← 色诺芬

希腊史

§5.1.23-5.1.29

安塔尔基达斯掌控海权与各邦谋和

忒琉提阿斯在阿提卡沿海突袭截获大批物资与船只,而安塔尔基达斯则获得波斯支持及增援舰队,设伏全歼雅典分舰队并掌控海权,促使雅典、斯巴达与阿尔戈斯均转向渴求媾和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.23

ὁ δὲ τὰ μὲν πλοῖα ἀπέστειλεν εἰς Αἴγιναν, καὶ τῶν τριήρων τρεῖς ἢ τέτταρας συναπαγαγεῖν ἐκέλευσε, ταῖς δὲ ἄλλαις παραπλέων παρὰ τὴν Ἀττικήν, ἅτε ἐκ τοῦ λιμένος πλέων, πολλὰ καὶ ἁλιευτικὰ ἔλαβε καὶ πορθμεῖα ἀνθρώπων μεστά, καταπλέοντα ἀπὸ νήσων. ἐπὶ δὲ Σούνιον ἐλθὼν καὶ ὁλκάδας γεμούσας τὰς μέν τινας σίτου, τὰς δὲ καὶ ἐμπολῆς, ἔλαβε.

他将捕获的船只遣往埃癸娜,并命令派出三四艘三列桨战船予以押送;自己则率余下的船只沿着阿提卡海岸巡航,因他是从海港驶出,故俘获了许多从各岛屿驶入的渔船以及载满乘客的渡船。随后他前往苏尼翁,又夺取了数艘满载货物的商船,有的载运粮食,有的装满各色货物。

§5.1.24

ταῦτα δὲ ποιήσας ἀπέπλευσεν εἰς Αἴγιναν. καὶ ἀποδόμενος τὰ λάφυρα μηνὸς μισθὸν προέδωκε τοῖς στρατιώταις. καὶ τὸ λοιπὸν δὲ περιπλέων ἐλάμβανεν ὅ τι ἐδύνατο. καὶ ταῦτα ποιῶν πλήρεις τε τὰς ναῦς ἔτρεφε καὶ τοὺς στρατιώτας εἶχεν ἡδέως καὶ ταχέως ὑπηρετοῦντας.

做完这些事后,他返航埃癸娜;将战利品变卖后,他预先发给士兵们一个月的薪饷。此后他继续巡弋四方,夺取一切所能捕获之物;通过这些举措,他使各舰船员给养充足,使士兵们欣然且迅速地听从调遣。

§5.1.25

ὁ δὲ Ἀνταλκίδας κατέβη μὲν μετὰ Τιριβάζου διαπεπραγμένος συμμαχεῖν βασιλέα, εἰ μὴ ἐθέλοιεν Ἀθηναῖοι καὶ οἱ σύμμαχοι χρῆσθαι τῇ εἰρήνῃ ᾗ αὐτὸς ἔλεγεν. ὡς δʼ ἤκουσε Νικόλοχον σὺν ταῖς ναυσὶ πολιορκεῖσθαι ἐν Ἀβύδῳ ὑπὸ Ἰφικράτους καὶ Διοτίμου, πεζῇ ᾤχετο εἰς Ἄβυδον. ἐκεῖθεν δὲ λαβὼν τὸ ναυτικὸν νυκτὸς ἀνήγετο, διασπείρας λόγον ὡς μεταπεμπομένων τῶν Καλχηδονίων· ὁρμισάμενος δὲ ἐν Περκώτῃ ἡσυχίαν εἶχεν.

另一方面,安塔尔基达斯与提里巴佐斯一同返回沿海地带,已然谈妥大王将在雅典人及其盟友不愿接受他所提和约条款时作为盟友参战。当他听说尼科洛科斯率船队在阿比多斯被伊菲克拉特斯与狄奥提莫斯包围困守时,便循陆路赶往阿比多斯。随后他从那里率领舰队在夜间出海,散布谣言声称卡尔刻冬人遣使求援;之后在珀尔科特抛锚,隐蔽待命。

§5.1.26

αἰσθόμενοι δὲ οἱ περὶ Δημαίνετον καὶ Διονύσιον καὶ Λεόντιχον καὶ Φανίαν ἐδίωκον αὐτὸν τὴν ἐπὶ Προκοννήσου·1 ὁ δʼ, ἐπεὶ ἐκεῖνοι παρέπλευσαν, ὑποστρέψας εἰς Ἄβυδον ἀφίκετο· ἠκηκόει γὰρ ὅτι προσπλέοι Πολύξενος ἄγων τὰς ἀπὸ Συρακουσῶν καὶ Ἰταλίας ναῦς εἴκοσιν, ὅπως ἀναλάβοι καὶ ταύτας. ἐκ δὲ τούτου Θρασύβουλος ὁ Κολλυτεὺς ἔχων ναῦς ὀκτὼ ἔπλει ἀπὸ Θρᾴκης, βουλόμενος ταῖς ἄλλαις Ἀττικαῖς ναυσὶ συμμεῖξαι.

德迈涅托斯、狄奥尼修斯、莱昂蒂科斯与法尼亚斯察觉其行动,便沿着通往普罗孔涅索斯的水路追击;然而待他们驶过之后,安塔尔基达斯折返并回到了阿比多斯;盖因他获悉波吕克塞诺斯正率领来自叙拉古与意大利的二十艘船赶来,他意欲将这些舰船一并收编。此后,科利图斯区的色拉西布洛斯率领八艘战船从色雷斯航行而来,欲同其余的阿提卡舰队会合。

§5.1.27

ὁ δὲ Ἀνταλκίδας, ἐπεὶ αὐτῷ οἱ σκοποὶ ἐσήμηναν ὅτι προσπλέοιεν τριήρεις ὀκτώ, ἐμβιβάσας τοὺς ναύτας εἰς δώδεκα ναῦς τὰς ἄριστα πλεούσας, καὶ προσπληρώσασθαι κελεύσας, εἴ τις ἐνεδεῖτο, ἐκ τῶν καταλειπομένων, ἐνήδρευεν ὡς ἐδύνατο ἀφανέστατα. ἐπεὶ δὲ παρέπλεον, ἐδίωκεν· οἱ δὲ ἰδόντες ἔφευγον. τὰς μὲν οὖν βραδύτατα πλεούσας ταῖς ἄριστα πλεούσαις ταχὺ κατειλήφει· παραγγείλας δὲ τοῖς πρωτόπλοις τῶν μεθʼ αὑτοῦ μὴ ἐμβαλεῖν ταῖς ὑστάταις, ἐδίωκε τὰς προεχούσας. ἐπεὶ δὲ ταύτας ἔλαβεν, ἰδόντες οἱ ὕστεροι ἁλισκομένους σφῶν αὐτῶν τοὺς πρόπλους ὑπʼ ἀθυμίας καὶ τῶν βραδυτέρων ἡλίσκοντο· ὥσθʼ ἥλωσαν ἅπασαι.

安塔尔基达斯在斥候向他发出八艘战船正驶近的信号后,命水兵登上十二艘速度最快的船只,并下令各船若有人员欠缺,便从留下的船只中补充齐备,随后尽可能隐蔽地设伏。待敌船驶过,他便发起追击;敌船见状纷纷逃窜。他以最精良快速的船只迅速追上了敌方航速最慢者;但他严令己方领航的快速船不要冲击敌方后卫,而是全力追击领头的战船。当他将这些领头船捕获之后,敌军后卫战船见己方领航船被擒,心灰意冷之下甚至被航速较慢的船只俘获;于是全军覆没,悉数被俘。

§5.1.28

ἐπεὶ δʼ ἦλθον αὐτῷ αἵ τε ἐκ Συρακουσῶν νῆες εἴκοσιν, ἦλθον δὲ καὶ αἱ ἀπὸ Ἰωνίας, ὅσης ἐγκρατὴς ἦν Τιρίβαζος, συνεπληρώθησαν δὲ καὶ ἐκ τῆς Ἀριοβαρζάνους, καὶ γὰρ ἦν ξένος ἐκ παλαιοῦ τῷ Ἀριοβαρζάνει, ὁ δὲ Φαρνάβαζος ἤδη ἀνακεκλημένος ᾤχετο ἄνω, ὅτε δὴ καὶ ἔγημε τὴν βασιλέως θυγατέρα· ὁ δὲ Ἀνταλκίδας γενομέναις ταῖς πάσαις ναυσὶ πλείοσιν ἢ ὀγδοήκοντα2 ἐκράτει τῆς θαλάττης· ὥστε καὶ τὰς ἐκ τοῦ Πόντου ναῦς Ἀθήναζε μὲν ἐκώλυε καταπλεῖν, εἰς δὲ τοὺς ἑαυτῶν συμμάχους κατῆγεν.

随后,叙拉古派来的二十艘战船抵赴其麾下,提里巴佐斯统辖的全伊奥尼亚之船只亦赶来会合,此外阿里奥巴尔扎内斯辖地也补充了船只——盖因安塔尔基达斯自昔日即为阿里奥巴尔扎内斯之宾客,而法尔纳巴佐斯已被召往内地,正是在那时娶了大王之女;在全军战舰总数达到八十余艘后,安塔尔基达斯控制了制海权;是以他阻止自黑海驶向雅典的船只进港,而将其悉数押送至己方盟国。

§5.1.29

οἱ μὲν οὖν Ἀθηναῖοι, ὁρῶντες μὲν πολλὰς τὰς πολεμίας ναῦς, φοβούμενοι δὲ μὴ ὡς πρότερον καταπολεμηθείησαν, συμμάχου Λακεδαιμονίοις βασιλέως γεγενημένου, πολιορκούμενοι δʼ ἐκ τῆς Αἰγίνης ὑπὸ τῶν λῃστῶν, διὰ ταῦτα μὲν ἰσχυρῶς ἐπεθύμουν τῆς εἰρήνης. οἱ δʼ αὖ Λακεδαιμόνιοι, φρουροῦντες μόρᾳ μὲν ἐν Λεχαίῳ, μόρᾳ δʼ ἐν Ὀρχομενῷ, φυλάττοντες δὲ τὰς πόλεις, αἷς μὲν ἐπίστευον, μὴ ἀπόλοιντο, αἷς δὲ ἠπίστουν, μὴ ἀποσταῖεν, πράγματα δʼ ἔχοντες καὶ παρέχοντες περὶ τὴν Κόρινθον, χαλεπῶς ἔφερον τῷ πολέμῳ. οἵ γε μὴν Ἀργεῖοι, εἰδότες φρουράν τε πεφασμένην ἐφʼ ἑαυτοὺς καὶ γιγνώσκοντες ὅτι ἡ τῶν μηνῶν ὑποφορὰ3 οὐδὲν ἔτι σφᾶς ὠφελήσει, καὶ οὗτοι εἰς τὴν εἰρήνην πρόθυμοι ἦσαν.

于是雅典人一方面见敌舰数量众多,另一方面唯恐大王已结成拉刻代蒙人之盟友而使己方如先前那般彻底战败,加之埃癸娜的海盗肆虐封锁,因而在这些缘由下极为渴盼和平。另一方面,拉刻代蒙人亦在勒开翁驻扎一支军团防守,在奥尔科梅诺斯驻扎一支军团,时刻戒备各城邦——其所信任者谨防其毁灭,其所不信者谨防其背叛——且在科林斯周围既遭受困厄又制造麻烦,因而在战事中疲惫不堪。至于阿尔戈斯人,既知晓针对自身的征伐业已宣布,又深知借口推延神圣月份的伎俩再无裨益,因而他们亦热切期盼和平。

语法注3 条
  1. 5.1.26τὴν ἐπὶ Προκοννήσου

    定冠词 τὴν 之后省略了阴性名词(如 ὁδόν 或指代航线的名词),构成表示方向或路线的宾格结构;介词短语 ἐπὶ Προκοννήσου 则接属格表示“朝向普罗孔涅索斯”的方向。

  2. 5.1.28γενομέναις ταῖς πάσαις ναυσὶ πλείοσιν ἢ ὀγδοήκοντα

    此句未采用常见的属格独立结构,而是采用了与格独立结构(dative absolute),或者作为伴随状况/领属与格松散地依附于主语 Antalcidas 及谓语(意即“在他所有的舰船达到八十余艘之际”)。

  3. 5.1.29ἡ τῶν μηνῶν ὑποφορὰ

    字面义为“对各月份的提出/推延”。名词 ὑποφορά 指提出诉讼异辩、抗辩或借口,属格 τῶν μηνῶν 为宾格性属格。此处特指阿尔戈斯人屡屡以卡耳涅亚节等宗教性“神圣月”为抗辩借口以阻止斯巴达入侵的策略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:5.1.23-5.1.29