- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.2.22-5.2.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
鉴于阿坎索斯人提出在同盟主力集结前先行出兵的建议,斯巴达先后派遣欧达米达斯与福伊比达斯;福伊比达斯在途经忒拜时,受亲斯巴达派领袖莱翁提阿德斯的怂恿,奇袭占领了忒拜卫城(卡德墨亚)。
εἰ δέ τις τῶν πόλεων ἐκλίποι τὴν στρατιάν, ἐξεῖναι Λακεδαιμονίοις ἐπιζημιοῦν στατῆρι κατὰ τὸν ἄνδρα τῆς ἡμέρας.
若有城邦未能派遣军队,拉刻代蒙人有权对该邦按每人每天处以一斯塔特罚款。
ἐπεὶ δὲ ταῦτα ἔδοξεν, ἀναστάντες οἱ Ἀκάνθιοι πάλιν ἐδίδασκον ὡς ταῦτα καλὰ μὲν εἴη τὰ ψηφίσματα, οὐ μέντοι δυνατὰ ταχὺ περανθῆναι. βέλτιον οὖν ἔφασαν εἶναι, ἐν ᾧ αὕτη ἡ παρασκευὴ ἁθροίζοιτο, ὡς τάχιστα ἄνδρα ἐξελθεῖν ἄρχοντα καὶ δύναμιν ἐκ Λακεδαίμονός τε, ὅση ἂν ταχὺ ἐξέλθοι, καὶ ἐκ τῶν ἄλλων πόλεων· τούτου γὰρ γενομένου τάς τε οὔπω προσκεχωρηκυίας πόλεις στῆναι ἂν καὶ τὰς βεβιασμένας ἧττον ἂν συμμαχεῖν.1
这些事项议决之后,阿坎索斯人再次起立陈情,说明这些决议虽好,却难以迅速施行。因此他们表示,在此项战备筹措期间,最好能尽早派遣一位将领,带领从拉刻代蒙以及其他城邦能迅速出动的兵力先行出发;盖因如此一来,尚未归附的城邦便会止步观望,而已被迫屈从的城邦为之助战的意愿亦将削弱。
δοξάντων δὲ καὶ τούτων, ἐκπέμπουσιν οἱ Λακεδαιμόνιοι Εὐδαμίδαν, καὶ σὺν αὐτῷ νεοδαμώδεις τε καὶ τῶν περιοίκων καὶ τῶν Σκιριτῶν ἄνδρας ὡς δισχιλίους. ὁ μέντοι Εὐδαμίδας ἐξιὼν Φοιβίδαν τὸν ἀδελφὸν ἐδεήθη τῶν ἐφόρων τοὺς ὑπολειπομένους τῶν ἑαυτῷ προστεταγμένων ἁθροίσαντα2 μετιέναι· αὐτὸς δὲ ἐπεὶ ἀφίκετο εἰς τὰ ἐπὶ Θρᾴκης χωρία, ταῖς μὲν δεομέναις τῶν πόλεων φρουροὺς ἔπεμπε, Ποτείδαιαν δὲ καὶ προσέλαβεν ἑκοῦσαν, σύμμαχον ἤδη ἐκείνων οὖσαν, καὶ ἐντεῦθεν ὁρμώμενος ἐπολέμει ὥσπερ εἰκὸς τὸν ἐλάττω ἔχοντα δύναμιν.
此议亦获通过,于是拉刻代蒙人派出了欧达米达斯,随行者包括获释黑劳士、珀里俄基人和斯基里泰人,约两千人。欧达米达斯出发前,请求监察官准许其弟福伊比达斯集结分配给他的其余部队随后跟进;他本人抵达色雷斯沿岸地区后,向请求驻兵的城邦派遣驻军,并使已是奥林索斯盟友的波提代亚自愿倒戈归附,以此为据点,展开符合兵力劣势者常态的战事。
ὁ δὲ Φοιβίδας, ἐπεὶ ἡθροίσθησαν αὐτῷ οἱ ὑπολειφθέντες τοῦ Εὐδαμίδου, λαβὼν αὐτοὺς ἐπορεύετο. ὡς δʼ ἐγένοντο ἐν Θήβαις, ἐστρατοπεδεύσαντο μὲν ἔξω τῆς πόλεως περὶ τὸ γυμνάσιον· στασιαζόντων δὲ τῶν Θηβαίων, πολεμαρχοῦντες μὲν ἐτύγχανον Ἰσμηνίας τε καὶ Λεοντιάδης, διάφοροι δὲ ὄντες ἀλλήλοις καὶ ἀρχηγὸς ἑκάτερος τῶν ἑταιριῶν. ὁ μὲν οὖν Ἰσμηνίας διὰ τὸ μῖσος τῶν Λακεδαιμονίων οὐδὲ ἐπλησίαζε τῷ Φοιβίδᾳ. ὁ μέντοι Λεοντιάδης ἄλλως τε ἐθεράπευεν αὐτόν, καὶ ἐπεὶ εἰσῳκειώθη, ἔλεγε τάδε·
福伊比达斯在欧达米达斯留下的部队集合完毕后,率领他们进发。他们抵达忒拜时,在城外的体育场附近扎营。当时忒拜人正陷于党争,伊斯梅尼亚斯与莱翁提阿德斯恰逢担任波勒马尔霍斯,两人彼此敌对,各为一党领袖。伊斯梅尼亚斯因仇视拉刻代蒙人,甚至不愿接近福伊比达斯。然而莱翁提阿德斯不仅百般奉承他,在与其结为莫逆后,更进言道:
ἔξεστί σοι, ὦ Φοιβίδα, τῇδε τῇ ἡμέρᾳ μέγιστα ἀγαθὰ τῇ σεαυτοῦ πατρίδι ὑπουργῆσαι· ἐὰν γὰρ ἀκολουθήσῃς ἐμοὶ σὺν τοῖς ὁπλίταις, εἰσάξω σε ἐγὼ εἰς τὴν ἀκρόπολιν. τούτου δὲ γενομένου νόμιζε τὰς Θήβας παντάπασιν ὑπὸ Λακεδαιμονίοις καὶ ἡμῖν τοῖς ὑμετέροις φίλοις ἔσεσθαι.
“福伊比达斯啊,你今日便有机会为你的祖国建树无上功业。盖若你率领重装步兵随我而来,我必引你进入卫城。此事一旦成功,你便可认定忒拜将彻底臣服于拉刻代蒙人以及我们这些你们的朋友之下。
καίτοι νῦν μέν, ὡς ὁρᾷς, ἀποκεκήρυκται μηδένα μετὰ σοῦ στρατεύειν Θηβαίων ἐπʼ Ὀλυνθίους· ἐὰν δέ γε σὺ ταῦτα μεθʼ ἡμῶν πράξῃς, εὐθύς σοι ἡμεῖς πολλοὺς μὲν ὁπλίτας, πολλοὺς δὲ ἱππέας συμπέμψομεν· ὥστε πολλῇ δυνάμει βοηθήσεις τῷ ἀδελφῷ, καὶ ἐν ᾧ μέλλει ἐκεῖνος Ὄλυνθον καταστρέφεσθαι, σὺ κατεστραμμένος ἔσει Θήβας,3 πολὺ μείζω πόλιν Ὀλύνθου.
虽然如今正如你所见,官方已明令禁止任何忒拜人随你出征讨伐奥林索斯人;但若你同我们携手促成此事,我们将立刻随你派遣大批重装步兵与骑兵;如此一来,你将以雄厚兵力支援你的兄长,且当他正欲征服奥林索斯之时,你便已征服了规模远胜奥林索斯的忒拜城。”
ἀκούσας δὲ ταῦτα ὁ Φοιβίδας ἀνεκουφίσθη· καὶ γὰρ ἦν τοῦ λαμπρόν τι ποιῆσαι πολὺ μᾶλλον ἢ τοῦ ζῆν ἐραστής, οὐ μέντοι λογιστικός γε οὐδὲ πάνυ φρόνιμος ἐδόκει εἶναι. ἐπεὶ δὲ ὡμολόγησε ταῦτα, προορμῆσαι μὲν αὐτὸν ἐκέλευσεν, ὥσπερ συνεσκευασμένος ἦν εἰς τὸ ἀπιέναι· ἡνίκα δʼ ἂν ᾖ καιρός, πρὸς σὲ ἥξω ἐγώ, ἔφη ὁ Λεοντιάδης, καὶ αὐτός σοι ἡγήσομαι.
福伊比达斯闻言心花怒放;盖因他热中于立下显赫功名,远甚于顾惜生命,但他向来不被认为是一个精于算计或极有谋略之人。在他答应之后,莱翁提阿德斯命他先行拔营,就照他已收拾好行装准备离开那样,并说道:“待到时机成熟,我必亲自前去找你,为你引路。”
ἐν ᾧ δὲ ἡ μὲν βουλὴ ἐκάθητο ἐν τῇ ἐν ἀγορᾷ στοᾷ διὰ τὸ τὰς γυναῖκας ἐν τῇ Καδμείᾳ θεσμοφοριάζειν, θέρους δὲ ὄντος καὶ μεσημβρίας πλείστη ἦν ἐρημία ἐν ταῖς ὁδοῖς, ἐν τούτῳ προσελάσας ἐφʼ ἵππου ὁ Λεοντιάδης ἀποστρέφει τε τὸν Φοιβίδαν καὶ ἡγεῖται εὐθὺς εἰς τὴν ἀκρόπολιν. καταστήσας δʼ ἐκεῖ τὸν Φοιβίδαν καὶ τοὺς μετʼ αὐτοῦ καὶ παραδοὺς τὴν βαλανάγραν αὐτῷ τῶν πυλῶν, καὶ εἰπὼν μηδένα παριέναι εἰς τὴν ἀκρόπολιν ὅντινα μὴ αὐτὸς κελεύοι, εὐθὺς ἐπορεύετο πρὸς τὴν βουλήν.
当时正逢妇女在卡德墨亚卫城庆祝地母节,议事会遂在市集广场的柱廊中开会;值此酷暑正午,街巷间空无一人,就在此时,莱翁提阿德斯策马而至,调转福伊比达斯的行军方向,径直将他领入卫城。在将福伊比达斯及其部下安置于彼处、把城门闩匙交给他、并嘱咐除自己吩咐者外不放任何人进入卫城之后,莱翁提阿德斯便径直前往议事会。
- 5.2.23στῆναι ἂν καὶ τὰς βεβιασμένας ἧττον ἂν συμμαχεῖν
不定式 στῆναι 与 συμμαχεῖν 搭配 ἄν,置于 ἔφασαν 引出的间接引语中;在直接引语中对应于 ἄν 搭配希求法(潜在语气),表示先遣部队到达后可能出现的结果。στῆναι 为不及物第二过去时,意为“停步、驻足观望”。
- 5.2.24ἁθροίσαντα
分词 ἁθροίσαντα 采用宾格,是因为它与后接不定式 μετιέναι 的逻辑主语(宾格 Φοιβίδαν)保持一致。此处动词 ἐδεήθη 以属格(τῶν ἐφόρων)表示被请求的对象,并接宾格加不定式结构(Φοιβίδαν ... μετιέναι)表示请求的内容。
- 5.2.27σὺ κατεστραμμένος ἔσει Θήβας
由 ἔσει(εἰμί 的将来时)与完成时中动态/被动态分词 κατεστραμμένος 构成的迂回将来完成时。此处具有及物的中动态含义(“征服并据为己有”),带宾格宾语 Θήβας。
