- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.14-5.2.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿坎托斯使节克雷格内斯陈述若无外援必将屈从于奥林索斯,指出奥林索斯物力充盈并正联络雅典与忒拜,促请斯巴达在其联合巩固前迅速干预。斯巴达与其盟邦随后表决组建万人征讨军,并准许以资金折抵兵员。
ἡμεῖς δέ, ὦ ἄνδρες Λακεδαιμόνιοι, βουλόμεθα μὲν τοῖς πατρίοις νόμοις χρῆσθαι καὶ αὐτοπολῖται εἶναι· εἰ μέντοι μὴ βοηθήσει τις, ἀνάγκη καὶ ἡμῖν μετʼ ἐκείνων γίγνεσθαι. καίτοι νῦν γʼ ἤδη αὐτοῖς εἰσὶν ὁπλῖται μὲν οὐκ ἐλάττους ὀκτακοσίων, πελτασταὶ δὲ πολὺ πλείους ἢ τοσοῦτοι· ἱππεῖς γε μέντοι, ἐὰν καὶ ἡμεῖς μετʼ αὐτῶν γενώμεθα, ἔσονται πλείους ἢ χίλιοι.
“拉刻代蒙人啊,我们固然希望遵奉祖传的法律,做独立的公民;然而若无人施援,我们也势必不得不归附于他们。况且如今他们已有不少于八百名重装步兵,轻盾兵更是远多于此;至于骑兵,若是我们也与他们联合,便将超过一千骑。
κατελίπομεν δὲ καὶ Ἀθηναίων καὶ Βοιωτῶν πρέσβεις ἤδη αὐτόθι. ἠκούομεν δὲ ὡς καὶ αὐτοῖς Ὀλυνθίοις ἐψηφισμένον εἴη συμπέμπειν πρέσβεις εἰς ταύτας τὰς πόλεις περὶ συμμαχίας. καίτοι εἰ τοσαύτη δύναμις προσγενήσεται τῇ τε Ἀθηναίων καὶ Θηβαίων ἰσχύι, ὁρᾶτε, ἔφη, ὅπως μὴ οὐκέτι εὐμεταχείριστα ἔσται ἐκεῖνα ὑμῖν.1 ἐπεὶ δὲ καὶ Ποτείδαιαν ἔχουσιν ἐπὶ τῷ ἰσθμῷ τῆς Παλλήνης οὖσαν, νομίζετε καὶ τὰς ἐντὸς ταύτης πόλεις ὑπηκόους ἔσεσθαι αὐτῶν. τεκμήριον δʼ ἔτι ἔστω ὑμῖν καὶ τοῦτο ὅτι ἰσχυρῶς αὗται αἱ πόλεις πεφόβηνται· μάλιστα γὰρ μισοῦσαι τοὺς Ὀλυνθίους ὅμως οὐκ ἐτόλμησαν μεθʼ ἡμῶν πρεσβείας πέμπειν διδαξούσας ταῦτα.
我们离开时,雅典人和波奥提亚人的使节已在彼处;我们还听说,奥林索斯人自己也已通过决议,共同遣使前往这些城邦缔结同盟。然而,若是如此庞大的势力与雅典人和忒拜人的力量合流,你们便当留心,”他说道,“免得那些局势变得令你们难以应付。此外,既然他们已占领位于帕勒涅地峡的波提代亚,你们便可认定半岛内部的各城邦亦将臣服于他们。你们还可以将此视作这些城邦深怀恐惧的凭证:它们虽对奥林索斯人恨之入骨,却仍不敢同我们一道派遣使节前来陈说实情。
ἐννοήσατε δὲ καὶ τόδε, πῶς εἰκὸς ὑμᾶς τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι ὅπως μὴ καθʼ ἓν εἴη, πολὺ δὲ μείζονος ἁθροιζομένης δυνάμεως ἀμελῆσαι,2 καὶ ταύτης οὐ κατὰ γῆν μόνον, ἀλλὰ καὶ κατὰ θάλατταν ἰσχυρᾶς γιγνομένης. τί γὰρ δὴ καὶ ἐμποδών, ὅπου ξύλα μὲν ναυπηγήσιμα ἐν αὐτῇ τῇ χώρᾳ ἐστί, χρημάτων δὲ πρόσοδοι ἐκ πολλῶν μὲν λιμένων, ἐκ πολλῶν δʼ ἐμπορίων, πολυανθρωπία γε μὴν διὰ τὴν πολυσιτίαν ὑπάρχει;
你们亦当深思这一点:你们何以合乎情理地一方面费心阻止波奥提亚归为一体,另一方面却对一股正在集结且大得多的力量坐视不理?况且这一势力不仅在陆上,在海上亦日趋强大。既然本地便有造船的木材,资金收入源于众多港口与商埠,加之粮食丰饶而人口稠密,究竟又有何事能成其阻碍呢?
ἀλλὰ μὴν καὶ γείτονές γʼ εἰσὶν αὐτοῖς Θρᾷκες οἱ ἀβασίλευτοι, οἳ θεραπεύουσι μὲν καὶ νῦν ἤδη τοὺς Ὀλυνθίους· εἰ δὲ ὑπʼ ἐκείνοις ἔσονται, πολλὴ καὶ αὕτη δύναμις προσγένοιτʼ ἂν αὐτοῖς. τούτων γε μὴν ἀκολουθούντων καὶ τὰ ἐν τῷ Παγγαίῳ χρύσεια χεῖρα ἂν αὐτοῖς ἤδη ὀρέγοι. καὶ τούτων ἡμεῖς οὐδὲν λέγομεν ὅ τι οὐ καὶ ἐν τῷ τῶν Ὀλυνθίων δήμῳ μυριόλεκτόν ἐστι.
更有甚者,他们的邻邦是未设王统的色雷斯人,这些人如今便已在巴结奥林索斯人;若是落入其统治之下,这亦将是一股巨大的合流势力。倘若这些人追随他们,连潘盖翁山的金矿亦将向他们拱手相迎。而我们所说的这一切,无一不是在奥林索斯的民众大会上被提及万遍之事。
τό γε μὴν φρόνημα αὐτῶν τί ἄν τις λέγοι; καὶ γὰρ ὁ θεὸς ἴσως ἐποίησεν ἅμα τῷ δύνασθαι καὶ τὰ φρονήματα αὔξεσθαι τῶν ἀνθρώπων. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοί τε καὶ σύμμαχοι, ἐξαγγέλλομεν ὅτι οὕτω τἀκεῖ ἔχει· ὑμεῖς δὲ βουλεύεσθε, εἰ δοκεῖ ἄξια ἐπιμελείας εἶναι. δεῖ γε μὴν ὑμᾶς καὶ τόδε εἰδέναι, ὡς ἣν εἰρήκαμεν δύναμιν μεγάλην οὖσαν, οὔπω δυσπάλαιστός ἐστιν.3 αἱ γὰρ ἄκουσαι τῶν πόλεων τῆς πολιτείας κοινωνοῦσαι, αὗται, ἄν τι ἴδωσιν ἀντίπαλον, ταχὺ ἀποστήσονται· εἰ μέντοι συγκλεισθήσονται ταῖς τε ἐπιγαμίαις καὶ ἐγκτήσεσι παρʼ ἀλλήλοις, ἃς ἐψηφισμένοι εἰσί, καὶ γνώσονται ὅτι μετὰ τῶν κρατούντων ἕπεσθαι κερδαλέον ἐστίν, ὥσπερ Ἀρκάδες, ὅταν μεθʼ ὑμῶν ἴωσι, τά τε αὑτῶν σῴζουσι καὶ τὰ ἀλλότρια ἁρπάζουσιν, ἴσως οὐκέθʼ ὁμοίως εὔλυτα ἔσται.
至于他们的傲气,又何须多言?因为神明大概本就让人类的骄矜随着力量一同膨胀。因此,拉刻代蒙人及诸位盟友,我们已如实呈报了那里的形势;它是否值得关注,留待你们自行决议。然而你们亦须明晓:我们所言的这股庞大势力,目前尚非不可抗拒。盖因那些被迫参与这一政体的城邦,一旦望见任何相抗衡的力量,必将迅速叛离;但是,倘若它们因他们已表决通过的彼此通婚与地产占有权而紧密纠结,并且省悟到追随强者有利可图——正如阿卡迪亚人随你们出征时,既能保全己产,又能劫掠他人财物那样——届时局面或许便不再如此容易瓦解了。”
λεχθέντων δὲ τούτων ἐδίδοσαν οἱ Λακεδαιμόνιοι τοῖς συμμάχοις λόγον καὶ ἐκέλευον συμβουλεύειν ὅ τι γιγνώσκει τις ἄριστον τῇ Πελοποννήσῳ τε καὶ τοῖς συμμάχοις. ἐκ τούτου μέντοι πολλοὶ μὲν συνηγόρευον στρατιὰν ποιεῖν, μάλιστα δὲ οἱ βουλόμενοι χαρίζεσθαι τοῖς Λακεδαιμονίοις, καὶ ἔδοξε πέμπειν τὸ εἰς τοὺς μυρίους σύνταγμα4 ἑκάστην πόλιν.
这番话讲完之后,拉刻代蒙人给予盟邦发言的机会,命大家就各自认为对伯罗奔尼撒及各盟邦最有利的方案提出建言。由此,许多人赞成出兵,尤其是那些意图讨好拉刻代蒙人者,于是各城邦议决按万人编制派出部队。
λόγοι δὲ ἐγένοντο ἀργύριόν τε ἀντʼ ἀνδρῶν ἐξεῖναι διδόναι τῇ βουλομένῃ τῶν πόλεων, τριώβολον Αἰγιναῖον κατὰ ἄνδρα, ἱππέας τε εἴ τις παρέχοι, ἀντὶ τεττάρων ὁπλιτῶν τὸν μισθὸν τῷ ἱππεῖ δίδοσθαι·
席间亦有人提议,愿出资代替出人的城邦可准其出资,每人合埃癸那币三奥波尔;若有提供骑兵者,每名骑兵发给四名重装步兵的军饷。
- 5.2.15ὁρᾶτε, ἔφη, ὅπως μὴ οὐκέτι εὐμεταχείριστα ἔσται ἐκεῖνα ὑμῖν
直接引语中插入的 ἔφη 系叙述者标明发言者(克雷格内斯)的插入语。ὅπως μή 搭配将来时直陈式(ἔσται)构成表示戒备或担忧的从句(“小心……免得……”)。中性复数 ἐκεῖνα 为主语,εὐμεταχείριστα 为其中性复数谓语形容词。
- 5.2.16πῶς εἰκὸς ὑμᾶς τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι ὅπως μὴ καθʼ ἓν εἴη, πολὺ δὲ μείζονος ἁθροιζομένης δυνάμεως ἀμελῆσαι
形成对比的两个不定式短语(τῆς μὲν Βοιωτίας ἐπιμεληθῆναι 与 πολὺ δὲ μείζονος... ἀμελῆσαι)皆由反问句 πῶς εἰκός(“怎能合乎情理……?”)统辖。动词 ἐπιμελέομαι 与 ἀμελέω 均支配属格(分别为 τῆς Βοιωτίας 与 μείζονος ἁθροιζομένης δυνάμεως)。ἁθροιζομένης δυνάμεως 并非独立属格,而是充当 ἀμελῆσαι 的属格补足语。
- 5.2.18ὡς ἣν εἰρήκαμεν δύναμιν μεγάλην οὖσαν, οὔπω δυσπάλαιστός ἐστιν
先行词被先取并吸引进入关系分句的现象(prolepsis / inverse attraction):逻辑上作为主句主语的名词(αὕτη ἡ δύναμις ἣν εἰρήκαμεν...)被吸收入关系分句中作宾格(ἣν... δύναμιν),并带有依附于 εἰρήκαμεν 的补足分词 οὖσαν。主句系动词 ἐστιν 的主语即由此被吸引的先行词逻辑上提供。
- 5.2.20τὸ εἰς τοὺς μυρίους σύνταγμα
介词短语 εἰς τοὺς μυρίους 位于冠词 τό 与名词 σύνταγμα 之间,充当定语,意为“为凑足一万人总兵力而分摊的配额部队”。
