- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.6-4.8.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法纳巴佐斯与科农袭击拉哥尼亚沿海及基西拉岛,科农在波斯资助下着手重建雅典长墙,而科林斯湾一带的水上争夺仍在持续。
τούτους αὖ τοιαῦτα λέγων ἔσχε τοῦ ἐκπεπλῆχθαι.1 ὁ δὲ Φαρνάβαζος ἐπεὶ ηὗρε τήν τε Ἄβυδον καὶ τὸν Σηστὸν οὕτως ἔχοντα, προηγόρευεν αὐτοῖς ὡς εἰ μὴ ἐκπέμψοιεν τοὺς Λακεδαιμονίους, πόλεμον ἐξοίσει πρὸς αὐτούς. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, Κόνωνι μὲν προσέταξε κωλύειν αὐτοὺς τὴν θάλατταν πλεῖν, αὐτὸς δὲ ἐδῄου τὴν τῶν Ἀβυδηνῶν χώραν. ἐπεὶ δὲ οὐδὲν ἐπέραινε πρὸς τὸ καταστρέφεσθαι, αὐτὸς μὲν ἐπʼ οἴκου ἀπῆλθε, τὸν δὲ Κόνωνα ἐκέλευεν εὐτρεπίζεσθαι τὰς καθʼ Ἑλλήσποντον πόλεις, ὅπως εἰς τὸ ἔαρ ὅτι πλεῖστον ναυτικὸν ἁθροισθείη. ὀργιζόμενος γὰρ τοῖς Λακεδαιμονίοις ἀνθʼ ὧν ἐπεπόνθει περὶ παντὸς ἐποιεῖτο ἐλθεῖν τε εἰς τὴν χώραν αὐτῶν καὶ τιμωρήσασθαι ὅ τι δύναιτο.
通过对这些人也发表这番讲话,他防止了他们陷入恐慌。至于法纳巴佐斯,当他发现阿比多斯和塞斯托斯处于这种态势时,便向他们宣告,若不驱逐拉刻代蒙人,就将对他们宣战。见他们不听从,他便命令科农阻止他们在海上航行,自己则蹂躏阿比多斯人的领地。然而在迫使其降服方面毫无进展之后,他自己便启程回国,并命令科农整顿赫勒斯滂沿岸诸城,以便在入春时集结尽可能多的舰队。因为他因自己所遭受的对待而对拉刻代蒙人深怀怨恨,把攻入其本土并竭尽所能予以报复视作压倒一切的大事。
καὶ τὸν μὲν χειμῶνα ἐν τοιούτοις ὄντες διῆγον· ἅμα δὲ τῷ ἔαρι ναῦς τε πολλὰς συμπληρώσας καὶ ξενικὸν προσμισθωσάμενος ἔπλευσεν ὁ Φαρνάβαζός τε καὶ ὁ Κόνων μετʼ αὐτοῦ διὰ νήσων εἰς Μῆλον, ἐκεῖθεν δὲ ὁρμώμενοι εἰς τὴν Λακεδαίμονα. καταπλεύσας δὲ πρῶτον μὲν εἰς Φαρὰς ἐδῄωσε ταύτην τὴν χώραν, ἔπειτα καὶ ἄλλοσε ἀποβαίνων τῆς παραθαλαττίας ἐκακούργει ὅ τι ἐδύνατο. φοβούμενος δὲ τήν τε ἀλιμενότητα τῆς χώρας καὶ τὰ τῆς βοηθείας καὶ τὴν σπανοσιτίαν, ταχύ τε ἀνέστρεψε καὶ ἀποπλέων ὡρμίσθη τῆς Κυθηρίας εἰς Φοινικοῦντα.
他们就这样在忙于这些事务中度过了冬天;开春之时,法纳巴佐斯满编了众多战船,又增募了一支雇佣军,与科农一同经由诸岛航往梅洛斯,自该处起航直指拉刻代蒙。他首先在法赖登陆并蹂躏了该地,随后又在沿海其他地点登陆,尽可能地实施破坏。但由于担忧当地缺乏港口、援军到来以及粮秣匮乏,他迅速回师,起航驶往基西拉岛领地内的福尼克斯抛锚。
ἐπεὶ δὲ οἱ ἔχοντες τὴν πόλιν τῶν Κυθηρίων φοβηθέντες μὴ κατὰ κράτος ἁλοῖεν ἐξέλιπον τὰ τείχη, ἐκείνους μὲν ὑποσπόνδους ἀφῆκεν εἰς τὴν Λακωνικήν, αὐτὸς δʼ ἐπισκευάσας τὸ τῶν Κυθηρίων τεῖχος φρουρούς τε καὶ Νικόφημον Ἀθηναῖον ἁρμοστὴν ἐν τοῖς Κυθήροις κατέλιπε. ταῦτα δὲ ποιήσας καὶ εἰς Ἰσθμὸν τῆς Κορινθίας καταπλεύσας, καὶ παρακελευσάμενος τοῖς συμμάχοις προθύμως τε πολεμεῖν καὶ ἄνδρας πιστοὺς φαίνεσθαι βασιλεῖ, καταλιπὼν αὐτοῖς χρήματα ὅσα εἶχεν, ᾤχετο ἐπʼ οἴκου ἀποπλέων.
当占据基西拉城的人因惧怕遭到强攻陷落而弃守城墙时,他在立约之下放他们退往拉哥尼亚,自己则修缮了基西拉人的城墙,并在基西拉留下了守军和雅典人尼科芬谟斯担任总督。完成这些事并驶抵科林斯地峡后,他敦促盟友们奋勇作战并在大王面前表现得忠心耿耿,随后将随身所带的一切钱财留给他们,扬帆返国。
λέγοντος δὲ τοῦ Κόνωνος ὡς εἰ ἐῴη αὐτὸν ἔχειν τὸ ναυτικόν, θρέψοι μὲν ἀπὸ τῶν νήσων, καταπλεύσας δʼ εἰς τὴν πατρίδα συναναστήσοι τά τε μακρὰ τείχη τοῖς Ἀθηναίοις καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος, οὗ εἰδέναι ἔφη ὅτι Λακεδαιμονίοις οὐδὲν ἂν βαρύτερον γένοιτο,2 καὶ τοῦτο οὖν, ἔφη, σὺ τοῖς μὲν Ἀθηναίοις κεχαρισμένος ἔσει, τοὺς δὲ Λακεδαιμονίους τετιμωρημένος· ἐφʼ ᾧ γὰρ πλεῖστα ἐπόνησαν, ἀτελὲς αὐτοῖς ποιήσεις. ὁ δὲ Φαρνάβαζος ἀκούσας ταῦτα ἀπέστειλεν αὐτὸν προθύμως εἰς τὰς Ἀθήνας, καὶ χρήματα προσέθηκεν αὐτῷ εἰς τὸν ἀνατειχισμόν.
科农则进言说,如果〔法纳巴佐斯〕允许他掌管这支舰队,他将依靠各岛屿来维持补给,回航故乡后协助雅典人重建长墙和围绕比雷埃夫斯的城墙——他说他深知对拉刻代蒙人而言没有比这更沉重的打击了——“因此,”他说,“你既施恩于雅典人,又报复了拉刻代蒙人;因为他们付出最大心血所成就之事,你将使之化为乌有。” 法纳巴佐斯听罢这番话,欣然遣他前往雅典,并追加给他用于重建城墙的款项。
ὁ δὲ ἀφικόμενος πολὺ τοῦ τείχους ὤρθωσε, τά τε αὑτοῦ πληρώματα παρέχων καὶ τέκτοσι καὶ λιθολόγοις μισθὸν διδούς, καὶ ἄλλο εἴ τι ἀναγκαῖον ἦν, δαπανῶν. ἦν μέντοι τοῦ τείχους ἃ3 καὶ αὐτοὶ Ἀθηναῖοι καὶ Βοιωτοὶ καὶ ἄλλαι πόλεις ἐθελούσιαι συνετείχισαν. οἱ μέντοι Κορίνθιοι ἀφʼ ὧν ὁ Φαρνάβαζος κατέλιπε χρημάτων ναῦς πληρώσαντες καὶ Ἀγαθῖνον ναύαρχον ἐπιστήσαντες ἐθαλαττοκράτουν ἐν τῷ περὶ Ἀχαΐαν καὶ Λέχαιον κόλπῳ. ἀντεπλήρωσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ναῦς, ὧν Ποδάνεμος ἦρχεν.
〔科农〕抵达之后,竖立起了大部分城墙,既调配自己的人手,又向木匠和石匠支付薪俸,凡有必要开支皆予承担。不过,城墙中也有部分是雅典人自己、波奥提亚人以及其他城邦自愿协同修筑的。与此同时,科林斯人利用法纳巴佐斯留下的钱财装备了战船,并任命阿加提诺斯为海军统帅,控制了阿哈伊亚和莱哈伊翁一带海湾的制海权。拉刻代蒙人也配备战船与之抗衡,由波达内谟斯统领。
ἐπεὶ δὲ οὗτος ἐν προσβολῇ τινι γενομένῃ ἀπέθανε, καὶ Πόλλις αὖ ἐπιστολεὺς ὢν τρωθεὶς ἀπῆλθεν, Ἡριππίδας ταύτας ἀναλαμβάνει τὰς ναῦς. Πρόαινος μέντοι Κορίνθιος τὰς παρʼ Ἀγαθίνου παραλαβὼν ναῦς ἐξέλιπε τὸ Ῥίον· Λακεδαιμόνιοι δʼ αὐτὸ παρέλαβον. μετὰ δὲ τοῦτο Τελευτίας ἐπὶ τὰς Ἡριππίδου ναῦς ἦλθε, καὶ οὗτος αὖ τοῦ κόλπου πάλιν ἐκράτει.
然而,当此人在一次发起的交锋中阵亡,担任副官的波利斯又负伤撤离后,赫里皮达斯接管了这些战船。但科林斯人普罗埃诺斯从阿加提诺斯手中接掌船队后却放弃了里翁;拉刻代蒙人遂将其夺占。此后忒琉提亚斯接替赫里皮达斯指挥船队,再度掌控了该海湾。
- 4.8.6ἔσχε τοῦ ἐκπεπλῆχθαι
动词 ἔχω(此处意为“制止、阻碍”)接完成时被动体定冠词属格不定式 τοῦ ἐκπεπλῆχθαι,表达防止或阻碍(未带赘余否定词 μή),意为“阻止了他们陷入恐慌”。
- 4.8.9οὗ εἰδέναι ἔφη ὅτι Λακεδαιμονίοις οὐδὲν ἂν βαρύτερον γένοιτο
属于间接引语(λέγοντος τοῦ Κόνωνος ὡς...)中插入 ἔφη 并搭配不定式 εἰδέναι 的嵌套句式。关系代词 οὗ 为中性单数属格,指代前文重建城墙一事,充当比较级 βαρύτερον 的比较属格(“比这更沉重”)。
- 4.8.10ἦν μέντοι τοῦ τείχους ἃ
惯用句式 ἔστιν ἅ(“有些……”)的未完成过去时形式(ἦν ἅ),与表部分属格的 τοῦ τείχους 结合,字面意为“城墙中也有一些部分是[诸邦]协同修建的”。
