- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.1.1-5.1.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了雅典与斯巴达围绕埃癸娜岛展开的拉锯攻防、特琉提亚斯深受部下爱戴的离别场面,以及安塔尔基达斯等人继任后双方的舰队调动。
καὶ τὰ μὲν δὴ περὶ Ἑλλήσποντον Ἀθηναίοις τε καὶ Λακεδαιμονίοις τοιαῦτα ἦν. ὢν δὲ πάλιν ὁ Ἐτεόνικος ἐν τῇ Αἰγίνῃ, καὶ ἐπιμειξίᾳ χρωμένων τὸν πρόσθεν χρόνον τῶν Αἰγινητῶν πρὸς τοὺς Ἀθηναίους, ἐπεὶ φανερῶς κατὰ θάλατταν ὁ πόλεμος ἐπολεμεῖτο, συνδόξαν καὶ τοῖς ἐφόροις1 ἐφίησι λῄζεσθαι τὸν βουλόμενον ἐκ τῆς Ἀττικῆς.
赫勒斯滂一带雅典人与拉刻代蒙人之间的局势大体便是如此。埃特奥尼库斯再度停留在埃癸娜岛时——此前埃癸娜人与雅典人之间一直保持着通商往来,但既然海上战争已公然打响——在督政官们也一致同意的情况下,他准许任何愿意的人掠夺阿提卡。
οἱ δʼ Ἀθηναῖοι πολιορκούμενοι ὑπʼ αὐτῶν, πέμψαντες εἰς Αἴγιναν καὶ ὁπλίτας καὶ στρατηγὸν αὐτῶν Πάμφιλον ἐπετείχισαν Αἰγινήταις καὶ ἐπολιόρκουν αὐτοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν δέκα τριήρεσιν. ὁ μέντοι Τελευτίας τυχὼν ἐπὶ τῶν νήσων ποι ἀφιγμένος κατὰ χρημάτων πόρον, ἀκούσας ταῦτα περὶ τοῦ ἐπιτειχισμοῦ, ἐβοήθει τοῖς Αἰγινήταις· καὶ τὸ μὲν ναυτικὸν ἀπήλασε, τὸ δʼ ἐπιτείχισμα διεφύλαττεν ὁ Πάμφιλος.
雅典人受到掠夺者的侵扰,遂派重装步兵及将军潘菲洛斯前往埃癸娜,筑城以威胁埃癸娜人,并从陆路以及用十艘三列桨座战船从海路包围了他们。然而,特琉提亚斯当时恰巧为了筹措款项到达群岛某地,听闻筑垒的消息后便前去支援埃癸娜人;他驱逐了雅典的海军,但潘菲洛斯依旧坚守着要塞。
ἐκ δὲ τούτου ἀπὸ Λακεδαιμονίων Ἱέραξ ναύαρχος ἀφικνεῖται. κἀκεῖνος μὲν παραλαμβάνει τὸ ναυτικόν, ὁ δὲ Τελευτίας μακαριώτατα δὴ ἀπέπλευσεν οἴκαδε. ἡνίκα γὰρ ἐπὶ θάλατταν κατέβαινεν ἐπʼ οἴκου ὁρμώμενος, οὐδεὶς ἐκεῖνον τῶν στρατιωτῶν ὃς οὐκ ἐδεξιώσατο,2 καὶ ὁ μὲν ἐστεφάνωσεν, ὁ δὲ ἐταινίωσεν, οἱ δʼ ὑστερήσαντες ὅμως καὶ ἀναγομένου ἔρριπτον εἰς τὴν θάλατταν στεφάνους καὶ ηὔχοντο αὐτῷ πολλὰ καὶ ἀγαθά.
此后,希埃拉克斯作为海军统帅由拉刻代蒙人派出抵达。他接管了舰队,而特琉提亚斯则在极度的幸福中扬帆归国。因为当他为了启程回家而下到海边时,士兵中没有一人不握他的手致意;有人为他戴上花环,有人为他系上彩带,那些迟到的人,即使在他已开船离岸时,也依然将花环抛入海中,并祝愿他获得诸多福祉。
γιγνώσκω μὲν οὖν ὅτι ἐν τούτοις οὔτε δαπάνημα οὔτε κίνδυνον οὔτε μηχάνημα ἀξιόλογον οὐδὲν διηγοῦμαι· ἀλλὰ ναὶ μὰ Δία τόδε ἄξιόν μοι δοκεῖ εἶναι ἀνδρὶ ἐννοεῖν, τί ποτε ποιῶν ὁ Τελευτίας οὕτω διέθηκε τοὺς ἀρχομένους. τοῦτο γὰρ ἤδη πολλῶν καὶ χρημάτων καὶ κινδύνων ἀξιολογώτατον ἀνδρὸς ἔργον ἐστίν.
我深知在这些叙述中,我既没有讲述巨额花费,也没有讲述生死危险,亦没有讲述值得称道的智谋;然而,以宙斯之名起誓,我以为这极值得一个人深思:特琉提亚斯究竟做了什么,竟使部下对他如此心悦诚服。因为这确乎是一个人之作为中,远比耗费巨款和历经险阻更为值得称道之事。
ὁ δʼ αὖ Ἱέραξ τὰς μὲν ἄλλας ναῦς λαβὼν πάλιν ἔπλει εἰς Ῥόδον, ἐν Αἰγίνῃ δὲ τριήρεις δώδεκα κατέλιπε καὶ Γοργώπαν τὸν αὑτοῦ ἐπιστολέα ἁρμοστήν. καὶ ἐκ τούτου ἐπολιορκοῦντο μᾶλλον οἱ ἐν τῷ ἐπιτειχίσματι Ἀθηναίων ἢ οἱ ἐν τῇ πόλει· ὥστε ὑπὸ ψηφίσματος Ἀθηναῖοι πληρώσαντες ναῦς πολλὰς ἀπεκομίσαντο ἐξ Αἰγίνης πέμπτῳ μηνὶ τοὺς ἐκ τοῦ φρουρίου. τούτων δὲ γενομένων οἱ Ἀθηναῖοι πάλιν αὖ πράγματα εἶχον ὑπό τε τῶν λῃστῶν καὶ τοῦ Γοργώπα· καὶ ἀντιπληροῦσι ναῦς τρισκαίδεκα, καὶ αἱροῦνται Εὔνομον ναύαρχον ἐπʼ αὐτάς.
希埃拉克斯则率领其余船只再度驶往罗得岛,在埃癸娜留下了十二艘三列桨座战船,并任命其副官戈尔戈帕斯为驻军长官。由此一来,要塞中的雅典人反倒比城里的埃癸娜人更陷入被包围之势;以致雅典人通过一项决议,给众多船只配齐船员,将驻军在第五个月从埃癸娜撤回。此事过后,雅典人又再次受到海盗和戈尔戈帕斯的骚扰;他们随之配置了十三艘战船应对,并选举尤诺穆斯出任指挥官。
ὄντος δὲ τοῦ Ἱέρακος ἐν Ῥόδῳ οἱ Λακεδαιμόνιοι Ἀνταλκίδαν ναύαρχον ἐκπέμπουσι, νομίζοντες καὶ Τιριβάζῳ τοῦτο ποιοῦντες μάλιστʼ ἂν χαρίζεσθαι. ὁ δὲ Ἀνταλκίδας ἐπεὶ ἀφίκετο εἰς Αἴγιναν, συμπαραλαβὼν τὰς τοῦ Γοργώπα ναῦς ἔπλευσεν εἰς Ἔφεσον, καὶ τὸν μὲν Γοργώπαν πάλιν ἀποπέμπει εἰς Αἴγιναν σὺν ταῖς δώδεκα ναυσίν, ἐπὶ δὲ ταῖς ἄλλαις Νικόλοχον ἐπέστησε τὸν ἐπιστολέα. καὶ ὁ μὲν Νικόλοχος βοηθῶν Ἀβυδηνοῖς ἔπλει ἐκεῖσε· παρατρεπόμενος δὲ εἰς Τένεδον ἐδῄου τὴν χώραν, καὶ χρήματα λαβὼν ἀπέπλευσεν εἰς Ἄβυδον.
在希埃拉克斯驻留罗得岛期间,拉刻代蒙人派出安塔尔基达斯担任海军统帅,认为这样做最能讨好提里巴佐斯。安塔尔基达斯到达埃癸娜后,会合了戈尔戈帕斯的船队驶往以弗所,随后将戈尔戈帕斯携十二艘船重新遣回埃癸娜,令其副官尼科洛库斯统率其余舰船。尼科洛库斯为了救援阿比多斯人向那里驶去;途中转道忒涅多斯岛掳掠其土地,筹得款项后便驶向阿比多斯。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ἁθροισθέντες ἀπὸ Σαμοθρᾴκης τε καὶ Θάσου καὶ τῶν κατʼ ἐκεῖνα χωρίων ἐβοήθουν τοῖς Τενεδίοις. ὡς δʼ ᾔσθοντο εἰς Ἄβυδον καταπεπλευκότα τὸν Νικόλοχον, ὁρμώμενοι ἐκ Χερρονήσου ἐπολιόρκουν αὐτὸν ἔχοντα ναῦς πέντε καὶ εἴκοσι δύο καὶ τριάκοντα ταῖς μεθʼ ἑαυτῶν.3 ὁ μέντοι Γοργώπας ἀποπλέων ἐξ Ἐφέσου περιτυγχάνει Εὐνόμῳ· καὶ τότε μὲν κατέφυγεν εἰς Αἴγιναν μικρὸν πρὸ ἡλίου δυσμῶν· ἐκβιβάσας δʼ εὐθὺς ἐδείπνιζε τοὺς στρατιώτας.
雅典的将军们从萨摩色雷斯、萨索斯及邻近各地集结起来支援忒涅多斯人。当他们察觉尼科洛库斯已驶入阿比多斯,便以色雷斯赫尔索尼苏斯为基地,以己方统带的三十二艘战船将拥有二十五艘船的尼科洛库斯围困。然而,戈尔戈帕斯自以弗所出航时与尤诺穆斯遭遇;彼时他在日落前不久逃往埃癸娜避难,让士兵登岸后立即招待他们用餐。
- 5.1.1συνδόξαν καὶ τοῖς ἐφόροις
无人称动词 συνδοκεῖ 的中性单数宾格分词,构成绝对宾格结构(accusativus absolutus),意为“在督政官们也赞同的情况下”。
- 5.1.3οὐδεὶς ἐκεῖνον τῶν στρατιωτῶν ὃς οὐκ ἐδεξιώσατο
属于 οὐδεὶς ... ὃς οὐκ(“没有人不……”)的常见双重否定句式。代词 ἐκεῖνον 被前置提至关系从句之前,作为从句内动词 ἐδεξιώσατο 的宾语。
- 5.1.7δύο καὶ τριάκοντα ταῖς μεθʼ ἑαυτῶν
表示军事随从/手段的与格结构。名词 ναυσί 承前省略,冠词 ταῖς 实质化了介词短语 μεθʼ ἑαυτῶν,意为“用其随带的(三十二艘船)”。
