← 色诺芬

希腊史

§4.8.26-4.8.32

特拉绪布洛斯的爱琴海远征与阵亡

特拉绪布洛斯控制赫勒斯滂诸城邦及拜占庭并在莱斯博斯击败斯巴达军,后在阿斯彭多斯遇害;拉刻代蒙随后派遣阿纳克西比奥斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.26

εἰς δὲ τὸν Ἑλλήσποντον πλεύσας καὶ οὐδενὸς ἀντιπάλου παρόντος ἐνόμισε καταπρᾶξαι ἄν τι1 τῇ πόλει ἀγαθόν. καὶ οὕτω δὴ πρῶτον μὲν καταμαθὼν στασιάζοντας Ἀμήδοκόν τε τὸν Ὀδρυσῶν βασιλέα καὶ Σεύθην τὸν ἐπὶ θαλάττῃ ἄρχοντα ἀλλήλοις μὲν διήλλαξεν αὐτούς, Ἀθηναίοις δὲ φίλους καὶ συμμάχους ἐποίησε, νομίζων καὶ τὰς ὑπὸ τῇ Θρᾴκῃ οἰκούσας Ἑλληνίδας πόλεις φίλων ὄντων τούτων μᾶλλον προσέχειν ἂν τοῖς Ἀθηναίοις τὸν νοῦν.

他航向赫勒斯滂,见没有任何敌手在场,便认为自己能为城邦立下功绩。于是首先,他获悉奥德吕萨人之王阿梅多科斯与沿海地区的统治者修忒斯正彼此反目,便使他们相互和解,并让他们成为雅典人的友邦与盟友,因为他认为,若这二人成为友邦,居住在色雷斯沿岸的希腊城邦也会更加顺服雅典人。

§4.8.27

ἐχόντων δὲ τούτων τε καλῶς καὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων διὰ τὸ βασιλέα φίλον τοῖς Ἀθηναίοις εἶναι, πλεύσας εἰς Βυζάντιον ἀπέδοτο τὴν δεκάτην τῶν ἐκ τοῦ Πόντου πλεόντων.2 μετέστησε δὲ ἐξ ὀλιγαρχίας εἰς τὸ δημοκρατεῖσθαι τοὺς Βυζαντίους· ὥστε οὐκ ἀχθεινῶς ἑώρα ὁ τῶν Βυζαντίων δῆμος Ἀθηναίους ὅτι πλείστους παρόντας ἐν τῇ πόλει.

当这些事务安排妥当,且因大王与雅典人交好而亚洲诸城邦的局势亦颇为顺利时,他航行至拜占庭,拍卖了对从本都驶出的船只征收十分之一税的权利。他还将拜占庭人的政体由寡头政转变为民主政;因此拜占庭的平民派颇乐意看到城内驻扎着尽可能多的雅典人。

§4.8.28

ταῦτα δὲ πράξας καὶ Καλχηδονίους φίλους προσποιησάμενος ἀπέπλει ἔξω τοῦ Ἑλλησπόντου. ἐπιτυχὼν δʼ ἐν τῇ Λέσβῳ ταῖς πόλεσι πάσαις πλὴν Μυτιληναίων λακωνιζούσαις, ἐπʼ οὐδεμίαν αὐτῶν ᾔει, πρὶν ἐν Μυτιλήνῃ συντάξας τούς τε ἀπὸ τῶν ἑαυτοῦ νεῶν τετρακοσίους ὁπλίτας καὶ τοὺς ἐκ τῶν πόλεων φυγάδας, ὅσοι εἰς Μυτιλήνην κατεπεφεύγεσαν, καὶ αὐτῶν δὲ Μυτιληναίων τοὺς ἐρρωμενεστάτους προσλαβών, καὶ ἐλπίδας ὑποθεὶς τοῖς μὲν Μυτιληναίοις, ὡς ἐὰν λάβῃ τὰς πόλεις, προστάται πάσης Λέσβου ἔσονται, τοῖς δὲ φυγάσιν, ὡς ἐὰν ὁμοῦ ὄντες ἐπὶ μίαν ἑκάστην τῶν πόλεων ἴωσιν, ἱκανοὶ ἔσονται ἅπαντες εἰς τὰς πατρίδας ἀνασωθῆναι, τοῖς δʼ αὖ ἐπιβάταις ὡς φίλην Λέσβον προσποιήσαντες τῇ πόλει πολλὴν εὐπορίαν χρημάτων διαπεπραγμένοι ἔσονται, ταῦτα δὲ παραμυθησάμενος καὶ συντάξας ἦγεν αὐτοὺς ἐπὶ Μήθυμναν.3

办妥这些事情并结交卡尔刻冬人使之成为盟友后,他驶离了赫勒斯滂。在莱斯博斯岛上,他发现除米提利尼之外所有城邦皆倒向斯巴达,于是在未完成整顿之前未向其中任何一处进发:他在米提利尼将来自自己船只的四百名重装步兵与各邦逃亡至米提利尼的所有流亡者整编起来,又增编了米提利尼人中最精壮者;他使米提利尼人满怀希望,若攻占诸城邦他们将成为全莱斯博斯的领袖;使流亡者们满怀希望,若齐心协力依次攻打各城,他们所有人皆能重返祖国;又使舰载水兵们满怀希望,若为己方城邦争取到友好的莱斯博斯,便能获得极其丰厚的资财——他如此激励并排布好他们后,便率众进军麦提姆纳。

§4.8.29

Θηρίμαχος μέντοι, ὃς ἁρμοστὴς ἐτύγχανεν ὢν τῶν Λακεδαιμονίων, ὡς ἤκουσε τὸν Θρασύβουλον προσιέναι, τούς τʼ ἀπὸ τῶν αὑτοῦ νεῶν λαβὼν ἐπιβάτας καὶ αὐτοὺς τοὺς Μηθυμναίους καὶ ὅσοι Μυτιληναίων φυγάδες ἐτύγχανον αὐτόθι, ἀπήντων ἐπὶ τὰ ὅρια.4 μάχης δὲ γενομένης ὁ μὲν Θηρίμαχος αὐτοῦ ἀποθνῄσκει, τῶν δʼ ἄλλων φευγόντων πολλοὶ ἀπέθανον.

然而,身任拉刻代蒙人长官的塞里马科斯听说特拉绪布洛斯逼近,便率领自己战船上的水兵、麦提姆纳人自身以及身在该处的所有米提利尼流亡者,前去边境迎敌。战斗发生后,塞里马科斯当场阵亡,其余逃跑的人中亦有许多被斩杀。

§4.8.30

ἐκ δὲ τούτου τὰς μὲν προσηγάγετο τῶν πόλεων, ἐκ δὲ τῶν οὐ προσχωρουσῶν λεηλατῶν χρήματα τοῖς στρατιώταις, ἔσπευσεν εἰς τὴν Ῥόδον ἀφικέσθαι. ὅπως δʼ ἂν καὶ ἐκεῖ ὡς ἐρρωμενέστατον τὸ στράτευμα ποιήσαιτο, ἐξ ἄλλων τε πόλεων ἠργυρολόγει καὶ εἰς Ἄσπενδον ἀφικόμενος ὡρμίσατο εἰς τὸν Εὐρυμέδοντα ποταμόν. ἤδη δʼ ἔχοντος αὐτοῦ χρήματα παρὰ τῶν Ἀσπενδίων, ἀδικησάντων τι ἐκ τῶν ἀγρῶν τῶν στρατιωτῶν, ὀργισθέντες οἱ Ἀσπένδιοι τῆς νυκτὸς ἐπιπεσόντες κατακόπτουσιν ἐν τῇ σκηνῇ αὐτόν.

此后,他招降了其中一些城邦,并从不顺从的城邦中掳掠资财以犒劳士兵,随后便急于赶赴罗得岛。为了在那里也能使军队尽可能强大,他从其他城邦搜括钱财,抵达阿斯彭多斯后在欧律墨冬河抛锚停泊。尽管他已从阿斯彭多斯人那里收取了钱财,但由于他的士兵在田野间有所侵掠,愤怒的阿斯彭多斯人在夜间突袭,将他斩杀于军帐之中。

§4.8.31

καὶ Θρασύβουλος μὲν δὴ μάλα δοκῶν ἀνὴρ ἀγαθὸς εἶναι οὕτως ἐτελεύτησεν. οἱ μέντοι Ἀθηναῖοι ἑλόμενοι ἀντʼ αὐτοῦ Ἀγύρριον ἐπὶ τὰς ναῦς ἐξέπεμψαν. αἰσθόμενοι δʼ οἱ Λακεδαιμόνιοι ὅτι ἡ δεκάτη τε τῶν ἐκ τοῦ Πόντου πεπραμένη εἴη ἐν Βυζαντίῳ ὑπʼ Ἀθηναίων καὶ Καλχηδόνα ἔχουσι καὶ αἱ ἄλλαι Ἑλλησπόντιαι πόλεις φίλου ὄντος αὐτοῖς Φαρναβάζου εὖ ἔχοιεν, ἔγνωσαν ἐπιμελητέον εἶναι.

特拉绪布洛斯这位被公认为极其优秀的男子便如此死去了。然而雅典人选举了阿吉里奥斯代替他,派往统领舰队。拉刻代蒙人察觉到从本都驶出船只的十分之一税已在拜占庭被雅典人变卖包税,雅典人据有卡尔刻冬,且因法尔纳巴佐斯与雅典人结好而使赫勒斯滂其余城邦皆局势良好,便认定必须采取对策。

§4.8.32

τῷ μὲν οὖν Δερκυλίδᾳ οὐδὲν ἐμέμφοντο· Ἀναξίβιος μέντοι φίλων αὐτῷ γενομένων τῶν ἐφόρων διεπράξατο ὥστε αὐτὸς ἐκπλεῦσαι ἁρμοστὴς εἰς Ἄβυδον. εἰ δὲ λάβοι ἀφορμὴν καὶ ναῦς, καὶ πολεμήσειν ὑπισχνεῖτο τοῖς Ἀθηναίοις, ὥστε μὴ ἔχειν ἐκείνοις καλῶς τὰ ἐν Ἑλλησπόντῳ.

他们固然对德尔基利达斯无可指责,但阿纳克西比奥斯赢得了监察官们的友谊,谋求让自己作为总督出航至阿比多斯。他许诺若能获得资金与船只,便与雅典人开战,使他们在赫勒斯滂不再顺风顺水。

语法注4 条
  1. 4.8.26ἐνόμισε καταπρᾶξαι ἄν τι

    由 ἐνόμισε 引出的带 ἄν 的不定式,代表间接引语中的潜势希求语气(καταπράξαιμι ἄν,“我能达成”),表达了他对能够立下战功的主观预期。

  2. 4.8.27ἀπέδοτο τὴν δεκάτην τῶν ἐκ τοῦ Πόντου πλεόντων

    中动式 ἀποδίδομαι 在此作古希腊包税制(tax-farming)的技术性用语,指将对驶出色雷斯博斯普鲁斯海峡/本都商船征收十分之一关税的征税权拍卖给包税人。

  3. 4.8.28ἐπʼ οὐδεμίαν αὐτῶν ᾔει, πρὶν ἐν Μυτιλήνῃ συντάξας ... ἦγεν αὐτοὺς ἐπὶ Μήθυμναν

    一种破格句(anacoluthon):否定主句 ἐπʼ οὐδεμίαν αὐτῶν ᾔει 之后的连词 πρίν 因插入了大量分词短语(συντάξας, προσλαβών, ὑποθείς)及各类期望条款(ὡς ...)而拉长,致使原有的从属句法结构中断,最终以主句式未完成过去直陈语气动词(ταῦτα δὲ ... ἦγεν)重新接续并结束全句。

  4. 4.8.29ἀπήντων ἐπὶ τὰ ὅρια

    动词为复数(ἀπήντων),属于意义构句(constructio ad sensum):虽然语法主语是单数的 Θηρίμαχος,但分词短语 λαβὼν ἐπιβάτας καὶ αὐτοὺς τοὺς Μηθυμναίους ... 将随同其作战的水兵与麦提姆纳人一并纳入了逻辑主语之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.26-4.8.32