← 色诺芬

希腊史

§5.2.30-5.2.36

伊斯梅尼亚斯被处死与亲斯巴达派掌控忒拜

莱翁提阿德斯以波勒马尔霍斯的职权逮捕伊斯梅尼亚斯并驱逐反对派,随后前往斯巴达申明占领卡德墨亚的合法性与益处。斯巴达及盟邦设立的法庭将伊斯梅尼亚斯判处死刑,亲斯巴达派遂彻底掌控忒拜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.30

ἐλθὼν δὲ εἶπε τάδε· ὅτι μέν, ὦ ἄνδρες, Λακεδαιμόνιοι κατέχουσι τὴν ἀκρόπολιν, μηδὲν ἀθυμεῖτε·1 οὐδενὶ γάρ φασι πολέμιοι ἥκειν, ὅστις μὴ πολέμου ἐρᾷ· ἐγὼ δὲ τοῦ νόμου κελεύοντος ἐξεῖναι πολεμάρχῳ λαβεῖν, εἴ τις δοκεῖ ἄξια θανάτου ποιεῖν, λαμβάνω τουτονὶ Ἰσμηνίαν, ὡς πολεμοποιοῦντα. καὶ ὑμεῖς δὲ οἱ λοχαγοί τε καὶ οἱ μετὰ τούτων τεταγμένοι, ἀνίστασθε, καὶ λαβόντες ἀπαγάγετε τοῦτον ἔνθα εἴρηται.

他走进来后说道:“诸位,拉刻代蒙人占领了卫城,你们切莫灰心;因为他们声称,只要不是渴望战争之人,他们绝不视其为敌来到此处。然而法律规定,波勒马尔霍斯有权逮捕任何被认为犯下当死之罪的人,因此我以煽动战争的罪名逮捕此处的伊斯梅尼亚斯。你们这些连长以及列编于其后的士兵们,站起来,抓住他,将他押解到指定的地方。”

§5.2.31

οἱ μὲν δὴ εἰδότες τὸ πρᾶγμα παρῆσάν τε καὶ ἐπείθοντο καὶ συνελάμβανον· τῶν δὲ μὴ εἰδότων, ἐναντίων δὲ ὄντων τοῖς περὶ Λεοντιάδην, οἱ μὲν ἔφευγον εὐθὺς ἔξω τῆς πόλεως, δείσαντες μὴ ἀποθάνοιεν· οἱ δὲ καὶ οἴκαδε πρῶτον ἀπεχώρησαν· ἐπεὶ δὲ εἰργμένον τὸν Ἰσμηνίαν ᾔσθοντο ἐν τῇ Καδμείᾳ, τότε δὴ ἀπεχώρησαν εἰς τὰς Ἀθήνας οἱ ταὐτὰ γιγνώσκοντες Ἀνδροκλείδᾳ τε καὶ Ἰσμηνίᾳ μάλιστα τριακόσιοι.

知晓内情的人本就在场,随即听从号令协助抓捕;而在不知情且反对莱翁提阿德斯一派的人当中,一部分人唯恐被杀,径直逃出城外;另一部分人起初退回家中;然而当得知伊斯梅尼亚斯被囚禁在卡德墨亚之后,与安德罗克莱达斯和伊斯梅尼亚斯政见相同的约三百人,便纷纷出走雅典。

§5.2.32

ὡς δὲ ταῦτʼ ἐπέπρακτο, πολέμαρχον μὲν ἀντὶ Ἰσμηνίου ἄλλον εἵλοντο, ὁ δὲ Λεοντιάδης εὐθὺς εἰς Λακεδαίμονα ἐπορεύετο. ηὗρε δʼ ἐκεῖ τοὺς μὲν ἐφόρους καὶ τῆς πόλεως τὸ πλῆθος χαλεπῶς ἔχοντας τῷ Φοιβίδᾳ, ὅτι οὐ προσταχθέντα ὑπὸ τῆς πόλεως ταῦτα ἐπεπράχει· ὁ μέντοι Ἀγησίλαος ἔλεγεν ὅτι εἰ μὲν βλαβερὰ τῇ Λακεδαίμονι πεπραχὼς εἴη, δίκαιος εἴη ζημιοῦσθαι, εἰ δὲ ἀγαθά, ἀρχαῖον εἶναι νόμιμον ἐξεῖναι τὰ τοιαῦτα αὐτοσχεδιάζειν. αὐτὸ οὖν τοῦτʼ, ἔφη, προσήκει σκοπεῖν, πότερον ἀγαθὰ ἢ κακά ἐστι τὰ πεπραγμένα.

这些事情既已办妥,他们选出另一位波勒马尔霍斯接替伊斯梅尼亚斯,莱翁提阿德斯则立即赶赴拉刻代蒙。他在那里发现,监察官和多数公民皆对福伊比达斯深感恼怒,因他未经城邦指令便擅自施行此事。然而阿格西劳斯却表示,若他所作所为有害于拉刻代蒙,自当受罚;但若有益,在类似情况下自行决断乃是古来沿袭的规矩。“因此,”他说,“理当审视的正是这一点,即所为之事究竟是好是坏。”

§5.2.33

ἔπειτα μέντοι ὁ Λεοντιάδης ἐλθὼν εἰς τοὺς ἐκκλήτους ἔλεγε τοιάδε· ἄνδρες Λακεδαιμόνιοι, ὡς μὲν πολεμικῶς εἶχον ὑμῖν οἱ Θηβαῖοι, πρὶν τὰ νῦν πεπραγμένα γενέσθαι, καὶ ὑμεῖς ἐλέγετε· ἑωρᾶτε γὰρ ἀεὶ τούτους τοῖς μὲν ὑμετέροις δυσμενέσι φιλικῶς ἔχοντας, τοῖς δʼ ὑμετέροις φίλοις ἐχθροὺς ὄντας. οὐκ ἐπὶ μὲν τὸν ἐν Πειραιεῖ δῆμον, πολεμιώτατον ὄντα ὑμῖν, οὐκ ἠθέλησαν συστρατεύειν,2 Φωκεῦσι δέ, ὅτι ὑμᾶς εὐμενεῖς ὄντας ἑώρων, ἐπεστράτευον;

随后,莱翁提阿德斯来到特别召集的公民大会前,陈词道:“拉刻代蒙人啊,在当下的局面出现之前,忒拜人对你们是何等敌对,你们自己过去也是常说的;因为你们总是目睹他们善待你们的仇敌,却敌视你们的朋友。难道他们不是拒绝随你们出征讨伐在比雷埃夫斯的民众——那可是你们最险恶的敌人——却在看到你们厚待福基斯人时出兵征伐福基斯吗?

§5.2.34

ἀλλὰ μὴν καὶ πρὸς Ὀλυνθίους εἰδότες ὑμᾶς πόλεμον ἐκφέροντας συμμαχίαν ἐποιοῦντο, καὶ ὑμεῖς γε τότε μὲν ἀεὶ προσείχετε τὸν νοῦν πότε ἀκούσεσθε βιαζομένους αὐτοὺς τὴν Βοιωτίαν ὑφʼ αὑτοῖς εἶναι· νῦν δʼ ἐπεὶ τάδε πέπρακται, οὐδὲν ὑμᾶς δεῖ Θηβαίους φοβεῖσθαι· ἀλλʼ ἀρκέσει ὑμῖν μικρὰ σκυτάλη ὥστʼ ἐκεῖθεν πάντα ὑπηρετεῖσθαι ὅσων ἂν δέησθε, ἐὰν ὥσπερ ἡμεῖς ὑμῶν, οὕτω καὶ ὑμεῖς ἡμῶν ἐπιμελῆσθε.

不仅如此,他们明知你们正向奥林索斯人兴兵,却还要与他们结盟;那时你们总是提心吊胆,不知何时便会听闻他们强行将波奥提亚纳入治下的消息。然而如今既已成了这番局面,你们便丝毫不必再惧怕忒拜人;只要你们能像我们顾及你们那样顾及我们,单凭一根小小的木棒信牌,便足以让那边听凭调遣,满足你们所需的一切。”

§5.2.35

ἀκούουσι ταῦτα τοῖς Λακεδαιμονίοις ἔδοξε τήν τε ἀκρόπολιν ὥσπερ κατείληπτο φυλάττειν καὶ Ἰσμηνίᾳ κρίσιν ποιῆσαι. ἐκ δὲ τούτου πέμπουσι δικαστὰς Λακεδαιμονίων μὲν τρεῖς, ἀπὸ δὲ τῶν συμμαχίδων ἕνα ἀφʼ ἑκάστης καὶ μικρᾶς καὶ μεγάλης πόλεως. ἐπεὶ δὲ συνεκαθίζετο τὸ δικαστήριον, τότε δὴ κατηγορεῖτο τοῦ Ἰσμηνίου καὶ ὡς βαρβαρίζοι καὶ ὡς ξένος τῷ Πέρσῃ ἐπʼ οὐδενὶ ἀγαθῷ τῆς Ἑλλάδος γεγενημένος εἴη καὶ ὡς τῶν παρὰ βασιλέως χρημάτων μετειληφὼς εἴη καὶ ὅτι τῆς ἐν τῇ Ἑλλάδι ταραχῆς πάσης ἐκεῖνός τε καὶ Ἀνδροκλείδας αἰτιώτατοι εἶεν.

拉刻代蒙人听罢此言,遂决定依原状据守卫城,并对伊斯梅尼亚斯进行审判。自此,他们派出了法官,拉刻代蒙派出三人,各个同盟城邦无论大小各派一人。法庭坐定之后,伊斯梅尼亚斯便受到指控,罪名包括暗通异族、为危害希腊之目的而结交波斯王、染指国王赐予的金钱,以及他与安德罗克莱达斯乃是全希腊一切动乱的罪魁祸首。

§5.2.36

ὁ δὲ ἀπελογεῖτο μὲν πρὸς πάντα ταῦτα, οὐ μέντοι ἔπειθέ γε τὸ μὴ οὐ μεγαλοπράγμων τε καὶ κακοπράγμων εἶναι.3 καὶ ἐκεῖνος μὲν κατεψηφίσθη καὶ ἀποθνῄσκει· οἱ δὲ περὶ Λεοντιάδην εἶχόν τε τὴν πόλιν καὶ τοῖς Λακεδαιμονίοις ἔτι πλείω ὑπηρέτουν ἢ προσετάττετο αὐτοῖς.

他虽就这一切罪状进行了辩驳,却未能使法庭信服他并非野心勃勃且祸害邦国的阴谋家。于是他被定罪处死;莱翁提阿德斯一派则牢牢控制了城邦,对拉刻代蒙人效忠听命,甚至超过了对他们所要求的程度。

语法注3 条
  1. 5.2.30ὅτι μέν, ὦ ἄνδρες, Λακεδαιμόνιοι κατέχουσι τὴν ἀκρόπολιν, μηδὲν ἀθυμεῖτε

    由连词 ὅτι 引导的名词性从句置于句首,充当后文主句动词 μηδὲν ἀθυμεῖτε 的宾语(或表示限定的“关于……这一事实”)。此种语序将既成事实前置,起到了安抚听众的修辞效果。

  2. 5.2.33οὐκ ἐπὶ μὲν τὸν ἐν Πειραιεῖ δῆμον... οὐκ ἠθέλησαν συστρατεύειν

    由句首的否定词 οὐκ 与紧接动词前的第二个 οὐκ 构成的双重否定反问句(“难道他们没有拒绝一同出征吗?”即“他们确实拒绝了”)。首个 οὐκ 标示全句为带有质问语气的反问句,第二个 οὐκ 则与 ἠθέλησαν 紧密结合表示“拒绝”。

  3. 5.2.36οὐ μέντοι ἔπειθέ γε τὸ μὴ οὐ μεγαλοπράγμων τε καὶ κακοπράγμων εἶναι

    因主句带有否定词(οὐ μέντοι ἔπειθε),从属的带冠词不定式(τὸ ... εἶναι)前使用了双重否定词 μὴ οὐ。在古典希腊语中,当阻碍、否定或说服类动词自身被否定时,其后的不定式前往往叠用 μὴ οὐ(或 τὸ μὴ οὐ),意为“他未能使法庭信服他并非……之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.30-5.2.36