← 色诺芬

希腊史

§5.2.37-5.2.43

泰琉提阿斯的进军与奥林索斯城外之胜

泰琉提阿斯出任哈尔摩斯特统帅对奥林索斯的远征,集结同盟军与德尔达斯等方援军,在奥林索斯城外开战;尽管右翼一度败退,但德尔达斯的果断突击逆转战局赢得胜利,结束了当季夏役。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.37

τούτων δὴ πεπραγμένων οἱ Λακεδαιμόνιοι πολὺ προθυμότερον τὴν εἰς τὴν Ὄλυνθον στρατιὰν συναπέστελλον. καὶ ἐκπέμπουσι Τελευτίαν μὲν ἁρμοστήν, τὴν δʼ εἰς τοὺς μυρίους σύνταξιν αὐτοί τε ἅπαντας συνεξέπεμπον,1 καὶ εἰς τὰς συμμαχίδας πόλεις σκυτάλας διέπεμπον, κελεύοντες ἀκολουθεῖν Τελευτίᾳ κατὰ τὸ δόγμα τῶν συμμάχων. καὶ οἵ τε ἄλλοι προθύμως τῷ Τελευτίᾳ ὑπηρέτουν, καὶ γὰρ οὐκ ἀχάριστος ἐδόκει εἶναι τοῖς ὑπουργοῦσί τι, καὶ ἡ τῶν Θηβαίων δὲ πόλις, ἅτε καὶ Ἀγησιλάου ὄντος αὐτῷ ἀδελφοῦ, προθύμως συνέπεμψε καὶ ὁπλίτας καὶ ἱππέας.

这些事情办妥之后,拉刻代蒙人便更加热切地共同派出了进军奥林索斯的军队。他们派遣泰琉提阿斯担任哈尔摩斯特,亲自与他一同派出了足额组建一万人建制的全部兵力,并向各同盟城邦分发木棒信牌,命令他们遵照同盟的决议跟随泰琉提阿斯。其他各邦皆热心听从泰琉提阿斯的调遣——因为凡是为他效劳之人,他似乎从不忘施以恩惠——而且忒拜城邦也因为阿格西劳斯是他的兄弟,格外积极地一同派出了重装步兵和骑兵。

§5.2.38

ὁ δὲ σπεύδων μὲν οὐ μάλα ἐπορεύετο, ἐπιμελόμενος δὲ τοῦ τε μὴ ἀδικῶν τοὺς φίλους πορεύεσθαι2 καὶ τοῦ ὡς πλείστην δύναμιν ἁθροίζειν. προέπεμπε δὲ καὶ πρὸς Ἀμύνταν, καὶ ἠξίου αὐτὸν καὶ ξένους μισθοῦσθαι καὶ τοῖς πλησίον βασιλεῦσι χρήματα διδόναι, ὡς συμμάχους εἶναι, εἴπερ βούλοιτο τὴν ἀρχὴν ἀναλαβεῖν. ἔπεμπε δὲ καὶ πρὸς Δέρδαν τὸν Ἐλιμίας ἄρχοντα, διδάσκων ὅτι οἱ Ὀλύνθιοι κατεστραμμένοι τὴν μείζω δύναμιν Μακεδονίας εἶεν, καὶ οὐκ ἀνήσουσι τὴν ἐλάττω, εἰ μή τις αὐτοὺς παύσει τῆς ὕβρεως.

他行军并不十分急促,而是留意在行军时不侵害友邦,并尽可能集结起最庞大的兵力。他还预先遣使前往阿明塔斯处,敦促他雇佣佣兵,并向邻近的君王赠送金钱以结为盟友,假若他当真希望收复其王权的话。他还派人前往厄利梅亚的统治者德尔达斯那里,向他陈明奥林索斯人已经降服了马其顿的强大部分,若无人遏制他们的狂妄,他们绝不会放过较弱的部分。

§5.2.39

ταῦτα δὲ ποιῶν, μάλα πολλὴν ἔχων στρατιὰν ἀφίκετο εἰς τὴν ἑαυτῶν συμμαχίδα. ἐπεὶ δʼ ἦλθεν εἰς τὴν Ποτείδαιαν, ἐκεῖθεν συνταξάμενος ἐπορεύετο εἰς τὴν πολεμίαν. καὶ πρὸς μὲν τὴν πόλιν ἰὼν οὔτʼ ἔκαεν οὔτʼ ἔκοπτε, νομίζων, εἴ τι ποιήσειε τούτων, ἐμποδὼν ἂν αὐτῷ πάντα γίγνεσθαι καὶ προσιόντι καὶ ἀπιόντι· ὁπότε δὲ ἀναχωροίη ἀπὸ τῆς πόλεως, τότε ὀρθῶς ἔχειν κόπτοντα τὰ δένδρα ἐμποδὼν καταβάλλειν, εἴ τις ὄπισθεν ἐπίοι.

通过这些举措,他率领着一支极其庞大的军队抵达了本方的盟邦领地。当他来到波提代亚后,便自那里列好阵势,开进敌境。在向该城进军时,他既不焚烧也不砍伐树木,因为他认为,若做了其中任何一事,无论前进还是撤退,一切都会成为自己的阻碍;而当从城下撤退时,若有人从后方来袭,那时砍倒树木阻断道路才是适宜的。

§5.2.40

ὡς δὲ ἀπεῖχεν ἀπὸ τῆς πόλεως οὐδὲ δέκα στάδια, ἔθετο τὰ ὅπλα, εὐώνυμον μὲν αὐτὸς ἔχων,3 οὕτω γὰρ συνέβαινεν αὐτῷ κατὰ τὰς πύλας ἰέναι ᾗ ἐξῇσαν οἱ πολέμιοι, ἡ δʼ ἄλλη φάλαγξ τῶν συμμάχων ἀπετέτατο πρὸς τὸ δεξιόν. καὶ τῶν ἱππέων δὲ τοὺς μὲν Λάκωνας καὶ τοὺς Θηβαίους καὶ ὅσοι τῶν Μακεδόνων παρῆσαν ἐπὶ τῷ δεξιῷ ἐτάξατο, παρὰ δὲ αὑτῷ εἶχε Δέρδαν τε καὶ τοὺς ἐκείνου ἱππέας ὡς εἰς τετρακοσίους διά τε τὸ ἄγασθαι τοῦτο τὸ ἱππικὸν καὶ διὰ τὸ θεραπεύειν τὸν Δέρδαν, ὡς ἡδόμενος παρείη.

当他距离该城不足十斯塔迪昂时,便命部队就地整装备战,自己亲自坐镇左翼——因为这样恰好使他正对敌人出城的城门——同盟军的其余方阵则向右翼展开。在骑兵方面,他将拉孔人、忒拜人以及在场的马其顿人部署在右翼,而在自己身边则留下了德尔达斯及其约四百名骑兵,这既出于对这支骑兵的赞赏,也是为了礼遇德尔达斯,使他乐于参战。

§5.2.41

ἐπεὶ δὲ καὶ οἱ πολέμιοι ἐλθόντες ἀντιπαρετάξαντο ὑπὸ τῷ τείχει, συσπειραθέντες αὐτῶν οἱ ἱππεῖς ἐμβάλλουσι κατὰ τοὺς Λάκωνας καὶ Βοιωτούς. καὶ Πολύχαρμόν τε τὸν Λακεδαιμόνιον ἵππαρχον καταβάλλουσιν ἀπὸ τοῦ ἵππου καὶ κείμενον πάμπολλα κατέτρωσαν, καὶ ἄλλους ἀπέκτειναν, καὶ τέλος τρέπονται τὸ ἐπὶ τῷ δεξιῷ κέρατι ἱππικόν. φευγόντων δὲ τῶν ἱππέων ἐνέκλινε καὶ τὸ ἐχόμενον πεζὸν αὐτῶν, καὶ ὅλον δʼ ἂν ἐκινδύνευσεν ἡττηθῆναι τὸ στράτευμα, εἰ μὴ Δέρδας ἔχων τὸ ἑαυτοῦ ἱππικὸν εὐθὺς πρὸς τὰς πύλας τῶν Ὀλυνθίων ἤλασεν.4 ἐπῄει δὲ καὶ ὁ Τελευτίας σὺν τοῖς περὶ ἑαυτὸν ἐν τάξει.

当敌人也出城并在城墙下列阵相抗时,他们的骑兵聚集成团,向拉孔人和波奥提亚人发起冲击。他们将拉刻代蒙的骑兵指挥官波吕哈尔莫斯打落马下,在他倒地时刺伤无数处,并杀死了其他人,最终击溃了右翼的骑兵。骑兵败溃时,与他们相邻的步兵也随之动摇;若非德尔达斯率领本部骑兵直扑奥林索斯人的城门,全军几乎面临败局。泰琉提阿斯也率领身边的部队保持阵形向前推进。

§5.2.42

ὡς δὲ ταῦτα ᾔσθοντο οἱ Ὀλύνθιοι ἱππεῖς, δείσαντες μὴ ἀποκλεισθεῖεν τῶν πυλῶν, ἀναστρέψαντες ἀπεχώρουν πολλῇ σπουδῇ. ἔνθα δὴ ὁ Δέρδας παρελαύνοντας παμπόλλους ἱππέας αὐτῶν ἀπέκτεινεν. ἀπεχώρησαν δὲ καὶ οἱ πεζοὶ τῶν Ὀλυνθίων εἰς τὴν πόλιν· οὐ μέντοι πολλοὶ αὐτῶν ἀπέθανον, ἅτε ἐγγὺς τοῦ τείχους ὄντος.

奥林索斯骑兵察觉到这一点,唯恐城门被截断,便转身仓促退却。此时德尔达斯在他们疾驰而过时斩杀了极多敌方骑兵。奥林索斯的步兵也退回城中;不过由于靠近城墙,战死者并不多。

§5.2.43

ἐπεὶ δὲ τροπαῖόν τε ἐστάθη καὶ ἡ νίκη αὕτη τῷ Τελευτίᾳ ἐγεγένητο, ἀπιὼν δὴ ἔκοπτε τὰ δένδρα. καὶ τοῦτο μὲν στρατευσάμενος τὸ θέρος διῆκε καὶ τὸ Μακεδονικὸν στράτευμα καὶ τὸ τοῦ Δέρδα· πολλάκις μέντοι καὶ οἱ Ὀλύνθιοι καταθέοντες εἰς τὰς τῶν Λακεδαιμονίων συμμαχίδας πόλεις ἐλεηλάτουν καὶ ἄνδρας ἀπεκτίννυον.

在树立起胜利纪念碑并且泰琉提阿斯赢得了这场胜利之后,他便在撤兵途中砍倒树木。在完成这一夏季战事后,他遣散了马其顿军队和德尔达斯的部队;然而,奥林索斯人也屡次奔袭拉刻代蒙的同盟城邦,大肆劫掠并杀害人命。

语法注4 条
  1. 5.2.37τὴν δʼ εἰς τοὺς μυρίους σύνταξιν αὐτοί τε ἅπαντας συνεξέπεμπον

    此处阳性复数宾格 ἅπαντας 与阴性单数名词 σύνταξιν(建制、配额部队)在语法形式上不一致,系依据语义一致(synesis),指代组成该建制编制的所有士兵。

  2. 5.2.38τοῦ τε μὴ ἀδικῶν τοὺς φίλους πορεύεσθαι

    在由 ἐπιμελόμενος 所支配的带冠词属格不定式 τοῦ ... πορεύεσθαι 结构中,分词 ἀδικῶν 未作宾格,而是由于其逻辑主语即为主句动词的主语(泰琉提阿斯),因而同化为主格。

  3. 5.2.40εὐώνυμον μὲν αὐτὸς ἔχων

    形容词 εὐώνυμον(左侧的)作名词性用法,省略了希腊军事术语中常搭配的名词 κέρας(侧翼)。

  4. 5.2.41ὅλον δʼ ἂν ἐκινδύνευσεν ἡττηθῆναι τὸ στράτευμα, εἰ μὴ Δέρδας ἔχων τὸ ἑαυτοῦ ἱππικὸν εὐθὺς πρὸς τὰς πύλας τῶν Ὀλυνθίων ἤλασεν

    过去非真实条件句(过去与事实相反的虚拟条件)。条件从句由 εἰ μή 搭配不定过去时直陈式 ἤλασεν 构成,主句由 ἄν 搭配不定过去时直陈式 ἂν ἐκινδύνευσεν 构成,表示全军本有遭受全盘溃败的危险,但因德尔达斯的突击而化险为夷。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.37-5.2.43