- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.7-5.2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
曼提内亚被拆解为村落并确立贵族制,弗利乌斯亦在斯巴达压力下迎回流亡者。随后,阿坎托斯与阿波罗尼亚遣使抵达斯巴达,警告奥林索斯在希腊北部及马其顿的急剧扩张与霸权威胁。
ἐκ δὲ τούτου καθῃρέθη μὲν τὸ τεῖχος, διῳκίσθη δʼ ἡ Μαντίνεια τετραχῇ, καθάπερ τὸ ἀρχαῖον ᾤκουν. καὶ τὸ μὲν πρῶτον ἤχθοντο, ὅτι τὰς μὲν ὑπαρχούσας οἰκίας ἔδει καθαιρεῖν, ἄλλας δὲ οἰκοδομεῖν· ἐπεὶ δὲ οἱ ἔχοντες τὰς οὐσίας ἐγγύτερον μὲν ᾤκουν τῶν χωρίων ὄντων αὐτοῖς περὶ τὰς κώμας, ἀριστοκρατίᾳ δʼ ἐχρῶντο, ἀπηλλαγμένοι δʼ ἦσαν τῶν βαρέων δημαγωγῶν, ἥδοντο τοῖς πεπραγμένοις. καὶ ἔπεμπον μὲν αὐτοῖς οἱ Λακεδαιμόνιοι οὐ καθʼ ἕν, ἀλλὰ κατὰ κώμην ἑκάστην ξεναγόν. συνεστρατεύοντο δʼ ἐκ τῶν κωμῶν πολὺ προθυμότερον ἢ ὅτε ἐδημοκρατοῦντο. καὶ τὰ μὲν δὴ περὶ Μαντινείας οὕτω διεπέπρακτο, σοφωτέρων γενομένων ταύτῃ γε τῶν ἀνθρώπων τὸ μὴ διὰ τειχῶν ποταμὸν ποιεῖσθαι.1
由此,城墙被拆毁,曼提内亚按其古代的居住方式被解体为四个村落。起初他们深感怨愤,因为不得不拆除现有的房屋而另建新居;但当有产者们住得离自己位于各村附近的地产更近、实行贵族政体、并且摆脱了令人不堪的民粹煽动家之后,他们便对这一现状感到满意了。拉刻代蒙人派往他们那里的盟军指挥官也不是统领全体的一人,而是每村各派一人;并且他们从各村随军出征的热情,远甚于实行民主政体之时。关于曼提内亚的局势便这样得以了结,人们至少在这一点上变得更聪明了,即不再让河流穿城而过。
οἱ δʼ ἐκ Φλειοῦντος φεύγοντες αἰσθανόμενοι τοὺς Λακεδαιμονίους ἐπισκοποῦντας τῶν συμμάχων ὁποῖοί τινες ἕκαστοι ἐν τῷ πολέμῳ αὐτοῖς ἐγεγένηντο, καιρὸν ἡγησάμενοι, ἐπορεύθησαν εἰς Λακεδαίμονα καὶ ἐδίδασκον ὡς ἕως μὲν σφεῖς οἴκοι ἦσαν, ἐδέχετό τε ἡ πόλις τοὺς Λακεδαιμονίους εἰς τὸ τεῖχος καὶ συνεστρατεύοντο ὅποι ἡγοῖντο· ἐπεὶ δὲ σφᾶς αὐτοὺς ἐξέβαλον, ὡς ἕπεσθαι μὲν οὐδαμοῦ ἐθέλοιεν, μόνους δὲ πάντων ἀνθρώπων Λακεδαιμονίους οὐ δέχοιντο εἴσω τῶν πυλῶν.2
与此同时,从弗利乌斯流亡的人察知拉刻代蒙人正在审查各盟邦在战争期间对自己表现如何,自以为时机已到,便前往拉刻代蒙陈述道:只要他们在国内,城邦就会接纳拉刻代蒙人进入城墙之内,并且他们指向哪里,城邦就随之出征到哪里;但自从将他们驱逐之后,弗利乌斯人既不愿追随出征任何地方,而且在全人类之中唯独拒绝拉刻代蒙人进入城门。
ἀκούσασιν οὖν ταῦτα τοῖς ἐφόροις ἄξιον ἔδοξεν ἐπιστροφῆς εἶναι. καὶ πέμψαντες πρὸς τὴν τῶν Φλειασίων πόλιν ἔλεγον ὡς φίλοι μὲν οἱ φυγάδες τῇ Λακεδαιμονίων πόλει εἶεν, ἀδικοῦντες δʼ οὐδὲν φεύγοιεν. ἀξιοῦν δʼ ἔφασαν μὴ ὑπʼ ἀνάγκης, ἀλλὰ παρʼ ἑκόντων διαπράξασθαι κατελθεῖν αὐτούς. ἃ δὴ ἀκούσαντες οἱ Φλειάσιοι ἔδεισαν μὴ εἰ στρατεύσαιντο ἐπʼ αὐτούς, τῶν ἔνδοθεν παρείησάν τινες αὐτοὺς εἰς τὴν πόλιν.3 καὶ γὰρ συγγενεῖς πολλοὶ ἔνδον ἦσαν τῶν φευγόντων καὶ ἄλλως εὐμενεῖς, καὶ οἷα δὴ ἐν ταῖς πλείσταις πόλεσι νεωτέρων τινὲς ἐπιθυμοῦντες πραγμάτων κατάγειν ἐβούλοντο τὴν φυγήν.
监察官们听闻这番话后,认为此事值得关注。他们遣使前往弗利乌斯城邦,宣称流亡者是拉刻代蒙城邦的朋友,且并未作恶却遭放逐。他们声称,希望并非凭借强迫,而是在〔弗利乌斯人〕自愿的情况下促成他们回国。弗利乌斯人听闻此言,唯恐若拉刻代蒙人对其兴兵,城内会有人放敌入城。因为城内有许多流亡者的亲戚以及其他心怀善意之人,并且正如多数城邦常有的情况那样,某些图谋变革者意欲召回流亡者。
τοιαῦτα μὲν δὴ φοβηθέντες, ἐψηφίσαντο καταδέχεσθαι τοὺς φυγάδας, καὶ ἐκείνοις μὲν ἀποδοῦναι τὰ ἐμφανῆ κτήματα, τοὺς δὲ τὰ ἐκείνων πριαμένους ἐκ δημοσίου τὴν τιμὴν ἀπολαβεῖν· εἰ δέ τι ἀμφίλογον πρὸς ἀλλήλους γίγνοιτο, δίκῃ διακριθῆναι. καὶ ταῦτα μὲν αὖ περὶ τῶν Φλειασίων φυγάδων ἐν ἐκείνῳ τῷ χρόνῳ ἐπέπρακτο.
出于对这种情形的恐惧,他们表决通过接纳流亡者回国,将显见财产归还给他们,而购买了这些财产的人则从国库中收回原价;若彼此之间产生争议,则付诸审判裁决。当时有关弗利乌斯流亡者的事情便这样解决了。
ἐξ Ἀκάνθου δὲ καὶ Ἀπολλωνίας, αἵπερ μέγισται τῶν περὶ Ὄλυνθον πόλεων, πρέσβεις ἀφίκοντο εἰς Λακεδαίμονα. ἀκούσαντες δʼ οἱ ἔφοροι ὧν ἕνεκα ἧκον, προσήγαγον αὐτοὺς πρός τε τὴν ἐκκλησίαν καὶ τοὺς συμμάχους.
阿坎托斯和阿波罗尼亚是奥林索斯周围最大的城邦,两邦的使节来到了拉刻代蒙。监察官们听取了他们前来的缘由后,便将他们引介至公民大会和同盟各邦面前。
ἔνθα δὴ Κλειγένης Ἀκάνθιος ἔλεξεν· ὦ ἄνδρες Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, οἰόμεθα λανθάνειν ὑμᾶς πρᾶγμα μέγα φυόμενον ἐν τῇ Ἑλλάδι. ὅτι μὲν γὰρ τῶν ἐπὶ Θρᾴκης μεγίστη πόλις Ὄλυνθος σχεδὸν πάντες ἐπίστασθε. οὗτοι τῶν πόλεων προσηγάγοντο ἐφʼ ᾧτε νόμοις τοῖς αὐτοῖς χρῆσθαι καὶ συμπολιτεύειν,4 ἔπειτα δὲ καὶ τῶν μειζόνων προσέλαβόν τινας. ἐκ δὲ τούτου ἐπεχείρησαν καὶ τὰς τῆς Μακεδονίας πόλεις ἐλευθεροῦν ἀπὸ Ἀμύντου τοῦ Μακεδόνων βασιλέως.
阿坎托斯人克雷格内斯随即发言道:“拉刻代蒙人及诸位盟友,我们认为,希腊境内正在滋生的一桩大祸正逃过你们的注意。因为你们几乎所有人都清楚,奥林索斯是色雷斯沿海地区最大的城邦。他们以采用相同的法律和共享公民权为条件招抚了部分城邦,随后又吞并了若干更大的城邦。在此之后,他们甚至企图将马其顿诸城邦从马其顿国王阿明塔斯的统治下解放出来。
ἐπεὶ δὲ εἰσήκουσαν αἱ ἐγγύτατα αὐτῶν, ταχὺ καὶ ἐπὶ τὰς πόρρω καὶ μείζους ἐπορεύοντο· καὶ κατελίπομεν ἡμεῖς ἔχοντας ἤδη ἄλλας τε πολλὰς καὶ Πέλλαν, ἥπερ μεγίστη τῶν ἐν Μακεδονίᾳ πόλεων· καὶ Ἀμύνταν δὲ ᾐσθανόμεθα ἀποχωροῦντά τε ἐκ τῶν πόλεων καὶ ὅσον οὐκ ἐκπεπτωκότα ἤδη ἐκ πάσης Μακεδονίας. πέμψαντες δὲ καὶ πρὸς ἡμᾶς καὶ πρὸς Ἀπολλωνιάτας οἱ Ὀλύνθιοι προεῖπον ἡμῖν ὅτι εἰ μὴ παρεσόμεθα συστρατευσόμενοι, ἐκεῖνοι ἐφʼ ἡμᾶς ἴοιεν.
当距其最近的城邦顺从之后,他们又迅速进军征服更远且更大的城邦;当我们启程时,他们除其他许多城镇外,已占领了马其顿最大的城邦佩拉;我们还察觉到,阿明塔斯正在放弃各城,几乎已被逐出整个马其顿。奥林索斯人亦向我们和阿波罗尼亚人派来使者,通告我们若不随同出征,他们便将发兵进攻我们。”
- 5.2.7τὸ μὴ διὰ τειχῶν ποταμὸν ποιεῖσθαι
冠词不定式短语,在此作同格或解释性成分,具体说明指示代词 ταύτῃ(“在这方面”,即“不让河流穿过城墙”)。
- 5.2.8ὡς ἕπεσθαι μὲν οὐδαμοῦ ἐθέλοιεν, μόνους δὲ πάντων ἀνθρώπων Λακεδαιμονίους οὐ δέχοιντο εἴσω τῶν πυλῶν
由 ὡς 引导的间接引语,因主句动词 ἐδίδασκον 为过去时态,直陈语气转换为斜格祈愿语气(ἐθέλοιεν, δέχοιντο)。
- 5.2.9ἔδεισαν μὴ εἰ στρατεύσαιντο ἐπʼ αὐτούς, τῶν ἔνδοθεν παρείησάν τινες αὐτοὺς εἰς τὴν πόλιν
由表示担忧的动词 ἔδεισαν 所管辖的 μή 畏惧从句,其中嵌套了条件从句 εἰ στρατεύσαιντο。由于主句动词为过去时态,畏惧从句的核心谓语 παρείησαν(παρίημι 的不定过去时主动祈愿语气三人称复数)及条件从句均采取祈愿语气。
- 5.2.12ἐφʼ ᾧτε νόμοις τοῖς αὐτοῖς χρῆσθαι καὶ συμπολιτεύειν
ἐφʼ ᾧτε 后接不定式(χρῆσθαι 与 συμπολιτεύειν)的固定结构,表示附带条件或规定(“以……为条件”)。
