← 色诺芬

希腊史

§4.8.19-4.8.25

西布隆战死与争夺罗得岛的海战

斯特鲁塔斯击杀西布隆后,斯巴达派遣狄弗里达斯与埃克狄科斯,随后特琉提亚斯率舰队前往罗得岛并俘获雅典船队;雅典亦派出特拉绪布洛斯率舰应对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.19

ὁ δὲ Στρούθας, ἰδὼν ἀτάκτως τε βοηθοῦντας καὶ ὀλίγους τοὺς πρώτους,1 ἐπιφαίνεται πολλούς τε ἔχων καὶ συντεταγμένους ἱππέας. καὶ Θίβρωνα μὲν καὶ Θέρσανδρον πρώτους ἀπέκτειναν· ἐπεὶ δʼ οὗτοι ἔπεσον, ἐτρέψαντο καὶ τὸ ἄλλο στράτευμα, καὶ διώκοντες παμπλήθεις κατέβαλον, ἦσαν δὲ καὶ οἳ ἐσώθησαν αὐτῶν εἰς τὰς φιλίας πόλεις, καὶ πλείους διὰ τὸ ὀψὲ αἰσθέσθαι τῆς βοηθείας. πολλάκις γάρ, καὶ τότε, οὐδὲ παραγγείλας τὴν βοήθειαν ἐποιήσατο. καὶ ταῦτα μὲν οὕτως ἐγεγένητο.

斯特鲁塔斯见前来驰援的人毫无秩序,且最先抵达者人数寥寥,便率领人数众多且列成整齐阵型的骑兵现身。他们首先杀死了西布隆和瑟尔桑德罗斯;二人倒下后,他们又击溃了其余部队,并在追击中斩杀了极多的人。不过,他们当中也有一些人逃入友好的城邦而获救,而且人数更多的人得以逃生,是因为发觉救援行动太晚;因为西布隆正如往常一样,这次甚至连进军号令都未曾下达便前去救援。事情的经过便是如此。

§4.8.20

ἐπεὶ δʼ ἦλθον εἰς Λακεδαίμονα οἱ ἐκπεπτωκότες Ῥοδίων ὑπὸ τοῦ δήμου, ἐδίδασκον ὡς οὐκ ἄξιον εἴη περιιδεῖν Ἀθηναίους Ῥόδον καταστρεψαμένους καὶ τοσαύτην δύναμιν συνθεμένους. γνόντες οὖν οἱ Λακεδαιμόνιοι ὡς εἰ μὲν ὁ δῆμος κρατήσοι, Ἀθηναίων ἔσται Ῥόδος ἅπασα, εἰ δὲ οἱ πλουσιώτεροι, ἑαυτῶν, ἐπλήρωσαν αὐτοῖς ναῦς ὀκτώ, ναύαρχον δὲ Ἔκδικον ἐπέστησαν.

当被平民派驱逐的罗得岛人抵达拉刻代蒙后,他们进言道,坐视雅典人征服罗得岛并积聚如此庞大的力量是不合宜的。拉刻代蒙人认识到,若平民派得势,整个罗得岛都将归雅典人所有,若富人派得势,则将归自己所有,于是为他们配备了八艘战船,并任命埃克狄科斯为舰队统帅。

§4.8.21

συνεξέπεμψαν δʼ ἐπὶ τούτων τῶν νεῶν καὶ Διφρίδαν. ἐκέλευσαν δʼ αὐτὸν διαβάντα εἰς τὴν Ἀσίαν τάς τε Θίβρωνα ὑποδεξαμένας πόλεις διασῴζειν, καὶ στράτευμα τὸ περισωθὲν ἀναλαβόντα καὶ ἄλλο, εἴ ποθεν δύναιτο, συλλέξαντα πολεμεῖν πρὸς Στρούθαν. ὁ μὲν δὴ Διφρίδας ταῦτʼ ἐποίει, καὶ τά τʼ ἄλλα ἐπετύγχανε καὶ Τιγράνην τὸν τὴν Στρούθα ἔχοντα θυγατέρα πορευόμενον εἰς Σάρδεις λαμβάνει σὺν αὐτῇ τῇ γυναικί, καὶ χρημάτων πολλῶν ἀπέλυσεν· ὥστʼ εὐθὺς ἐντεῦθεν εἶχε μισθοδοτεῖν.

他们还派遣狄弗里达斯随同这些船只出发,命令他渡海前往亚洲,既保全曾接纳西布隆的那些城邦,又收编幸存的部队,并在可能的地方搜集其他兵力,与斯特鲁塔斯作战。狄弗里达斯照此行事,在其他方面皆颇为顺利,尤其是俘获了前往萨狄斯途中的斯特鲁塔斯之婿蒂格拉涅斯及其妻,并以巨额赎金将其释放;因此他当即便能由此筹得资金给军队发放薪俸。

§4.8.22

ἦν δʼ οὗτος ἁνὴρ εὔχαρίς τε οὐχ ἧττον τοῦ Θίβρωνος, μᾶλλόν τε συντεταγμένος καὶ ἐγχειρητικώτερος στρατηγός. οὐδὲ γὰρ ἐκράτουν αὐτοῦ αἱ τοῦ σώματος ἡδοναί, ἀλλʼ ἀεὶ πρὸς ᾧ εἴη ἔργῳ, τοῦτο ἔπραττεν. ὁ δʼ Ἔκδικος ἐπεὶ εἰς τὴν Κνίδον ἔπλευσε καὶ ἐπύθετο τὸν ἐν τῇ Ῥόδῳ δῆμον πάντα κατέχοντα, καὶ κρατοῦντα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν διπλασίαις τριήρεσιν ἢ αὐτὸς εἶχεν, ἡσυχίαν ἦγεν ἐν τῇ Κνίδῳ.

此人风度不亚于西布隆,且是一位更有纪律、更富魄力的将领;因为肉体的享乐无法支配他,他总是全力投入于手头的事务。而埃克狄科斯航行至克尼多斯后,得知罗得岛的平民派已完全掌控大局,并且凭借相当于他自己船只两倍的三列桨战船在陆地和海上皆占尽优势,便滞留于克尼多斯按兵不动。

§4.8.23

οἱ δʼ αὖ Λακεδαιμόνιοι ἐπεὶ ᾔσθοντο αὐτὸν ἐλάττω ἔχοντα δύναμιν ἢ ὥστε τοὺς φίλους ὠφελεῖν,2 ἐκέλευσαν τὸν Τελευτίαν σὺν ταῖς δώδεκα ναυσὶν αἷς εἶχεν ἐν τῷ περὶ Ἀχαΐαν καὶ Λέχαιον κόλπῳ περιπλεῖν πρὸς τὸν Ἔκδικον, κἀκεῖνον μὲν ἀποπέμψαι, αὐτὸν δὲ τῶν τε βουλομένων φίλων εἶναι ἐπιμελεῖσθαι καὶ τοὺς πολεμίους ὅ τι δύναιτο κακὸν ποιεῖν. ὁ δὲ Τελευτίας ἐπειδὴ ἀφίκετο εἰς τὴν Σάμον, προσλαβὼν ἐκεῖθεν ναῦς ἔπλευσεν εἰς Κνίδον, ὁ δʼ Ἔκδικος οἴκαδε.

拉刻代蒙人察觉到他的兵力太弱以至于无法援助友邦,便命令掌管阿哈伊亚及莱哈伊翁周边海湾十二艘船只的特琉提亚斯航行前往埃克狄科斯处,将后者打发回国,自己则负责照应愿与己方结好之人,并竭尽所能打击敌人。特琉提亚斯抵达萨摩斯后,从那里增募了船只,随后航行至克尼多斯,埃克狄科斯则返回国内。

§4.8.24

αὐτὸς δʼ ἔπλει εἰς τὴν Ῥόδον, ἤδη ἔχων ναῦς ἑπτὰ καὶ εἴκοσι· πλέων δὲ περιτυγχάνει Φιλοκράτει τῷ Ἐφιάλτου πλέοντι μετὰ δέκα τριήρων Ἀθήνηθεν εἰς Κύπρον ἐπὶ συμμαχίᾳ τῇ Εὐαγόρου, καὶ λαμβάνει πάσας, ὑπεναντιώτατα δὴ ταῦτα ἀμφότεροι ἑαυτοῖς πράττοντες·3 οἵ τε γὰρ Ἀθηναῖοι φίλῳ χρώμενοι βασιλεῖ συμμαχίαν ἔπεμπον Εὐαγόρᾳ τῷ πολεμοῦντι πρὸς βασιλέα, ὅ τε Τελευτίας Λακεδαιμονίων πολεμούντων βασιλεῖ τοὺς πλέοντας ἐπὶ τῷ ἐκείνου πολέμῳ διέφθειρεν. ἐπαναπλεύσας δʼ εἰς Κνίδον καὶ διαθέμενος ἃ ἔλαβεν, εἰς Ῥόδον αὖ ἀφικόμενος ἐβοήθει τοῖς τὰ αὐτῶν φρονοῦσιν.

特琉提亚斯自己率领已达二十七艘的战船驶向罗得岛。航行途中,他遭遇了埃菲阿尔特斯之子菲洛克拉特斯正率领十艘三列桨战船从雅典驶往塞浦路斯去援助埃瓦戈拉斯,便将其全部俘获——双方的举动皆完全违背了自己的切身利益。因为雅典人本视大王为友邦,却派兵援助正在与大王交战的埃瓦戈拉斯;而特琉提亚斯在拉刻代蒙人正与大王交战之际,却消灭了前往征讨大王的部队。他在返回克尼多斯并变卖战利品后,再次抵达罗得岛,支援己方的支持者。

§4.8.25

οἱ δʼ Ἀθηναῖοι νομίσαντες τοὺς Λακεδαιμονίους πάλιν δύναμιν κατασκευάζεσθαι ἐν τῇ θαλάττῃ, ἀντεκπέμπουσι Θρασύβουλον τὸν Στειριέα σὺν τετταράκοντα ναυσίν. ὁ δʼ ἐκπλεύσας τῆς μὲν εἰς Ῥόδον βοηθείας ἐπέσχε,4 νομίζων οὔτʼ ἂν αὐτὸς ῥᾳδίως τιμωρήσασθαι τοὺς φίλους τῶν Λακεδαιμονίων τεῖχος ἔχοντας καὶ Τελευτίου σὺν ναυσὶ παρόντος συμμάχου αὐτοῖς, οὔτʼ ἂν τοὺς σφετέρους φίλους ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τάς τε πόλεις ἔχοντας καὶ πολὺ πλείους ὄντας καὶ μάχῃ κεκρατηκότας·

雅典人认为拉刻代蒙人正重新在海上构筑势力,便派出斯泰里亚的特拉绪布洛斯率领四十艘战船前去对抗。特拉绪布洛斯出海后,暂缓了对罗得岛的救援,因为他认为,拉刻代蒙人的友邦筑有要塞且有特琉提亚斯率舰队作为盟友在场,自己既无法轻易惩治他们;而己方的朋友占据着诸城邦,人数远占优势,且在交战中已占据上风,因而也绝不至于落入敌人手中。

语法注4 条
  1. 4.8.19ὀλίγους τοὺς πρώτους

    形容词 ὀλίγους 置于带冠词的名词短语 τοὺς πρώτους 之前,构成表语位置(predicative position),意为“看到打头阵的人为数不多”。

  2. 4.8.23ἐλάττω ἔχοντα δύναμιν ἢ ὥστε τοὺς φίλους ὠφελεῖν

    “比较级 (ἐλάττω) + ἢ ὥστε + 不定式 (ὠφελεῖν)”为表示不成比例或不足的固定句式,意为“拥有的兵力过于弱小,以至于不足以援助友方”。

  3. 4.8.24ὑπεναντιώτατα δὴ ταῦτα ἀμφότεροι ἑαυτοῖς πράττοντες

    反身代词与格 ἑαυτοῖς 与 ὑπεναντιώτατα 搭配,意为“做出完全违背自身利益的举动”。该分词短语指出了雅典与斯巴达双方的行为均与其官方立场相矛盾的悖论局面。

  4. 4.8.25τῆς μὲν εἰς Ῥόδον βοηθείας ἐπέσχε

    动词 ἐπέχω 直接接属格(τῆς ... βοηθείας),意为“克制/暂缓/停止救援”。介词短语 εἰς Ῥόδον 嵌于冠词与名词之间,作 βοηθείας 的定语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.8.19-4.8.25