὸς τὴν τῶν Ὀλυνθίων πόλιν, ὡς εἴ τι δένδρον ὑπόλοιπον εἴη ἤ τι εἰργασμένον τοῖς πολεμίοις, φθείροι,1 ἐξελθόντες οἱ Ὀλύνθιοι ἱππεῖς ἥσυχοι πορευόμενοι διέβησαν τὸν παρὰ τὴν πόλιν ῥέοντα ποταμόν, καὶ ἐπορεύοντο ἡσυχῇ πρὸς τὸ ἐναντίον στράτευμα. ὡς δʼ εἶδεν ὁ Τελευτίας, ἀγανακτήσας τῇ τόλμῃ αὐτῶν εὐθὺς Τλημονίδαν τὸν τῶν πελταστῶν ἄρχοντα δρόμῳ φέρεσθαι εἰς αὐτοὺς ἐκέλευσεν.
随着时间推移,当泰琉提阿斯进军奥林索斯人的城邦,意在毁坏残存的树木以及敌人所耕种的田地时,奥林索斯骑兵出动,从容行进并渡过了流经该城旁的河流,继而静悄悄地向敌军推进。泰琉提阿斯见到这番情形,为他们的狂妄所激怒,立即命令轻盾兵指挥官特勒摩尼达斯全速向他们发起冲锋。
οἱ δὲ Ὀλύνθιοι ὡς εἶδον προθέοντας τοὺς πελταστάς, ἀναστρέψαντες ἀπεχώρουν ἥσυχοι, καὶ διέβησαν πάλιν τὸν ποταμόν. οἱ δʼ ἠκολούθουν μάλα θρασέως, καὶ ὡς φεύγουσι διώξοντες ἐπιδιέβαινον.2 ἔνθα δὴ οἱ Ὀλύνθιοι ἱππεῖς, ἡνίκα ἔτι εὐχείρωτοι αὐτοῖς ἐδόκουν εἶναι οἱ διαβεβηκότες, ἀναστρέψαντες ἐμβάλλουσιν αὐτοῖς, καὶ αὐτόν τε ἀπέκτειναν τὸν Τλημονίδαν καὶ τῶν ἄλλων πλείους ἢ ἑκατόν.
奥林索斯人见轻盾兵奔袭而来,便调转马头从容撤退,再次渡河返回。轻盾兵极其大胆地紧追不舍,把他们当作溃逃者一般渡河追击。此时,奥林索斯骑兵见渡河而来的敌军仍易于制服,便反身向他们发起冲击,击毙了特勒摩尼达斯本人以及其余一百多人。
ὁ δὲ Τελευτίας ὡς εἶδε τὸ γιγνόμενον, ὀργισθεὶς ἀναλαβὼν τὰ ὅπλα ἦγε μὲν ταχὺ τοὺς ὁπλίτας, διώκειν δὲ καὶ τοὺς πελταστὰς ἐκέλευε καὶ τοὺς ἱππέας καὶ μὴ ἀνιέναι. πολλοὶ μὲν οὖν δὴ καὶ ἄλλοι τοῦ καιροῦ ἐγγυτέρω τείχους διώξαντες3 κακῶς ἀπεχώρησαν, καὶ ἐκεῖνοι δʼ ἐπεὶ ἀπὸ τῶν πύργων ἐβάλλοντο, ἀποχωρεῖν τε ἠναγκάζοντο τεθορυβημένως καὶ προφυλάττεσθαι τὰ βέλη.
泰琉提阿斯目睹这般情景,大怒之下披挂执戈,亲自率领重装步兵疾进,并命令轻盾兵和骑兵追击不得松懈。事实上,其他许多人也曾因追击时过分靠近城墙而狼狈撤退;此时这些人由于遭到塔楼上箭石的射击,也被迫陷入混乱地撤退,并躲避飞来的弹矢。
ἐν τούτῳ δὴ οἱ Ὀλύνθιοι ἐπεξελαύνουσι μὲν τοὺς ἱππέας, ἐβοήθουν δὲ καὶ οἱ πελτασταί· τέλος δὲ καὶ οἱ ὁπλῖται ἐπεξέθεον, καὶ τεταραγμένῃ τῇ φάλαγγι προσπίπτουσι. καὶ ὁ μὲν Τελευτίας ἐνταῦθα μαχόμενος ἀποθνῄσκει. τούτου δὲ γενομένου εὐθὺς καὶ οἱ ἀμφʼ αὐτὸν ἐνέκλιναν, καὶ οὐδεὶς ἔτι ἵστατο, ἀλλὰ πάντες ἔφευγον, οἱ μὲν ἐπὶ Σπαρτώλου, οἱ δὲ ἐπὶ Ἀκάνθου, οἱ δὲ εἰς Ἀπολλωνίαν, οἱ πλεῖστοι δὲ εἰς Ποτείδαιαν. ὡς δʼ ἄλλος ἄλλῃ ἔφευγον, οὕτω καὶ οἱ πολέμιοι ἄλλος ἄλλοσε διώκοντες παμπλήθεις ἀπέκτειναν ἀνθρώπους καὶ ὅτιπερ ὄφελος ἦν τοῦ στρατεύματος.
正是在此时,奥林索斯人出动骑兵冲杀,轻盾兵亦赶来支援,最终重装步兵也奔出城外,扑向混乱不堪的方阵。泰琉提阿斯在此力战阵亡。他一倒下,身旁的人随之溃退,再无人坚守阵地,全军四散逃命:有的逃向斯帕托罗斯,有的逃向阿坎索斯,有的逃向阿波罗尼亚,多数人则逃向波提代亚。由于他们奔逃四方,敌军也分头四出追杀,斩杀了无数人员以及该军队中最具战斗力的精锐。
ἐκ μέντοι γε τῶν τοιούτων παθῶν ἐγώ φημι ἀνθρώπους παιδεύεσθαι μάλιστα μὲν οὖν ὡς οὐδʼ οἰκέτας χρὴ ὀργῇ κολάζειν· πολλάκις γὰρ καὶ δεσπόται ὀργιζόμενοι μείζω κακὰ ἔπαθον ἢ ἐποίησαν· ἀτὰρ ἀντιπάλοις τὸ μετʼ ὀργῆς ἀλλὰ μὴ γνώμῃ προσφέρεσθαι ὅλον ἁμάρτημα.4 ἡ μὲν γὰρ ὀργὴ ἀπρονόητον, ἡ δὲ γνώμη σκοπεῖ οὐδὲν ἧττον μή τι πάθῃ ἢ ὅπως βλάψῃ τι τοὺς πολεμίους.
然而,我认为人们从这类灾祸中得到教训,尤其是万不可凭一时愤怒来惩戒家奴;因为主人发怒时,往往自身蒙受的危害远甚于加诸他人的痛苦;至于对付敌手,若凭意气而非理智,更是一场彻底的过失。盖愤怒全无远虑,而理智在谋求损害敌人的同时,丝毫不放松对自身免受损伤的考量。
τοῖς δʼ οὖν Λακεδαιμονίοις, ἐπεὶ ἤκουσαν τὸ πρᾶγμα, βουλευομένοις ἐδόκει οὐ φαύλην πεμπτέον δύναμιν εἶναι,5 ὅπως τό τε φρόνημα τῶν νενικηκότων κατασβεσθείη καὶ μὴ μάτην τὰ πεποιημένα γένοιτο. οὕτω δὲ γνόντες ἡγεμόνα μὲν Ἀγησίπολιν τὸν βασιλέα ἐκπέμπουσι, μετʼ αὐτοῦ δὲ ὥσπερ Ἀγησιλάου εἰς τὴν Ἀσίαν τριάκοντα Σπαρτιατῶν.
拉刻代蒙人闻知此事后,经过商议,认为必须派遣一支非同寻常的强大兵力,以扑灭胜利者的嚣张气焰,并使以往的成果不致付诸东流。做出这番决断后,他们派遣国王阿格西波利斯为主帅,并如同当年阿格西劳斯前往亚洲时一样,为他配备了三十名斯巴达人随行。
- 5.3.3ὡς εἴ τι δένδρον ὑπόλοιπον εἴη ἤ τι εἰργασμένον τοῖς πολεμίοις, φθείροι
连词 ὡς 引导依附于完成时分词 ἐστρατευμένου 的目的从句;由于处于过去序列中,从句动词采用祈愿式(主句意义上的 φθείροι 以及嵌套条件从句中的 εἴη),以间接引语的形式表达泰琉提阿斯本人的作战意图。
- 5.3.4καὶ ὡς φεύγουσι διώξοντες ἐπιδιέβαινον
短语 ὡς φεύγουσι 由 ὡς 连同与格复数分词 φεύγουσι 构成,充当追逐动作的与格补足语(意为“把他们当作溃逃者一般”)。将来时分词 διώξοντες 表示目的(“为了追击”),修饰未完成过去时主动词 ἐπιδιέβαινον。
- 5.3.5τοῦ καιροῦ ἐγγυτέρω τείχους διώξαντες
比较级副词 ἐγγυτέρω(更接近地)支配了两个具有不同功能的属格:τείχους 表示空间上的接近对象(“靠近城墙”),而 τοῦ καιροῦ 则为比较属格,意为“超过适度/时机”。
- 5.3.7ἀντιπάλοις τὸ μετʼ ὀργῆς ἀλλὰ μὴ γνώμῃ προσφέρεσθαι ὅλον ἁμάρτημα
带冠词的不定词短语 τὸ ... προσφέρεσθαι 作句子的主语,ὅλον ἁμάρτημα 为表语名词,系动词 ἐστί 被省略。与格 ἀντιπάλοις 由复合中动动词 προσφέρεσθαι(“应对、交手”)所支配。
- 5.3.8οὐ φαύλην πεμπτέον δύναμιν εἶναι
动形容词的非人称结构 πεμπτέον εἶναι 支配宾格直接宾语(οὐ φαύλην ... δύναμιν),整体构成依附于 ἐδόκει 的不定式从句,意为“(他们认为)必须派遣一支不容小觑的军队”。
