- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.1-5.2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉刻代蒙人决意惩处在战争中怀有贰心的盟邦,勒令曼提内亚拆毁城墙;遭拒后,阿格西波利斯王率军围攻曼提内亚,筑坝蓄水淹塌城墙,迫使该邦屈服并拆城分村而居。
τούτων δὲ προκεχωρηκότων ὡς ἐβούλοντο, ἔδοξεν αὐτοῖς, ὅσοι ἐν τῷ πολέμῳ τῶν συμμάχων ἐπέκειντο καὶ τοῖς πολεμίοις εὐμενέστεροι ἦσαν ἢ τῇ Λακεδαίμονι, τούτους κολάσαι καὶ κατασκευάσαι ὡς μὴ δύναιντο ἀπιστεῖν. πρῶτον μὲν οὖν πέμψαντες πρὸς τοὺς Μαντινέας ἐκέλευσαν αὐτοὺς τὸ τεῖχος περιαιρεῖν, λέγοντες ὅτι οὐκ ἂν πιστεύσειαν ἄλλως αὐτοῖς μὴ σὺν τοῖς πολεμίοις γενέσθαι.1
在这些事情如其所愿顺利推进之后,他们决定惩处在战争期间多有留难、且对敌方比对拉刻代蒙更为友善的盟邦,并加以制约使其无法再度背信。于是,他们首先遣使前往曼提内亚人处,命其拆毁城墙,声称否则便不能相信他们不会倒向敌方。
αἰσθάνεσθαι γὰρ ἔφασαν καὶ ὡς σῖτον ἐξέπεμπον τοῖς Ἀργείοις σφῶν αὐτοῖς πολεμούντων, καὶ ὡς ἔστι μὲν ὅτε οὐδὲ συστρατεύοιεν ἐκεχειρίαν προφασιζόμενοι, ὁπότε δὲ καὶ ἀκολουθοῖεν, ὡς κακῶς συστρατεύοιεν. ἔτι δὲ γιγνώσκειν ἔφασαν φθονοῦντας μὲν αὐτούς, εἴ τι σφίσιν ἀγαθὸν γίγνοιτο, ἐφηδομένους δʼ, εἴ τις συμφορὰ προσπίπτοι. ἐλέγοντο δὲ καὶ αἱ σπονδαὶ ἐξεληλυθέναι τοῖς Μαντινεῦσι τούτῳ τῷ ἔτει αἱ μετὰ τὴν ἐν Μαντινείᾳ μάχην τριακονταετεῖς γενόμεναι.
因为他们宣称,自己察知到曼提内亚人在他们同阿尔戈斯人交战时曾向后者输送粮食,有时甚至借口神圣休战而不随军出征,而即便随军随征,表现也极其敷衍。此外他们还宣称,深知曼提内亚人在拉刻代蒙遭遇顺遂时心怀嫉妒,而在其蒙受灾祸时却幸灾乐祸。据说,在曼提内亚战役之后缔结的三十年和约,也在这一年对曼提内亚人届满失效了。
ἐπεὶ δʼ οὐκ ἤθελον καθαιρεῖν τὰ τείχη, φρουρὰν φαίνουσιν ἐπʼ αὐτούς. Ἀγησίλαος μὲν οὖν ἐδεήθη τῆς πόλεως ἀφεῖναι ἑαυτὸν ταύτης τῆς στρατηγίας, λέγων ὅτι τῷ πατρὶ αὐτοῦ ἡ τῶν Μαντινέων πόλις πολλὰ ὑπηρετήκοι ἐν τοῖς πρὸς Μεσσήνην πολέμοις· Ἀγησίπολις δὲ ἐξήγαγε τὴν φρουρὰν καὶ μάλα Παυσανίου τοῦ πατρὸς αὐτοῦ φιλικῶς ἔχοντος2 πρὸς τοὺς ἐν Μαντινείᾳ τοῦ δήμου προστάτας.
由于曼提内亚人不愿拆除城墙,他们便对之发兵讨伐。阿格西劳斯向城邦请求免除自己担任此次统帅之职,声称曼提内亚城邦曾在对麦塞尼亚的战争中为其父亲效劳良多;于是阿格西波利斯率领这支远征军出征,尽管他的父亲保萨尼亚斯同曼提内亚的民主派领袖关系极为亲厚。
ὡς δὲ ἐνέβαλε, πρῶτον μὲν τὴν γῆν ἐδῄου. ἐπεὶ δὲ οὐδʼ οὕτω καθῄρουν τὰ τείχη, τάφρον ὤρυττε κύκλῳ περὶ τὴν πόλιν, τοῖς μὲν ἡμίσεσι τῶν στρατιωτῶν προκαθημένοις σὺν τοῖς ὅπλοις τῶν ταφρευόντων, τοῖς δʼ ἡμίσεσιν ἐργαζομένοις. ἐπεὶ δὲ ἐξείργαστο ἡ τάφρος, ἀσφαλῶς ἤδη κύκλῳ τεῖχος περὶ τὴν πόλιν ᾠκοδόμησεν. αἰσθόμενος δὲ ὅτι ὁ σῖτος ἐν τῇ πόλει πολὺς ἐνείη, εὐετηρίας γενομένης τῷ πρόσθεν ἔτει, καὶ νομίσας χαλεπὸν ἔσεσθαι, εἰ δεήσει πολὺν χρόνον τρύχειν στρατείαις τήν τε πόλιν καὶ τοὺς συμμάχους, ἀπέχωσε τὸν ῥέοντα ποταμὸν διὰ τῆς πόλεως μάλʼ ὄντα εὐμεγέθη.
进入境内后,他起初蹂躏其田地。然而曼提内亚人即便如此仍不拆墙,他便围绕该城开凿一圈壕沟,令半数士兵全副武装端坐于掘壕者前方警戒,另半数士兵则从事施工。待壕沟完工后,他便在城池周围稳妥地筑起了一道环围城墙。但他察知城内囤积了大量粮食——因前一年逢丰收之年——并认为若被迫长期以此类军事行动使本邦及盟友陷入疲敝将十分艰难,于是便筑坝截断了穿城而过的一条水量颇大的河流。
ἐμφραχθείσης δὲ τῆς ἀπορροίας ᾔρετο τὸ ὕδωρ ὑπέρ τε τῶν ὑπὸ ταῖς οἰκίαις καὶ ὑπὲρ τῶν ὑπὸ τῷ τείχει θεμελίων. βρεχομένων δὲ τῶν κάτω πλίνθων καὶ προδιδουσῶν τὰς ἄνω, τὸ μὲν πρῶτον ἐρρήγνυτο τὸ τεῖχος, ἔπειτα δὲ καὶ ἐκλίνετο. οἱ δὲ χρόνον μέν τινα ξύλα ἀντήρειδον καὶ ἐμηχανῶντο ὡς μὴ πίπτοι ὁ πύργος· ἐπεὶ δὲ ἡττῶντο τοῦ ὕδατος, δείσαντες μὴ πεσόντος πῃ τοῦ κύκλῳ τείχους δοριάλωτοι γένοιντο, ὡμολόγουν περιαιρήσειν. οἱ δὲ Λακεδαιμόνιοι οὐκ ἔφασαν σπείσεσθαι, εἰ μὴ καὶ διοικιοῖντο κατὰ κώμας. οἱ δʼ αὖ νομίσαντες ἀνάγκην εἶναι, συνέφασαν καὶ ταῦτα ποιήσειν.
出水道被堵塞之后,水位升过了民房基础与城墙基底之上。下层的土砖浸水软化,无法再支撑上层砖石,城墙起初出现裂缝,继而发生倾斜。曼提内亚人在一段时间内以木料顶撑,千方百计防止城楼坍塌;但当他们最终不敌水患,唯恐环城墙某处一旦倒塌便会沦为枪下之俘,遂同意拆除城墙。然而拉刻代蒙人却声称,除非他们拆解城邦、分居各村,否则绝不订立和约。曼提内亚人自知势在必行,遂答应亦照此执行。
οἰομένων δὲ ἀποθανεῖσθαι τῶν ἀργολιζόντων καὶ τῶν τοῦ δήμου προστατῶν, διεπράξατο ὁ πατὴρ παρὰ τοῦ Ἀγησιπόλιδος3 ἀσφάλειαν αὐτοῖς γενέσθαι ἀπαλλαττομένοις ἐκ τῆς πόλεως, ἑξήκοντα οὖσι. καὶ ἀμφοτέρωθεν μὲν τῆς ὁδοῦ ἀρξάμενοι ἀπὸ τῶν πυλῶν ἔχοντες τὰ δόρατα οἱ Λακεδαιμόνιοι ἕστασαν, θεώμενοι τοὺς ἐξιόντας. καὶ μισοῦντες αὐτοὺς ὅμως ἀπείχοντο αὐτῶν ῥᾷον ἢ οἱ βέλτιστοι τῶν Μαντινέων. καὶ τοῦτο μὲν εἰρήσθω μέγα τεκμήριον πειθαρχίας.
亲阿尔戈斯派人士及民众派领袖皆自度必死无疑,但〔阿格西波利斯的〕父亲却从阿格西波利斯处为他们争取到了安全离开城邦的保障,其人数共计六十人。拉刻代蒙人手持长矛,自城门起排列在道路两侧,注视着离城的人们。尽管拉刻代蒙人深恨他们,却比曼提内亚的上层显贵更容易克制自己而未加伤害。此事诚可称作展现严明纪律之一大明证。
- 5.2.1οὐκ ἂν πιστεύσειαν ἄλλως αὐτοῖς μὴ σὺν τοῖς πολεμίοις γενέσθαι
不定词从句“μὴ σὺν τοῖς πολεμίοις γενέσθαι”中的否定词μή,实质否定受πιστεύσειαν(信任)支配、表将来或担保内容的不定词(“不倒向敌方”),与主句否定词οὐκ结合,意即“否则便无法相信他们不会倒向敌方”。
- 5.2.3καὶ μάλα Παυσανίου τοῦ πατρὸς αὐτοῦ φιλικῶς ἔχοντος
由“καὶ μάλα”引出的属格绝对结构(genitive absolute),在此具有让步含义(“尽管其父保萨尼亚斯同……关系极为亲厚”)。它突出了阿格西波利斯王率军出征与他的父亲保萨尼亚斯同曼提内亚民主派领袖私交笃厚之间的政治张力。
- 5.2.6διεπράξατο ὁ πατὴρ παρὰ τοῦ Ἀγησιπόλιδος
主语“ὁ πατὴρ”指代5.2.3中提及的阿格西波利斯之父、当时流亡在帖该亚的前斯巴达王保萨尼亚斯。该句表明保萨尼亚斯向其子阿格西波利斯说情(παρὰ τοῦ Ἀγησιπόλιδος),从而为六十名亲阿尔戈斯派及民主派领袖争取到了安全撤离的保障。
