← 色诺芬

希腊史

§4.8.12-4.8.18

安塔尔基达斯的和谈与科农被囚

安塔尔基达斯与波斯将领提里巴佐斯展开和谈,但因雅典及其盟邦的拒绝而破局;提里巴佐斯暗中资助斯巴达并囚禁科农,随后返廷请示。大王遣偏向雅典的斯特鲁塔斯接任,斯巴达遂派西布隆出兵与其交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.12

οἱ δὲ Λακεδαιμόνιοι ἀκούοντες ὅτι Κόνων καὶ τὸ τεῖχος τοῖς Ἀθηναίοις ἐκ τῶν βασιλέως χρημάτων ἀνορθοίη καὶ τὸ ναυτικὸν ἀπὸ τῶν ἐκείνου τρέφων τάς τε νήσους καὶ τὰς ἐν τῇ ἠπείρῳ παρὰ θάλατταν πόλεις Ἀθηναίοις εὐτρεπίζοι, ἐνόμισαν, εἰ ταῦτα διδάσκοιεν Τιρίβαζον βασιλέως ὄντα στρατηγόν, ἢ καὶ ἀποστῆσαι ἂν πρὸς ἑαυτοὺς τὸν Τιρίβαζον ἢ παῦσαί γʼ ἂν τὸ Κόνωνος ναυτικὸν τρέφοντα.1 γνόντες δὲ οὕτω, πέμπουσιν Ἀνταλκίδαν πρὸς τὸν Τιρίβαζον, προστάξαντες αὐτῷ ταῦτα διδάσκειν καὶ πειρᾶσθαι εἰρήνην τῇ πόλει ποιεῖσθαι πρὸς βασιλέα.

拉刻代蒙人听说科农不仅用大王的钱财为雅典人重建城墙,而且靠大王的资费维持舰队,使诸岛屿和大陆沿海城市归附于雅典人,便认为如果将这些情况告知大王的将领提里巴佐斯,他们要么能将提里巴佐斯拉拢到自己一边,要么至少能使他停止资助科农的舰队。拿定主意后,他们派遣安塔尔基达斯前往提里巴佐斯处,吩咐他告知这些情由,并设法为城邦与大王缔结和约。

§4.8.13

αἰσθόμενοι δὲ ταῦτα οἱ Ἀθηναῖοι ἀντιπέμπουσι πρέσβεις μετὰ Κόνωνος Ἑρμογένη καὶ Δίωνα καὶ Καλλισθένη καὶ Καλλιμέδοντα. συμπαρεκάλεσαν δὲ καὶ ἀπὸ τῶν συμμάχων πρέσβεις· καὶ παρεγένοντο ἀπό τε Βοιωτῶν καὶ Κορίνθου καὶ Ἄργους.

雅典人察觉此事后,也派使节与科农一同前去交涉,同行的有赫尔墨革涅斯、狄翁、卡利斯忒涅斯和卡利墨冬。他们还邀请同盟者派使节随行;来自波奥提亚人、科林斯和阿戈斯的使节也随之抵达。

§4.8.14

ἐπεὶ δʼ ἐκεῖ ἦσαν, ὁ μὲν Ἀνταλκίδας ἔλεγε πρὸς τὸν Τιρίβαζον ὅτι εἰρήνης δεόμενος ἥκοι τῇ πόλει πρὸς βασιλέα, καὶ ταύτης οἵασπερ βασιλεὺς ἐπεθύμει. τῶν τε γὰρ ἐν τῇ Ἀσίᾳ Ἑλληνίδων πόλεων Λακεδαιμονίους βασιλεῖ οὐκ ἀντιποιεῖσθαι, τάς τε νήσους ἁπάσας καὶ τὰς ἄλλας πόλεις ἀρκεῖν σφίσιν αὐτονόμους εἶναι. καίτοι, ἔφη, τοιαῦτα ἐθελόντων ἡμῶν, τίνος ἂν ἕνεκα πρὸς ἡμᾶς βασιλεὺς πολεμοίη ἢ χρήματα δαπανῴη; καὶ γὰρ οὐδʼ ἐπὶ βασιλέα στρατεύεσθαι δυνατὸν οὔτε Ἀθηναίοις μὴ ἡγουμένων ἡμῶν οὔθʼ ἡμῖν αὐτονόμων οὐσῶν τῶν πόλεων.

当他们到达该地后,安塔尔基达斯向提里巴佐斯表示,他此番前来是代表本城邦向大王求和,且这种和平正是大王所希求的那种。因为拉刻代蒙人并不向大王争夺亚洲的希腊城邦,只要所有岛屿及其他城邦保持自治,对他们而言便已足够。 “况且,”他说,“在我们愿意接受这些条件的情况下,大王又何必与我们交战或靡费钱财呢?因为如果没有我们的领导,雅典人便不可能出兵讨伐大王;而若各城邦皆自治,我们自己也同样无法进兵大王。”

§4.8.15

τῷ μὲν δὴ Τιριβάζῳ ἀκούοντι ἰσχυρῶς ἤρεσκον οἱ τοῦ Ἀνταλκίδου λόγοι· τοῖς δὲ ἐναντίοις λόγοι ταῦτʼ ἦν. οἵ τε γὰρ Ἀθηναῖοι ἐφοβοῦντο συνθέσθαι αὐτονόμους εἶναι τὰς νήσους, μὴ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου στερηθεῖεν, οἵ τε Θηβαῖοι, μὴ ἀναγκασθείησαν2 ἀφεῖναι τὰς Βοιωτίας πόλεις αὐτονόμους, οἵ τʼ Ἀργεῖοι, οὗ ἐπεθύμουν, οὐκ ἐνόμιζον ἂν τὴν Κόρινθον δύνασθαι ὡς Ἄργος ἔχειν3 τοιούτων συνθηκῶν καὶ σπονδῶν γενομένων. αὕτη μὲν ἡ εἰρήνη οὕτως ἐγένετο ἀτελής, καὶ ἀπῆλθον οἴκαδε ἕκαστος.

提里巴佐斯听罢这番话,对安塔尔基达斯的提议深感赞许;但在对立各方看来,这些不过是空谈。因为雅典人害怕同意各岛自治会使自己丧失利姆诺斯、因布罗斯和斯库罗斯;底比斯人害怕被迫放任波奥提亚各城自治;而阿戈斯人则认为,一旦达成此种条约和休战,他们便无法实现其夙愿,将科林斯据为阿戈斯一体。于是,这次媾和无果而终,各方各自返回故里。

§4.8.16

ὁ μέντοι Τιρίβαζος τὸ μὲν ἄνευ βασιλέως μετὰ Λακεδαιμονίων γενέσθαι οὐκ ἀσφαλὲς αὑτῷ ἡγεῖτο εἶναι· λάθρᾳ γε μέντοι ἔδωκε χρήματα Ἀνταλκίδᾳ, ὅπως ἂν πληρωθέντος ναυτικοῦ ὑπὸ Λακεδαιμονίων οἵ τε Ἀθηναῖοι καὶ οἱ σύμμαχοι αὐτῶν μᾶλλον τῆς εἰρήνης προσδέοιντο, καὶ τὸν Κόνωνα ὡς ἀδικοῦντά τε βασιλέα καὶ ἀληθῆ λεγόντων Λακεδαιμονίων εἶρξε. ταῦτα δὲ ποιήσας ἀνέβαινε πρὸς βασιλέα, φράσων ἅ τε λέγοιεν οἱ Λακεδαιμόνιοι καὶ ὅτι Κόνωνα συνειληφὼς εἴη ὡς ἀδικοῦντα, καὶ ἐρωτήσων τί χρὴ ποιεῖν περὶ τούτων ἁπάντων.

然而提里巴佐斯认为,未经大王首肯便与拉刻代蒙人结盟对自己而言并不安全;但他依然暗中资助安塔尔基达斯,以便在拉刻代蒙人装备好舰队后,雅典人及其盟友会更加渴求和平;同时,他又以科农侵害大王、拉刻代蒙人所言属实为由,将科农扣押下狱。做完这些事后,他启程前往大王处,既汇报拉刻代蒙人的提议,又禀明自己已因科农图谋不轨而将其拘捕,并请示对这一切该当如何处置。

§4.8.17

καὶ βασιλεὺς μέν, ὡς Τιρίβαζος ἄνω παρʼ αὐτῷ ἦν, Στρούθαν καταπέμπει ἐπιμελησόμενον τῶν κατὰ θάλατταν. ὁ μέντοι Στρούθας ἰσχυρῶς τοῖς Ἀθηναίοις καὶ τοῖς συμμάχοις τὴν γνώμην προσεῖχε, μεμνημένος ὅσα κακὰ ἐπεπόνθει ἡ βασιλέως χώρα ὑπʼ Ἀγησιλάου. οἱ δὲ Λακεδαιμόνιοι ἐπεὶ ἑώρων τὸν Στρούθαν πρὸς ἑαυτοὺς μὲν πολεμικῶς ἔχοντα, πρὸς δὲ τοὺς Ἀθηναίους φιλικῶς, Θίβρωνα πέμπουσιν ἐπὶ πολέμῳ πρὸς αὐτόν. ὁ δὲ διαβάς τε καὶ ὁρμώμενος ἐξ Ἐφέσου τε καὶ τῶν ἐν Μαιάνδρου πεδίῳ πόλεων Πριήνης τε καὶ Λευκόφρυος καὶ Ἀχιλλείου, ἔφερε καὶ ἦγε τὴν βασιλέως.

大王在提里巴佐斯身处内地自己身边期间,派遣斯特鲁塔斯下抵沿海接管事务。然而斯特鲁塔斯深念阿格西劳斯曾使大王领土遭受的惨重劫难,因而坚决偏向雅典人及其盟友。拉刻代蒙人见斯特鲁塔斯对自己怀有敌意而对雅典人亲善,便派遣西布隆前去与他开战。西布隆渡海之后,以以弗所以及迈安德罗斯平原上的普里埃内、琉科弗律斯和阿基莱翁等城为基地,大肆掳掠抢夺大王的领土。

§4.8.18

προϊόντος δὲ τοῦ χρόνου κατανοήσας ὁ Στρούθας ὅτι Θίβρων βοηθοίη ἑκάστοτε ἀτάκτως καὶ καταφρονητικῶς, ἔπεμψεν ἱππέας εἰς τὸ πεδίον καὶ καταδραμόντας ἐκέλευσε περιβαλλομένους ἐλαύνειν ὅ τι δύναιντο. ὁ δὲ Θίβρων ἐτύγχανεν ἐξ ἀρίστου διασκηνῶν4 μετὰ Θερσάνδρου τοῦ αὐλητοῦ. ἦν γὰρ ὁ Θέρσανδρος οὐ μόνον αὐλητὴς ἀγαθός, ἀλλὰ καὶ ἀλκῆς, ἅτε λακωνίζων, ἀντεποιεῖτο.

随着时间推移,斯特鲁塔斯察觉到西布隆每次率军驰援时都毫无阵型且轻敌傲慢,便派遣骑兵进入平原,命其奔驰突袭,包围并驱赶掠走一切所能捕获的财物人员。此时西布隆恰好用毕午餐,正与笛师瑟尔桑德罗斯在营帐中歇息。因为瑟尔桑德罗斯不仅是一名出色的吹笛手,而且由于效仿斯巴达风尚,在武勇方面也颇自负。

语法注4 条
  1. 4.8.12ἢ καὶ ἀποστῆσαι ἂν πρὸς ἑαυτοὺς τὸν Τιρίβαζον ἢ παῦσαί γʼ ἂν τὸ Κόνωνος ναυτικὸν τρέφοντα

    受动词 ἐνόμισαν 支配的间接引语结构,不定式带有 ἄν(ἀποστῆσαι ἄν 与 παῦσαι ἄν),对应直接引语中带有 ἄν 的愿望语气潜在句。ἀποστῆσαι 为第一不定过去时主动不定式,作及物动词用(宾语为 τὸν Τιρίβαζον,意为“使提里巴佐斯归附他们”),而非不及物用法。分词 τρέφοντα 为动词 παῦσαι 的补充成分,在宾格上与宾语提里巴佐斯一致(“阻止他供养科农的舰队”)。

  2. 4.8.15οἵ τε Θηβαῖοι, μὴ ἀναγκασθείησαν

    省略性句式,其支配动词需承前句 οἵ τε γὰρ Ἀθηναῖοι ἐφοβοῦντο 补出表示恐惧的动词 ἐφοβοῦντο。从属从句 μὴ ἀναγκασθείησαν 是历史时态支配下的愿望语气恐惧从句(“唯恐被迫……”)。

  3. 4.8.15οὗ ἐπεθύμουν, οὐκ ἐνόμιζον ἂν τὴν Κόρινθον δύνασθαι ὡς Ἄργος ἔχειν

    关系代词属格 οὗ 融合了先行词,作支配属格的动词 ἐπεθύμουν 的宾语。小辞 ἄν 句法上修饰不定式 δύνασθαι(或 ἔχειν)而非主节动词 ἐνόμιζον,在间接引语中表达潜在可能(“他们认为自己不可能将科林斯作为阿戈斯一体来掌控”)。短语 ὡς Ἄργος ἔχειν 指将科林斯视同并吞并为阿戈斯的一部分。

  4. 4.8.18ἐξ ἀρίστου διασκηνῶν

    介词短语 ἐξ ἀρίστου 是时间习语,意为“午餐(早市餐)后”。διασκηνῶν 是动词 διασκηνέω(在营帐中歇息、散居)的现在分词,与 ἐτύγχανεν 构成系动分词结构(“正巧在营帐中休息”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.12-4.8.18