← 色诺芬

希腊史

§5.1.15-5.1.22

特琉提亚斯奇袭比雷埃夫斯港

特琉提亚斯发表演说激励士气,号召士卒自力夺取补给并赢取声名,随后趁夜率军奇袭比雷埃夫斯港,俘获敌船与商贾,在雅典人中引发极大混乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.15

ὥστε ὅταν ὑμεῖς πλήρη ἔχητε τὰ ἐπιτήδεια, τότε καὶ ἐμὲ ὄψεσθε ἀφθονώτερον διαιτώμενον· ἂν δὲ ἀνεχόμενόν με ὁρᾶτε καὶ ψύχη καὶ θάλπη καὶ ἀγρυπνίαν, οἴεσθε1 καὶ ὑμεῖς ταῦτα πάντα καρτερεῖν. οὐδὲν γὰρ ἐγὼ τούτων κελεύω ὑμᾶς ποιεῖν ἵνα ἀνιᾶσθε, ἀλλʼ ἵνα ἐκ τούτων ἀγαθόν τι λαμβάνητε.

因此,当你们给养充足之时,你们自会见到我生活得更为富足;但若你们见我忍受严寒、酷暑与不眠,你们自己也当准备忍受这一切。因为我要求你们做这些事,绝非为了让你们受苦,而是为了让你们由此获得善果。

§5.1.16

καὶ ἡ πόλις δέ τοι, ἔφη, ὦ ἄνδρες στρατιῶται, ἡ ἡμετέρα, ἣ δοκεῖ εὐδαίμων εἶναι, εὖ ἴστε ὅτι τἀγαθὰ καὶ τὰ καλὰ ἐκτήσατο οὐ ῥᾳθυμοῦσα, ἀλλὰ ἐθέλουσα καὶ πονεῖν καὶ κινδυνεύειν, ὁπότε δέοι. καὶ ὑμεῖς οὖν ἦτε μὲν καὶ πρότερον, ὡς ἐγὼ οἶδα, ἄνδρες ἀγαθοί· νῦν δὲ πειρᾶσθαι χρὴ ἔτι ἀμείνους γίγνεσθαι, ἵνʼ ἡδέως μὲν συμπονῶμεν, ἡδέως δὲ συνευδαιμονῶμεν.

而且,”他说,“军士们,连我们那被视为繁荣昌盛的城邦,你们当深知,它赢得诸多福祉与荣光,绝非出于怠惰,而是在需要之时甘愿劳苦、甘冒危险。因此,如我所知,你们先前亦是勇士;但如今更当力争更加卓越,以便我们能够欣然共受劳苦,欣然共享安乐。

§5.1.17

τί γὰρ ἥδιον ἢ μηδένα ἀνθρώπων κολακεύειν μήτε Ἕλληνα μήτε βάρβαρον ἕνεκα μισθοῦ, ἀλλʼ ἑαυτοῖς ἱκανοὺς εἶναι τὰ ἐπιτήδεια πορίζεσθαι, καὶ ταῦτα ὅθενπερ κάλλιστον; ἡ γάρ τοι ἐν πολέμῳ ἀπὸ τῶν πολεμίων ἀφθονία εὖ ἴστε ὅτι ἅμα τροφήν τε καὶ εὔκλειαν ἐν πᾶσιν ἀνθρώποις παρέχεται.

因为何事能比不为薪饷而向任何人谄媚——不论是希腊人还是蛮族人——而是能自力筹集所需给养更为惬意?况且还是从最光荣的途径取得!须知,战时从敌方缴获的物资,能同时带来给养与在所有人当中的威名。”

§5.1.18

ὁ μὲν ταῦτʼ εἶπεν, οἱ δὲ πάντες ἀνεβόησαν παραγγέλλειν ὅ τι ἂν δέῃ, ὡς σφῶν ὑπηρετησόντων.2 ὁ δὲ τεθυμένος ἐτύγχανεν· εἶπε δέ· ἄγετε, ὦ ἄνδρες, δειπνήσατε μὲν ἅπερ καὶ ὣς ἐμέλλετε· προπαράσχεσθε δέ μοι μιᾶς ἡμέρας σῖτον. ἔπειτα δὲ ἥκετε ἐπὶ τὰς ναῦς αὐτίκα μάλα, ὅπως πλεύσωμεν ἔνθα θεὸς ἐθέλει, ἐν καιρῷ ἀφιξόμενοι.

他说完这番话,全军齐声高呼,请他下达任何必要的指令,并宣示众人必当听命。此时他恰已行过祭礼,便说道:“来吧,军士们,吃你们原本就要吃的晚餐;但请为我备好一天的口粮。随后立刻赶到船上,以便我们能航向神所意愿之处,及时抵达。”

§5.1.19

ἐπειδὴ δὲ ἦλθον, ἐμβιβασάμενος αὐτοὺς εἰς τὰς ναῦς ἔπλει τῆς νυκτὸς εἰς τὸν λιμένα τῶν Ἀθηναίων, τοτὲ μὲν ἀναπαύων καὶ παραγγέλλων ἀποκοιμᾶσθαι, τοτὲ δὲ κώπαις προσκομιζόμενος. εἰ δέ τις ὑπολαμβάνει ὡς ἀφρόνως ἔπλει δώδεκα τριήρεις ἔχων ἐπὶ πολλὰς ναῦς κεκτημένους, ἐννοησάτω τὸν ἀναλογισμὸν αὐτοῦ.

待他们赶到,他命其登船,趁夜驶向雅典人的海港,有时让士兵休整并命其小憩,有时则摇桨疾进。若有人以为他仅率十二艘三列桨座战船去进攻拥有大量舰船的敌手是鲁莽行事,不妨思量一番他的谋划。

§5.1.20

ἐκεῖνος γὰρ ἐνόμισεν ἀμελέστερον μὲν ἔχειν τοὺς Ἀθηναίους περὶ τὸ ἐν τῷ λιμένι ναυτικὸν Γοργώπα ἀπολωλότος· εἰ δὲ καὶ εἶεν τριήρεις ὁρμοῦσαι, ἀσφαλέστερον ἡγήσατο ἐπʼ εἴκοσι ναῦς Ἀθήνησιν οὔσας πλεῦσαι ἢ ἄλλοθι δέκα. τῶν μὲν γὰρ ἔξω ᾔδει ὅτι κατὰ ναῦν ἔμελλον οἱ ναῦται σκηνήσειν, τῶν δὲ Ἀθήνησιν ἐγίγνωσκεν ὅτι οἱ μὲν τριήραρχοι οἴκοι καθευδήσοιεν, οἱ δὲ ναῦται ἄλλος ἄλλῃ σκηνήσοιεν.

因为他料定,戈尔戈帕斯战死之后,雅典人对于港内的舰队必定疏于戒备;即便有战船停泊,他也断定驶向在雅典的二十艘船远比驶向在别处的十艘更为安全。盖因在外征战者,他知晓其水兵必在舰上宿营;而在雅典的舰船,他深知三列桨战船长必在家中就寝,水兵亦分散在各处留宿。

§5.1.21

ἔπλει μὲν δὴ ταῦτα διανοηθείς· ἐπειδὴ δὲ ἀπεῖχε πέντε ἢ ἓξ στάδια τοῦ λιμένος, ἡσυχίαν εἶχε καὶ ἀνέπαυεν. ὡς δὲ ἡμέρα ὑπέφαινεν, ἡγεῖτο· οἱ δὲ ἐπηκολούθουν. καὶ καταδύειν μὲν οὐδὲν εἴα στρογγύλον πλοῖον οὐδὲ λυμαίνεσθαι ταῖς ἑαυτῶν ναυσίν· εἰ δέ που τριήρη ἴδοιεν ὁρμοῦσαν, ταύτην πειρᾶσθαι ἄπλουν ποιεῖν,3 τὰ δὲ φορτηγικὰ πλοῖα καὶ γέμοντα ἀναδουμένους ἄγειν ἔξω, ἐκ δὲ τῶν μειζόνων ἐμβαίνοντας ὅπου δύναιντο τοὺς ἀνθρώπους λαμβάνειν. ἦσαν δέ τινες οἳ καὶ ἐκπηδήσαντες εἰς τὸ Δεῖγμα ἐμπόρους τέ τινας καὶ ναυκλήρους συναρπάσαντες εἰς τὰς ναῦς εἰσήνεγκαν.

他思虑妥当后便扬帆航行;待进抵距港口五六斯塔德之处,便隐蔽肃静,让部下歇息。天色微明之际,他领头前行,部属紧紧相随。他严禁击沉任何圆形商船,亦不许损坏己方船只;但若他们在何处见有停泊的三列桨座战船,则须设法使其无法出航,并将满载货物的商船系缆拖往港外,在可能之处登上较大船只捕获人员。甚至有些人跃上展示场,将一些商人与船主掳掠并带至舰上。

§5.1.22

ὁ μὲν δὴ ταῦτα ἐπεποιήκει. τῶν δὲ Ἀθηναίων οἱ μὲν αἰσθόμενοι ἔνδοθεν ἔθεον ἔξω, σκεψόμενοι τίς ἡ κραυγή, οἱ δὲ ἔξωθεν οἴκαδε ἐπὶ τὰ ὅπλα, οἱ δὲ καὶ εἰς ἄστυ ἀγγελοῦντες. πάντες δʼ Ἀθηναῖοι τότε ἐβοήθησαν καὶ ὁπλῖται καὶ ἱππεῖς, ὡς τοῦ Πειραιῶς ἑαλωκότος.4

他已然完成了这一突袭。而雅典人中,在屋内的察觉之后奔向门外,想查明为何喧嚷;在户外的则赶回家中取兵器;还有人奔赴主城报信。于是全雅典的重装步兵与骑兵皆倾巢出动驰援,误以为比雷埃夫斯已经陷落。

语法注4 条
  1. 5.1.15οἴεσθε

    形态上虽可为现在直陈式第二人称复数,但在此处作为现在命令式第二人称复数解读更为自然(意为“你们当准备/当自认……”)。紧接条件分句(ἂν δὲ ... ὁρᾶτε)之后的主句中,用于统帅要求士兵同样克己耐劳的劝诫与号令。

  2. 5.1.18ὡς σφῶν ὑπηρετησόντων

    带有连词 ὡς 的属格独立结构,结合未来分词 ὑπηρετησόντων 与间接反身代词 σφῶν(指代主句主语 οἱ πάντες),用以表达士兵们主观宣示其誓必顺从指令的意图与决心。

  3. 5.1.21ταύτην πειρᾶσθαι ἄπλουν ποιεῖν

    紧接前文的否定禁令(καταδύειν μὲν οὐδὲν εἴα,“不许击沉……”),句式转为肯定的指令。此处承接省略的表示命令的动词(如 ἐκέλευε),统领后文的一连串不定式 πειρᾶσθαι、ἄγειν 与 λαμβάνειν,表间接命令。

  4. 5.1.22ὡς τοῦ Πειραιῶς ἑαλωκότος

    连词 ὡς 与完成时分词 ἑαλωκότος 构成的属格独立结构,表示雅典人主观上的判断或预设(“认定比雷埃夫斯港已被攻陷”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.1.15-5.1.22