- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.1.30-5.1.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提里巴佐斯宣读了波斯大王降赐的和约,希腊各邦在自主原则下接受了该条约。阿格西劳斯以武力威胁迫使底比斯承认波奥提亚各邦独立,并迫使阿尔戈斯守军撤出科林斯,确立了斯巴达的霸权地位。
ὥστʼ ἐπεὶ παρήγγειλεν ὁ Τιρίβαζος παρεῖναι τοὺς βουλομένους ὑπακοῦσαι ἣν βασιλεὺς εἰρήνην καταπέμποι,1 ταχέως πάντες παρεγένοντο. ἐπεὶ δὲ συνῆλθον, ἐπιδείξας ὁ Τιρίβαζος τὰ βασιλέως σημεῖα ἀνεγίγνωσκε τὰ γεγραμμένα. εἶχε δὲ ὧδε.
因此,当提里巴佐斯传令,凡欲听取大王所降赐和约者皆当到场时,众人迅速齐集。待众人到齐后,提里巴佐斯出示了大王的印玺,宣读了文书所载内容。其辞如下:
Ἀρταξέρξης βασιλεὺς νομίζει δίκαιον τὰς μὲν ἐν τῇ Ἀσίᾳ πόλεις ἑαυτοῦ εἶναι καὶ τῶν νήσων Κλαζομενὰς καὶ Κύπρον, τὰς δὲ ἄλλας Ἑλληνίδας πόλεις καὶ μικρὰς καὶ μεγάλας αὐτονόμους ἀφεῖναι2 πλὴν Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου· ταύτας δὲ ὥσπερ τὸ ἀρχαῖον εἶναι Ἀθηναίων. ὁπότεροι δὲ ταύτην τὴν εἰρήνην μὴ δέχονται, τούτοις ἐγὼ πολεμήσω μετὰ τῶν ταῦτα βουλομένων καὶ πεζῇ καὶ κατὰ θάλατταν καὶ ναυσὶ καὶ χρήμασιν.
“阿尔塔薛西斯大王认为,亚细亚之各城邦,以及诸岛屿中的克拉佐墨奈与塞浦路斯,归属其自身乃属公道;至于其他希腊城邦,无论大小,皆应任其独立自主,惟利姆诺斯、因布罗斯与斯库罗斯除外;此三岛一如往昔,当归雅典人所有。凡有不接受此和约之一方,朕必与赞同此和约者并肩,在陆上及海上,以舟师与资财与之交战。”
ἀκούοντες οὖν ταῦτα οἱ ἀπὸ τῶν πόλεων πρέσβεις ἀπήγγελλον ἐπὶ τὰς ἑαυτῶν ἕκαστοι πόλεις. καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὤμνυσαν ἐμπεδώσειν ταῦτα, οἱ δὲ Θηβαῖοι ἠξίουν ὑπὲρ πάντων Βοιωτῶν ὀμνύναι. ὁ δὲ Ἀγησίλαος οὐκ ἔφη δέξασθαι τοὺς ὅρκους,3 ἐὰν μὴ ὀμνύωσιν, ὥσπερ τὰ βασιλέως γράμματα ἔλεγεν, αὐτονόμους εἶναι καὶ μικρὰν καὶ μεγάλην πόλιν. οἱ δὲ τῶν Θηβαίων πρέσβεις ἔλεγον ὅτι οὐκ ἐπεσταλμένα σφίσι ταῦτʼ εἴη. ἴτε νυν, ἔφη ὁ Ἀγησίλαος, καὶ ἐρωτᾶτε· ἀπαγγέλλετε δʼ αὐτοῖς καὶ ταῦτα, ὅτι εἰ μὴ ποιήσουσι ταῦτα, ἔκσπονδοι ἔσονται. οἱ μὲν δὴ ᾤχοντο.
各国使节听闻此言,各自返回本邦禀报。其余诸邦皆发誓恪守此约,惟底比斯人要求代表全体波奥提亚人立誓。阿格西劳斯却宣称,除非他们按照大王敕书所言,发誓让所有大小城邦皆保持独立自主,否则绝不接受其誓约。底比斯使节声称未获此项授命。阿格西劳斯说:“那么你们且回去询问;并转告他们此点:若不照办,便将被排除于条约之外。”于是他们便离去了。
ὁ δʼ Ἀγησίλαος διὰ τὴν πρὸς Θηβαίους ἔχθραν οὐκ ἔμελλεν, ἀλλὰ πείσας τοὺς ἐφόρους εὐθὺς ἐθύετο. ἐπειδὴ δὲ ἐγένετο τὰ διαβατήρια, ἀφικόμενος εἰς τὴν Τεγέαν διέπεμπε τῶν μὲν ἱππέων κατὰ τοὺς περιοίκους ἐπισπεύσοντας, διέπεμπε δὲ καὶ ξεναγοὺς εἰς τὰς πόλεις. πρὶν δὲ αὐτὸν ὁρμηθῆναι ἐκ Τεγέας, παρῆσαν οἱ Θηβαῖοι λέγοντες ὅτι ἀφιᾶσι τὰς πόλεις αὐτονόμους. καὶ οὕτω Λακεδαιμόνιοι μὲν οἴκαδε ἀπῆλθον, Θηβαῖοι δʼ εἰς τὰς σπονδὰς εἰσελθεῖν ἠναγκάσθησαν, αὐτονόμους ἀφέντες τὰς Βοιωτίας πόλεις.
阿格西劳斯出于对底比斯人的宿怨而毫不迟疑,在说服监督官后立即主持献祭。待过界祭礼告吉,他抵达帖该亚,遂派遣部分骑兵前往边民各地督促出兵,又派遣客军将领前往各城邦。然而在他尚未自帖该亚开拔之前,底比斯人便已赶到,声明同意让各城邦保持独立自主。于是拉刻代蒙人引军返国,而底比斯人则被迫加入了条约,听任波奥提亚各城邦独立。
οἱ δʼ αὖ Κορίνθιοι οὐκ ἐξέπεμπον τὴν τῶν Ἀργείων φρουράν. ἀλλʼ ὁ Ἀγησίλαος καὶ τούτοις προεῖπε, τοῖς μέν, εἰ μὴ ἐκπέμψοιεν τοὺς Ἀργείους, τοῖς δέ, εἰ μὴ ἀπίοιεν ἐκ τῆς Κορίνθου,4 ὅτι πόλεμον ἐξοίσει πρὸς αὐτούς. ἐπεὶ δὲ φοβηθέντων ἀμφοτέρων ἐξῆλθον οἱ Ἀργεῖοι καὶ αὐτὴ ἐφʼ αὑτῆς ἡ τῶν Κορινθίων πόλις ἐγένετο, οἱ μὲν σφαγεῖς καὶ οἱ μεταίτιοι τοῦ ἔργου αὐτοὶ γνόντες ἀπῆλθον ἐκ τῆς Κορίνθου· οἱ δʼ ἄλλοι πολῖται ἑκόντες κατεδέχοντο τοὺς πρόσθεν φεύγοντας.
另一方面,科林斯人却不肯撤退阿尔戈斯人的驻军。阿格西劳斯遂向这两方发出宣告——向一方宣告,若不遣走阿尔戈斯人;向另一方宣告,若不撤出科林斯——自己便将对他们兴兵交战。在两方皆心怀畏惧之下,阿尔戈斯人撤离了该城,科林斯城邦得以重获独立自治。昔日参与屠杀的凶手及其帮凶自知不免,遂自行逃离科林斯;其余公民则欣然接纳了先前的流亡者归邦。
ἐπεὶ δὲ ταῦτʼ ἐπράχθη καὶ ὠμωμόκεσαν αἱ πόλεις ἐμμενεῖν ἐν τῇ εἰρήνῃ ἣν κατέπεμψε βασιλεύς, ἐκ τούτου διελύθη μὲν τὰ πεζικά, διελύθη δὲ καὶ τὰ ναυτικὰ στρατεύματα. Λακεδαιμονίοις μὲν δὴ καὶ Ἀθηναίοις καὶ τοῖς συμμάχοις οὕτω μετὰ τὸν ὕστερον πόλεμον τῆς καθαιρέσεως τῶν Ἀθήνησι τειχῶν5 αὕτη πρώτη εἰρήνη ἐγένετο.
这些事办妥之后,诸城邦皆已宣誓恪守大王所颁之和约,陆军与海军部队遂宣告解散。至此,对于拉刻代蒙人、雅典人及其盟友而言,在雅典城墙被拆毁之后的这场战争之后,迎来了首度实现的和平。
ἐν δὲ τῷ πολέμῳ μᾶλλον ἀντιρρόπως τοῖς ἐναντίοις πράττοντες οἱ Λακεδαιμόνιοι πολὺ ἐπικυδέστεροι ἐγένοντο ἐκ τῆς ἐπʼ Ἀνταλκίδου εἰρήνης καλουμένης. προστάται γὰρ γενόμενοι τῆς ὑπὸ βασιλέως καταπεμφθείσης εἰρήνης καὶ τὴν αὐτονομίαν ταῖς πόλεσι πράττοντες, προσέλαβον μὲν σύμμαχον Κόρινθον, αὐτονόμους δὲ ἀπὸ τῶν Θηβαίων τὰς Βοιωτίδας πόλεις ἐποίησαν, οὗπερ πάλαι ἐπεθύμουν, ἔπαυσαν δὲ καὶ Ἀργείους Κόρινθον σφετεριζομένους, φρουρὰν φήναντες ἐπʼ αὐτούς, εἰ μὴ ἐξίοιεν ἐκ Κορίνθου.
在战争中原本与敌手互有胜负的拉刻代蒙人,凭借这所谓的“安塔尔基达斯和约”而声威大震。盖因他们成为大王所赐和约的维护者,并全力推行各邦独立自主,从而将科林斯收为盟邦,又使得波奥提亚各城邦脱离底比斯而获独立自主——这正是他们久已渴盼之事——且以若不撤离科林斯即宣布讨伐为威慑,制止了阿尔戈斯人吞并科林斯之图谋。
- 5.1.30ἣν βασιλεὺς εἰρήνην καταπέμποι
先行词并入关系从句(相当于 τὴν εἰρήνην ἣν...)。因主句动词 παρήγγειλεν 为过去时,从句动词采用间接引语斜格希求法(καταπέμποι)。
- 5.1.31τὰς δὲ ἄλλας Ἑλληνίδας πόλεις καὶ μικρὰς καὶ μεγάλας αὐτονόμους ἀφεῖναι
由 νομίζει δίκαιον 引出的宾格加不定式结构。不定式 ἀφεῖναι(“任其保留/归于独立”)在逻辑上的主语为波斯大王或全体当事方;宾格短语 τὰς δὲ ἄλλας Ἑλληνίδας πόλεις 为 ἀφεῖναι 的直接宾语,αὐτονόμους 则为其宾语补足语(述语宾格)。
- 5.1.32οὐκ ἔφη δέξασθαι τοὺς ὅρκους
习惯表达 οὔ φημι(“说不……”、“拒绝”)结构。不定式 δέξασθαι 与否定词 οὐκ ἔφη 连用,表达对将来行为的拒绝(“声称绝不接受/拒绝接受誓约”)。
- 5.1.34τοῖς μέν, εἰ μὴ ἐκπέμψοιεν τοὺς Ἀργείους, τοῖς δέ, εἰ μὴ ἀπίοιεν ἐκ τῆς Κορίνθου
部分同格结构,将前述的与格 καὶ τούτοις 分化为 τοῖς μέν(科林斯人)与 τοῖς δέ(阿尔戈斯人)。条件从句中的动词 ἐκπέμψοιεν 与 ἀπίοιεν 为过去时主动词 προεῖπε 引出的间接引语斜格希求法,表达所传达的通牒内容。
- 5.1.35μετὰ τὸν ὕστερον πόλεμον τῆς καθαιρέσεως τῶν Ἀθήνησι τειχῶν
属格 τῆς καθαιρέσεως 依附于比较级形容词 ὕστερον,作比较/分离属格(“在拆毁城墙之后的战争”)。全句结构意为“在雅典城墙拆毁之后的这场战争之后”。
