- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.33-4.8.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典派遣伊菲克拉特斯以制衡斯巴达将领阿纳克西比奥斯,伊菲克拉特斯设伏突袭并斩杀了自安坦德罗斯归途中的阿纳克西比奥斯及其军队。
οἱ μὲν δὴ δόντες καὶ τρεῖς τριήρεις καὶ ἀφορμὴν εἰς ξένους χιλίους ἐξέπεμψαν τὸν Ἀναξίβιον. ὁ δὲ ἐπειδὴ ἀφίκετο, κατὰ γῆν μὲν ἁθροίσας ξενικὸν τῶν τʼ Αἰολίδων πόλεων παρεσπᾶτό τινας τοῦ Φαρναβάζου καὶ ἐπιστρατευσάσαις ταῖς πόλεσιν ἐπὶ τὴν Ἄβυδον ἀντεπεστράτευε καὶ ἐπεπορεύετο καὶ ἐδῄου τὴν χώραν αὐτῶν· καὶ ναῦς δὲ πρὸς αἷς εἶχε συμπληρώσας ἐξ Ἀβύδου τρεῖς ἄλλας κατῆγεν, εἴ τί που λαμβάνοι Ἀθηναίων πλοῖον ἢ τῶν ἐκείνων συμμάχων.
于是,他们给了阿纳克西比奥斯三艘三列桨座战船和招募一千名雇佣军的经费,将他派遣出去。他抵达之后,在陆上集结了一支雇佣军,并从法尔纳巴佐斯手中策反了埃奥利斯的几座城邦;对于那些曾出兵进犯阿比多斯的城邦,他实施报复性远征,进军并蹂躏其疆土。此外,在原有的战船之外,他又从阿比多斯增编满员了三艘战船;凡是他所能捕获的雅典人或其盟友的船只,便悉数押解进港。
αἰσθόμενοι δὲ ταῦτα οἱ Ἀθηναῖοι καὶ δεδιότες μὴ φθαρείη σφίσιν ἃ κατεσκεύασεν ἐν τῷ Ἑλλησπόντῳ Θρασύβουλος, ἀντεκπέμπουσιν Ἰφικράτην ναῦς ὀκτὼ ἔχοντα καὶ πελταστὰς εἰς διακοσίους καὶ χιλίους. οἱ πλεῖστοι δὲ αὐτῶν ἦσαν ὧν ἐν Κορίνθῳ ἦρξεν.1 ἐπεὶ γὰρ οἱ Ἀργεῖοι τὴν Κόρινθον Ἄργος ἐπεποίηντο, οὐδὲν ἔφασαν αὐτῶν δεῖσθαι· καὶ γὰρ ἀπεκτόνει τινὰς τῶν ἀργολιζόντων· καὶ οὕτως ἀπελθὼν Ἀθήναζε οἴκοι ἔτυχεν ὤν.
雅典人获悉这些情况,唯恐特拉绪布洛斯在赫勒斯滂为他们所建立的一切毁于一旦,便派遣伊菲克拉特斯率领八艘战船和约一千二百名轻盾兵前往抗衡。这些士兵绝大多数是他此前在科林斯统领过的部属。因为当阿戈斯人将科林斯并入阿戈斯领地时,便宣称不再需要他们;事实上,他曾杀害过一些亲阿戈斯派分子,因此撤回雅典后恰好闲居在家。
ἐπεὶ δὲ ἀφίκετο εἰς Χερρόνησον, τὸ μὲν πρῶτον Ἀναξίβιος καὶ Ἰφικράτης λῃστὰς διαπέμποντες ἐπολέμουν ἀλλήλοις· προϊόντος δὲ τοῦ χρόνου ὁ Ἰφικράτης αἰσθόμενος καὶ Ἀναξίβιον οἰχόμενον εἰς Ἄντανδρον σύν τε τοῖς μισθοφόροις καὶ τοῖς περὶ αὐτὸν Λακωνικοῖς καὶ σὺν Ἀβυδηνοῖς διακοσίοις ὁπλίταις, καὶ ἀκούσας ὅτι τὴν Ἄντανδρον φιλίαν προσειληφὼς εἴη, ὑπονοῶν ὅτι καταστήσας αὖ τὴν ἐκεῖ φρουρὰν ἀποπορεύσοιτο πάλιν καὶ ἀπάξοι τοὺς Ἀβυδηνοὺς οἴκαδε, διαβὰς τῆς νυκτὸς ᾗ ἐρημότατον ἦν τῆς Ἀβυδηνῆς καὶ ἐπανελθὼν εἰς τὰ ὄρη ἐνέδραν ἐποιήσατο. τὰς δὲ τριήρεις αἳ διήγαγον αὐτὸν ἐκέλευε παραπλεῖν ἅμα τῇ ἡμέρᾳ παρὰ τὴν Χερρόνησον τῆς ἄνω, ὅπως δοκοίη, ὥσπερ εἰώθει, ἐπʼ ἀργυρολογίαν ἐπαναπεπλευκέναι.
当他抵达喀索尼斯后,起初阿纳克西比奥斯与伊菲克拉特斯仅派出劫掠队相互攻战。但随着时间推移,伊菲克拉特斯获悉阿纳克西比奥斯率领雇佣军、其身边的拉科尼亚侍卫以及二百名阿比多斯重装步兵前往安坦德罗斯,又听闻他已将安坦德罗斯结为友邦;他料想阿纳克西比奥斯在当地部署好卫戍部队后必将折返,并将阿比多斯人带回本邦,于是他在夜间渡海至阿比多斯境内最荒僻之处,登上山地设下埋伏。他命令运载他渡海的三列桨座战船在黎明时分沿着喀索尼斯上方沿岸航行,以便显得像他往常所做的那样,是再次出航搜括资财去了。
ταῦτα δὲ ποιήσας οὐκ ἐψεύσθη, ἀλλʼ ὁ Ἀναξίβιος ἀπεπορεύετο, ὡς μὲν ἐλέγετο, οὐδὲ τῶν ἱερῶν γεγενημένων αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, ἀλλὰ καταφρονήσας, ὅτι διὰ φιλίας τε ἐπορεύετο καὶ εἰς πόλιν φιλίαν καὶ ὅτι ἤκουε τῶν ἀπαντώντων τὸν Ἰφικράτην ἀναπεπλευκέναι τῆς ἐπὶ Προκοννήσου,2 ἀμελέστερον ἐπορεύετο.
他采取这番行动并未落空,阿纳克西比奥斯果然正率军折返。据说在那一天,他甚至未曾获得吉兆祭牲;但他心存轻蔑,因自恃途经友好地区且正前往友好城邦,又听迎面而来的人说伊菲克拉特斯已朝普罗孔涅索斯方向驶去,便行军极为疏忽懈怠。
ὅμως δὲ ὁ Ἰφικράτης, ἕως μὲν ἐν τῷ ἰσοπέδῳ τὸ στράτευμα τοῦ Ἀναξιβίου ἦν, οὐκ ἐξανίστατο· ἐπειδὴ δὲ οἱ μὲν Ἀβυδηνοὶ ἀφηγούμενοι ἤδη ἐν τῷ παρὰ Κρεμαστὴν ἦσαν πεδίῳ, ἔνθα ἐστὶ τὰ χρύσεια αὐτοῖς, τὸ δʼ ἄλλο στράτευμα ἑπόμενον ἐν τῷ κατάντει ἦν, ὁ δὲ Ἀναξίβιος ἄρτι κατέβαινε σὺν τοῖς Λακωνικοῖς, ἐν τούτῳ ὁ Ἰφικράτης ἐξανίστησι τὴν ἐνέδραν καὶ δρόμῳ ἐφέρετο πρὸς αὐτόν.
即便如此,只要阿纳克西比奥斯的军队还在平地上,伊菲克拉特斯便不发起伏击。直到领头的阿比多斯人已抵达克雷马斯忒附近的平原——即他们金矿所在之处——而随后的其余部队正在下坡处,阿纳克西比奥斯本人正与拉科尼亚侍卫刚开始下坡之时,就在此时,伊菲克拉特斯伏兵齐起,全速向他猛扑过去。
καὶ ὁ Ἀναξίβιος γνοὺς μὴ εἶναι ἐλπίδα σωτηρίας, ὁρῶν ἐπὶ πολύ τε καὶ στενὸν ἐκτεταμένον τὸ ἑαυτοῦ στράτευμα, καὶ νομίζων πρὸς τὸ ἄναντες3 οὐκ ἂν δύνασθαι σαφῶς βοηθῆσαι ἑαυτῷ τοὺς προεληλυθότας, ὁρῶν δὲ καὶ ἐκπεπληγμένους ἅπαντας, ὡς εἶδον τὴν ἐνέδραν, εἶπε πρὸς τοὺς παρόντας· ἄνδρες, ἐμοὶ μὲν ἐνθάδε καλὸν ἀποθανεῖν· ὑμεῖς δὲ πρὶν συμμεῖξαι τοῖς πολεμίοις σπεύδετε εἰς τὴν σωτηρίαν.
阿纳克西比奥斯明白已无生还希望,他见自己的军队被拉得又长又窄,料想走在前面的人绝不可能逆坡而上前来救援,又见所有人一见伏兵便惊慌失措,遂对身旁的人说道:“诸君,对我而言在此战死是光荣的;而你们则在与敌人交手之前,赶快去逃生吧。”
καὶ ταῦτʼ ἔλεγε καὶ παρὰ τοῦ ὑπασπιστοῦ λαβὼν τὴν ἀσπίδα ἐν χώρᾳ αὐτοῦ μαχόμενος ἀποθνῄσκει. καὶ τὰ παιδικὰ μέντοι αὐτῷ παρέμεινε, καὶ τῶν Λακεδαιμονίων δὲ τῶν συνεληλυθότων ἐκ τῶν πόλεων ἁρμοστήρων ὡς δώδεκα μαχόμενοι συναπέθανον· οἱ δʼ ἄλλοι φεύγοντες ἔπιπτον. οἱ δʼ ἐδίωκον μέχρι τοῦ ἄστεως. καὶ τῶν τε ἄλλων ὡς διακόσιοι ἀπέθανον καὶ τῶν Ἀβυδηνῶν ὁπλιτῶν περὶ πεντήκοντα. ταῦτα δὲ πράξας ὁ Ἰφικράτης ἀνεχώρησε πάλιν εἰς Χερρόνησον.
他说完这番话,从侍从手中接过盾牌,在原地力战身亡。他的爱童亦坚守在他身旁,从各城邦聚集而来的约十二名拉刻代蒙长官亦相继力战殉节;其余的人则在溃逃中被斩杀。雅典人一路追击直至阿比多斯城下。其余士兵战死约二百人,阿比多斯重装步兵阵亡约五十人。办成此事之后,伊菲克拉特斯再度撤回喀索尼斯。
- 4.8.34ὧν ἐν Κορίνθῳ ἦρξεν
先行词 τούτων 的省略,关系代名词 ὧν 则由动词 ἄρχω(支配属格)决定其为属格。整体结构为 ἦσαν [τούτων] ὧν...,构成表示属性的谓语属格(“属于他曾统领过的部属”)。
- 4.8.36τῆς ἐπὶ Προκοννήσου
属格冠词 τῆς 表示方向(或省略了阴性名词 ὁδοῦ),与介词短语 ἐπὶ Προκοννήσου 连用,表示“取道朝向普罗孔涅索斯方向”。
- 4.8.38πρὸς τὸ ἄναντες
形容词 ἄναντες(陡峭的、上坡的)的中性单数宾格作名词化使用,指代“上坡”。介词 πρός 指示方向与地形障碍,强调前行部队逆着陡坡回援在物理上的巨大困难。
