← 色诺芬

希腊史

§4.8.1-4.8.5

沿海城邦的自治承诺与德尔基利达斯的坚守

克尼多斯海战之后,法纳巴佐斯与科农以自治为许诺拉拢各沿海城邦;而留守阿比多斯的斯巴达指挥官德尔基利达斯则通过演说鼓舞士气,固守阿比多斯与塞斯托斯以维系反抗据点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.1

καὶ ὁ μὲν δὴ κατὰ γῆν πόλεμος οὕτως ἐπολεμεῖτο. ἐν ᾧ δὲ πάντα ταῦτα ἐπράττετο, τὰ κατὰ θάλατταν αὖ καὶ τὰς πρὸς θαλάττῃ πόλεις γενόμενα διηγήσομαι, καὶ τῶν πράξεων τὰς μὲν ἀξιομνημονεύτους γράψω, τὰς δὲ μὴ ἀξίας λόγου παρήσω. πρῶτον μὲν τοίνυν Φαρνάβαζος καὶ Κόνων, ἐπεὶ ἐνίκησαν τοὺς Λακεδαιμονίους τῇ ναυμαχίᾳ, περιπλέοντες καὶ τὰς νήσους καὶ πρὸς τὰς ἐπιθαλαττιδίας πόλεις τούς τε Λακωνικοὺς ἁρμοστὰς ἐξήλαυνον καὶ παρεμυθοῦντο τὰς πόλεις ὡς οὔτε ἀκροπόλεις ἐντειχίσοιεν ἐάσοιέν τε αὐτονόμους.1

陆上的战事便是这样进行的。然而在这一切发生的同时,我将转而叙述海面以及沿海各邦所发生的事件;在各项行动中,我将记述值得铭记之事,而略去不值一提之举。 首先,法纳巴佐斯与科农在海战中击败拉刻代蒙人之后,巡航各岛屿与沿海城邦,逐出拉哥尼亚的总督,并安慰各城邦说,他们既不会在其卫城中修筑要塞,也会让它们保持自主。

§4.8.2

οἱ δʼ ἀκούοντες ταῦτα ἥδοντό τε καὶ ἐπῄνουν καὶ ξένια προθύμως ἔπεμπον τῷ Φαρναβάζῳ. καὶ γὰρ ὁ Κόνων τὸν Φαρνάβαζον ἐδίδασκεν ὡς οὕτω μὲν ποιοῦντι πᾶσαι αὐτῷ αἱ πόλεις φίλιαι ἔσοιντο, εἰ δὲ δουλοῦσθαι βουλόμενος φανερὸς ἔσοιτο, ἔλεγεν ὡς μία ἑκάστη πολλὰ πράγματα ἱκανὴ εἴη παρέχειν καὶ κίνδυνος εἴη μὴ καὶ οἱ Ἕλληνες, εἰ ταῦτα αἴσθοιντο, συσταῖεν.

各邦居民听闻此言皆大欢喜,交口称赞,并欣然向法纳巴佐斯送去款待之礼。因为科农曾规劝法纳巴佐斯说,若能这般行事,所有城邦都会向他示好;但若显露出意图奴役它们的企图,他指出,每一个城邦都足以带来极大的麻烦,而且一旦希腊人察觉此事,便有联合抗击的危险。

§4.8.3

ταῦτα μὲν οὖν ἐπείθετο ὁ Φαρνάβαζος. ἀποβὰς δʼ εἰς Ἔφεσον τῷ μὲν Κόνωνι δοὺς τετταράκοντα τριήρεις εἰς Σηστὸν εἶπεν ἀπαντᾶν, αὐτὸς δὲ πεζῇ παρῄει ἐπὶ τὴν αὑτοῦ ἀρχήν. καὶ γὰρ ὁ Δερκυλίδας, ὅσπερ καὶ πάλαι πολέμιος ἦν αὐτῷ, ἔτυχεν ἐν Ἀβύδῳ ὤν, ὅτε ἡ ναυμαχία ἐγένετο, καὶ οὐχ ὥσπερ οἱ ἄλλοι ἁρμοσταὶ ἐξέλιπεν, ἀλλὰ κατέσχε τὴν Ἄβυδον καὶ διέσῳζε φίλην τοῖς Λακεδαιμονίοις. καὶ γὰρ συγκαλέσας τοὺς Ἀβυδηνοὺς ἔλεξε τοιάδε.

法纳巴佐斯于是听从了这番劝告。他在以弗所登陆后,交给科农四十艘三列桨座战船,嘱其前往塞斯托斯会合,自己则取道陆路前往自辖的行省。原来,早已与他为敌的德尔基利达斯在海战发生时恰好留在阿比多斯;他并没有像其他总督那样放弃城池,而是控制住阿比多斯,使其继续保持对拉刻代蒙人的友好。事实上,他召集了阿比多斯人,向他们发表了如下讲话:

§4.8.4

ὦ ἄνδρες, νῦν ἔξεστιν ὑμῖν καὶ πρόσθεν φίλοις οὖσι τῇ πόλει ἡμῶν εὐεργέτας φανῆναι τῶν Λακεδαιμονίων. καὶ γὰρ τὸ μὲν ἐν ταῖς εὐπραξίαις πιστοὺς φαίνεσθαι οὐδὲν θαυμαστόν· ὅταν δέ τινες ἐν συμφοραῖς γενομένων φίλων βέβαιοι φανῶσι, τοῦτʼ εἰς τὸν ἅπαντα χρόνον μνημονεύεται. ἔστι δὲ οὐχ οὕτως ἔχον ὡς, εἰ τῇ ναυμαχίᾳ ἐκρατήθημεν, οὐδὲν ἄρα ἔτι ἐσμέν·2 ἀλλὰ καὶ τὸ πρόσθεν δήπου, Ἀθηναίων ἀρχόντων τῆς θαλάττης, ἱκανὴ ἦν ἡ ἡμετέρα πόλις καὶ εὖ φίλους καὶ κακῶς ἐχθροὺς ποιεῖν. ὅσῳ δὲ μᾶλλον αἱ ἄλλαι πόλεις σὺν τῇ τύχῃ ἀπεστράφησαν ἡμῶν, τοσούτῳ ὄντως ἡ ὑμετέρα πιστότης μείζων φανείη ἄν.3 εἰ δέ τις τοῦτο φοβεῖται, μὴ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνθάδε πολιορκώμεθα, ἐννοείτω ὅτι Ἑλληνικὸν μὲν οὔπω ναυτικόν ἐστιν ἐν τῇ θαλάττῃ, οἱ δὲ βάρβαροι εἰ ἐπιχειρήσουσι τῆς θαλάττης ἄρχειν, οὐκ ἀνέξεται ταῦτα ἡ Ἑλλάς· ὥσθʼ ἑαυτῇ ἐπικουροῦσα καὶ ὑμῖν σύμμαχος γενήσεται.

“诸位,你们此前本就与我邦亲善,如今正可向拉刻代蒙人展现自己是他们的施恩者。在顺境中显露忠诚本非什么了不起的事;但当某些人在朋友身陷逆境时显出坚定不移,这必将万世流芳。事情绝非如此:仿佛我们海战失利,便自此一无是处了;此前雅典人称霸海洋时,我邦同样完全有能力善待友人并惩创仇敌。其余城邦随着运势的流转背离我们越甚,你们的忠诚在世人眼中便真正愈发崇高。若有人担忧我们会在此处遭受水陆夹击的合围,他当明白,海上如今尚无希腊舰队,而异族人若企图称霸海疆,全希腊绝不会坐视不理;因此希腊在自卫的同时,也必将成为你们的盟友。”

§4.8.5

οἱ μὲν δὴ ταῦτα ἀκούοντες οὐκ ἀκόντως ἀλλὰ προθύμως ἐπείσθησαν· καὶ τοὺς μὲν ἰόντας ἁρμοστὰς φίλως ἐδέχοντο, τοὺς δὲ ἀπόντας μετεπέμποντο. ὁ δὲ Δερκυλίδας, ὡς συνελέγησαν πολλοὶ καὶ χρήσιμοι ἄνδρες εἰς τὴν πόλιν, διαβὰς καὶ εἰς Σηστόν, καταντικρὺ ὄντα Ἀβύδου καὶ ἀπέχοντα οὐ πλέον ὀκτὼ σταδίων, ὅσοι τε διὰ Λακεδαιμονίους γῆν ἔσχον ἐν Χερρονήσῳ, ἥθροιζε, καὶ ὅσοι αὖ ἐκ τῶν ἐν τῇ Εὐρώπῃ πόλεων ἁρμοσταὶ ἐξέπιπτον, καὶ τούτους ἐδέχετο, λέγων ὅτι οὐδʼ ἐκείνους ἀθυμεῖν δεῖ, ἐννοουμένους ὅτι καὶ ἐν τῇ Ἀσίᾳ, ἣ ἐξ ἀρχῆς βασιλέως ἐστί, καὶ Τῆμνος, οὐ μεγάλη πόλις, καὶ Αἰγαιεῖς καὶ ἄλλα γε χωρία δύνανται οἰκεῖν οὐχ ὑπήκοοι ὄντες βασιλέως. καίτοι, ἔφη, ποῖον μὲν ἂν ἰσχυρότερον Σηστοῦ λάβοιτε χωρίον, ποῖον δὲ δυσπολιορκητότερον; ὃ καὶ νεῶν καὶ πεζῶν δεῖται, εἰ μέλλοι πολιορκηθήσεσθαι.

众人听罢这番话,绝非勉强受命,而是欣然依从;他们热情接待前来的各总督,并派人迎回不在城内的总督。当城中汇集了众多得力人士后,德尔基利达斯又渡海前往与阿比多斯隔海相对、相距不过八斯塔迪昂的塞斯托斯,召集所有因拉刻代蒙人之助而在赫尔索内斯获得土地的人,并接纳了所有从欧洲各城邦被驱逐出来的总督。他告诫他们不必灰心丧气,提醒他们即便在自古归波斯王管辖的小亚细亚,非大邦的特姆诺斯、艾盖亚人以及其他要塞,也依然能够不作为大王的臣民而独立生存。“况且,”他说,“你们还能找到什么比塞斯托斯更坚固、更难围攻的地方呢?若要围攻此地,非得同时动用水陆两军不可。”

语法注3 条
  1. 4.8.1ὡς οὔτε ἀκροπόλεις ἐντειχίσοιεν ἐάσοιέν τε αὐτονόμους

    由 παρεμυθοῦντο 引出的间接引语从句,动词采用了将来时祈愿语气(ἐντειχίσοιεν, ἐάσοιεν)。由于主句动词为过去时态,直接引语中表达承诺或保证的将来时直陈语气(οὔτε... ἐντειχιοῦμεν ἐάσομέν τε...)根据时态呼应规则转变为将来时祈愿语气。

  2. 4.8.4ἔστι δὲ οὐχ οὕτως ἔχον ὡς, εἰ τῇ ναυμαχίᾳ ἐκρατήθημεν, οὐδὲν ἄρα ἔτι ἐσμέν

    ἔστι... ἔχον 是由 εἰμί 加现在分词构成的迂回表达,意为“事情的状况是……”。否定词 οὐχ 否定整件事态,随后的 ὡς 从句说明所排斥的假定内容(“仿佛我们海战落败,因此就彻底一无是处了一样”)。小词 ἄρα 突显了一种被说话者视为错误的推论。

  3. 4.8.4ὅσῳ δὲ μᾶλλον αἱ ἄλλαι πόλεις σὺν τῇ τύχῃ ἀπεστράφησαν ἡμῶν, τοσούτῳ ὄντως ἡ ὑμετέρα πιστότης μείζων φανείη ἄν

    由表示程度差异的与格构成的相关结构 ὅσῳ... τοσούτῳ(“越是……就越是……”)。从属从句中使用不定过去时直陈语气(ἀπεστράφησαν)陈述既成事实,主句结论部分则采用 ἄν 搭配祈愿语气(φανείη ἄν)构成潜势表达,表示委婉的断言。σὺν τῇ τύχῃ 意为“随着运势的流转”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.1-4.8.5