← 色诺芬

希腊史

§5.1.8-5.1.14

戈尔戈帕斯战死与特琉提亚斯重掌舰队

戈尔戈帕斯发动夜袭击溃尤诺穆斯的雅典舰队,但不久即在埃癸娜岛落入哈布里阿斯的伏击阵亡。面对水兵因欠饷抗命的局面,斯巴达重新派特琉提亚斯任海军统帅,特琉提亚斯随即向部队发表演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.8

ὁ δʼ Εὔνομος ὀλίγον χρόνον ὑπομείνας ἀπέπλει. νυκτὸς δʼ ἐπιγενομένης, φῶς ἔχων, ὥσπερ νομίζεται, ἀφηγεῖτο, ὅπως μὴ πλανῶνται αἱ ἑπόμεναι. ὁ δὲ Γοργώπας ἐμβιβάσας εὐθὺς ἐπηκολούθει κατὰ τὸν λαμπτῆρα, ὑπολειπόμενος, ὅπως μὴ φανερὸς εἴη μηδʼ αἴσθησιν παρέχοι, λίθων τε ψόφῳ τῶν κελευστῶν ἀντὶ φωνῆς χρωμένων καὶ παραγωγῇ τῶν κωπῶν.1

尤诺穆斯稍作等待后便扬帆启航。入夜之后,他依例点亮灯火引航,以免后随的船只走散。戈尔戈帕斯立即命士卒登船,循着灯火尾随其后;他保持一定距离以防暴露身形或引起察觉,水手长们用击石之声代替呼喊号令,桨手们也侧转桨叶悄然划行。

§5.1.9

ἐπεὶ δὲ ἦσαν αἱ τοῦ Εὐνόμου πρὸς τῇ γῇ περὶ Ζωστῆρα τῆς Ἀττικῆς, ἐκέλευε τῇ σάλπιγγι ἐπιπλεῖν. τῷ δὲ Εὐνόμῳ2 ἐξ ἐνίων μὲν τῶν νεῶν ἄρτι ἐξέβαινον, οἱ δὲ καὶ ἔτι ὡρμίζοντο, οἱ δὲ καὶ ἔτι κατέπλεον. ναυμαχίας δὲ πρὸς τὴν σελήνην γενομένης, τέτταρας τριήρεις λαμβάνει ὁ Γοργώπας, καὶ ἀναδησάμενος ᾤχετο ἄγων εἰς Αἴγιναν· αἱ δʼ ἄλλαι νῆες αἱ τῶν Ἀθηναίων εἰς τὸν Πειραιᾶ κατέφυγον.

当尤诺穆斯的船只靠近阿提卡的佐斯忒尔海岸时,戈尔戈帕斯以军号下令发起冲击。尤诺穆斯部下有的船只上人员正刚登岸,有的仍在系泊,有的还在进港。在月光下展开了一场海战,戈尔戈帕斯俘获了四艘三列桨座战船,将其拖拽回埃癸娜岛;其余雅典船只则逃往比雷埃夫斯。

§5.1.10

μετὰ δὲ ταῦτα Χαβρίας ἐξέπλει εἰς Κύπρον βοηθῶν Εὐαγόρᾳ, πελταστάς τʼ ἔχων ὀκτακοσίους καὶ δέκα τριήρεις, προσλαβὼν δὲ καὶ Ἀθήνηθεν ἄλλας τε ναῦς καὶ ὁπλίτας. αὐτὸς δὲ τῆς νυκτὸς ἀποβὰς εἰς τὴν Αἴγιναν πορρωτέρω τοῦ Ἡρακλείου ἐν κοίλῳ χωρίῳ ἐνήδρευσεν, ἔχων τοὺς πελταστάς. ἅμα δὲ τῇ ἡμέρᾳ, ὥσπερ συνέκειτο, ἧκον οἱ τῶν Ἀθηναίων ὁπλῖται, Δημαινέτου αὐτῶν ἡγουμένου, καὶ ἀνέβαινον τοῦ Ἡρακλείου ἐπέκεινα ὡς ἑκκαίδεκα σταδίους, ἔνθα ἡ Τριπυργία καλεῖται.

此后,哈布里阿斯率领八百名轻装盾兵和十艘三列桨座战船出海驰援塞浦路斯的厄阿戈拉斯,并在雅典又增配了船只和重装步兵。他本人趁夜在埃癸娜岛登陆,率领轻装盾兵埋伏在赫拉克勒斯神庙后方的一处洼地中。黎明时分,正如事先约定的那样,雅典的重装步兵在德麦涅托斯率领下赶到,越过赫拉克勒斯神庙进抵约十六斯塔德远、名为三塔之地的地方。

§5.1.11

ἀκούσας δὲ ταῦτα ὁ Γοργώπας, ἐβοήθει μετά τε τῶν Αἰγινητῶν καὶ σὺν τοῖς τῶν νεῶν ἐπιβάταις καὶ Σπαρτιατῶν οἳ ἔτυχον αὐτόθι παρόντες ὀκτώ. καὶ ἀπὸ τῶν πληρωμάτων δὲ τῶν ἐκ τῶν νεῶν ἐκήρυξε βοηθεῖν ὅσοι ἐλεύθεροι εἶεν· ὥστʼ ἐβοήθουν καὶ τούτων πολλοί, ὅ τι ἐδύνατο ἕκαστος ὅπλον ἔχων.

戈尔戈帕斯闻讯后,率领埃癸娜人、船上的舰载兵以及恰好在场的八名斯巴达人前去迎击。此外,他还向各船船员传令,凡自由人皆须出动相助;于是他们当中也有许多人拿着各自所能获得的武器前来增援。

§5.1.12

ἐπεὶ δὲ παρήλλαξαν οἱ πρῶτοι τὴν ἐνέδραν, ἐξανίστανται οἱ περὶ τὸν Χαβρίαν, καὶ εὐθὺς ἠκόντιζον καὶ ἔβαλλον. ἐπῇσαν δὲ καὶ οἱ ἐκ τῶν νεῶν ἀποβεβηκότες ὁπλῖται. καὶ οἱ μὲν πρῶτοι, ἅτε οὐδενὸς ἁθρόου ὄντος, ταχὺ ἀπέθανον, ὧν ἦν Γοργώπας τε καὶ οἱ Λακεδαιμόνιοι·3 ἐπεὶ δὲ οὗτοι ἔπεσον, ἐτράπησαν δὴ καὶ οἱ ἄλλοι. καὶ ἀπέθανον Αἰγινητῶν μὲν ὡς πεντήκοντα καὶ ἑκατόν, ξένοι δὲ καὶ μέτοικοι καὶ ναῦται καταδεδραμηκότες οὐκ ἐλάττους διακοσίων.

当敌军先头部队越过伏击圈时,哈布里阿斯部下一跃而起,立刻投掷标枪并掷石射击。从船上登岸的重装步兵也随之冲杀过来。由于队伍全无整齐阵势,先头部队很快被歼灭,戈尔戈帕斯与那些拉刻代蒙人皆在其中;当他们阵亡后,其余兵士亦溃散奔逃。埃癸娜人阵亡约一百五十人,匆忙赶来的外邦人、客民和水手死者不下二百人。

§5.1.13

ἐκ δὲ τούτου οἱ μὲν Ἀθηναῖοι, ὥσπερ ἐν εἰρήνῃ, ἔπλεον τὴν θάλατταν· οὐδὲ γὰρ τῷ Ἐτεονίκῳ ἤθελον οἱ ναῦται καίπερ ἀναγκάζοντι ἐμβάλλειν, ἐπεὶ μισθὸν οὐκ ἐδίδου. ἐκ δὲ τούτου οἱ Λακεδαιμόνιοι Τελευτίαν αὖ ἐπὶ ταύτῃ ἐκπέμπουσιν ἐπὶ ταύτας τὰς ναῦς ναύαρχον. ὡς δὲ εἶδον αὐτὸν ἥκοντα οἱ ναῦται, ὑπερήσθησαν. ὁ δʼ αὐτοὺς συγκαλέσας εἶπε τοιάδε·

自此之后,雅典人航行海上宛如在和平时期一般;因为水兵们即便在埃特奥尼库斯强令之下也不肯划桨,盖因其未发薪饷。于是拉刻代蒙人再次派遣特琉提亚斯出任统率这些舰船的海军统帅。水兵们一见他到来,无不欢欣鼓舞。他召集士卒,发表了如下讲话:

§5.1.14

ὦ ἄνδρες στρατιῶται, ἐγὼ χρήματα μὲν οὐκ ἔχων ἥκω· ἐὰν μέντοι θεὸς ἐθέλῃ καὶ ὑμεῖς συμπροθυμῆσθε, πειράσομαι τὰ ἐπιτήδεια ὑμῖν ὡς πλεῖστα πορίζειν. εὖ δʼ ἴστε, ἐγὼ ὅταν ὑμῶν ἄρχω, εὔχομαί τε οὐδὲν ἧττον ζῆν ὑμᾶς ἢ καὶ ἐμαυτόν, τά τʼ ἐπιτήδεια θαυμάσαιτε μὲν ἂν ἴσως, εἰ φαίην βούλεσθαι ὑμᾶς μᾶλλον ἢ ἐμὲ ἔχειν· ἐγὼ δὲ νὴ τοὺς θεοὺς καὶ δεξαίμην ἂν αὐτὸς μᾶλλον δύο ἡμέρας ἄσιτος ἢ ὑμᾶς μίαν γενέσθαι· ἥ γε μὴν θύρα ἡ ἐμὴ ἀνέῳκτο μὲν δήπου καὶ πρόσθεν εἰσιέναι τῷ δεομένῳ τι ἐμοῦ,4 ἀνεῴξεται δὲ καὶ νῦν.

“军士们,我来时未携金钱;然而若神意允许且你们同心协力,我定将尽力为你们筹措最充足的给养。你们当深知,每当我统领你们时,我祈愿你们保全性命绝不亚于祈愿我自己;至于给养,我若说希望你们而非我自己享有,你们或许会感到惊异;但指诸神起誓,我宁愿自己忍饥两天,也不愿你们挨饿一日。况且在过去,我的门扉向任何对我有所求的人敞开以供入内,如今它也仍将敞开。”

语法注4 条
  1. 5.1.8παραγωγῇ τῶν κωπῶν

    方式与格,涉及航海操桨技巧,指“侧转桨叶划行”或“顺船舷收送桨叶”以消除水声和阻力,与 λίθων ψόφῳ 并列,表示静默航行隐蔽行动的具体手段。

  2. 5.1.9τῷ δὲ Εὐνόμῳ

    不利与格(dativus incommodi)。置于句首,统摄后文三个并列分句(有的正在登岸,有的仍在系泊,有的还在进港),标明这一混乱的被动态势是降临在尤诺穆斯所辖舰队头上的。

  3. 5.1.12ὧν ἦν Γοργώπας τε καὶ οἱ Λακεδαιμόνιοι

    关系代词 ὧν 是指代先行词 οἱ μὲν πρῶτοι 的部分属格,意为“在他们(先头部队)之中有戈尔戈帕斯和拉刻代蒙人”。

  4. 5.1.14εἰσιέναι τῷ δεομένῳ τι ἐμοῦ

    不定词 εἰσιέναι 在 ἀνέῳκτο 之后用作说明性(补足性)不定词,表示门扉敞开的用途或目的(“供入内”);与格分词 τῷ δεομένῳ 表示动作的对象或利益所属者(“对任何有求于我的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.1.8-5.1.14