- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.7.1-4.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿格西劳斯以再度出征相威胁使阿卡纳尼亚人请和后,斯巴达派阿格西波利斯统军征讨阿尔戈斯;阿格西波利斯求得神谕拒绝了敌方借圣月提出的休战,大举蹂躏阿耳戈利斯,后在经历地震、雷击及无肝叶的凶兆后撤军。
παρελθόντος δὲ τοῦ χειμῶνος, ὥσπερ ὑπέσχετο τοῖς Ἀχαιοῖς, εὐθὺς ἀρχομένου τοῦ ἦρος πάλιν φρουρὰν ἔφαινεν ἐπὶ τοὺς Ἀκαρνᾶνας. οἱ δὲ αἰσθόμενοι, καὶ νομίσαντες διὰ τὸ ἐν μεσογείᾳ σφίσι τὰς πόλεις εἶναι ὁμοίως ἂν πολιορκεῖσθαι ὑπὸ τῶν τὸν σῖτον φθειρόντων ὥσπερ εἰ περιεστρατοπεδευμένοι πολιορκοῖντο,1 ἔπεμψαν πρέσβεις εἰς τὴν Λακεδαίμονα, καὶ εἰρήνην μὲν πρὸς τοὺς Ἀχαιούς, συμμαχίαν δὲ πρὸς τοὺς Λακεδαιμονίους ἐποιήσαντο. καὶ τὰ μὲν περὶ Ἀκαρνᾶνας οὕτω διεπέπρακτο.
冬季过去后,正如他向阿开亚人许诺的那样,入春伊始,阿格西劳斯便立即再次动员军队讨伐阿卡纳尼亚人。阿卡纳尼亚人获悉此事,考虑到由于自身的城池地处内陆,自己同样会被毁坏谷物的人围困,就如同遭到筑垒合围的封锁围攻一般,于是派使节前往拉刻代蒙,与阿开亚人缔结了和约,并与拉刻代蒙人结成了同盟。有关阿卡纳尼亚人的事务便以这种方式得以解决。
ἐκ δὲ τούτου τοῖς Λακεδαιμονίοις τὸ μὲν ἐπʼ Ἀθηναίους ἢ ἐπὶ Βοιωτοὺς στρατεύειν οὐκ ἐδόκει ἀσφαλὲς εἶναι ὄπισθεν καταλιπόντας ὅμορον τῇ Λακεδαίμονι πολεμίαν καὶ οὕτω μεγάλην τὴν τῶν Ἀργείων πόλιν, εἰς δὲ τὸ Ἄργος φρουρὰν φαίνουσιν. ὁ δὲ Ἀγησίπολις ἐπεὶ ἔγνω ὅτι εἴη αὐτῷ ἡγητέον τῆς φρουρᾶς καὶ τὰ διαβατήρια θυομένῳ ἐγένετο, ἐλθὼν εἰς Ὀλυμπίαν καὶ χρηστηριαζόμενος ἐπηρώτα τὸν θεὸν εἰ ὁσίως ἂν ἔχοι αὐτῷ μὴ δεχομένῳ τὰς σπονδὰς τῶν Ἀργείων, ὅτι οὐχ ὁπότε καθήκοι ὁ χρόνος, ἀλλʼ ὁπότε ἐμβάλλειν μέλλοιεν Λακεδαιμόνιοι, τότε ὑπέφερον τοὺς μῆνας. ὁ δὲ θεὸς ἐπεσήμαινεν αὐτῷ ὅσιον εἶναι μὴ δεχομένῳ σπονδὰς ἀδίκως ὑποφερομένας. ἐκεῖθεν δʼ εὐθὺς πορευθεὶς εἰς Δελφοὺς ἐπήρετο αὖ τὸν Ἀπόλλω εἰ κἀκείνῳ δοκοίη περὶ τῶν σπονδῶν καθάπερ τῷ πατρί. ὁ δὲ ἀπεκρίνατο καὶ μάλα κατὰ ταὐτά.
此后,拉刻代蒙人认为,若在身后留下毗邻拉刻代蒙的阿尔戈斯这一强大而敌对的城邦,就前去讨伐雅典人或波奥提亚人是不安全的,于是他们动员军队讨伐阿尔戈斯。阿格西波利斯获悉自己应当统领这支远征军,且在献祭时越境祭礼得到了吉兆,便前往奥林匹亚请示神谕,询问神明:由于阿尔戈斯人并非在正当时令到来时、而是在拉刻代蒙人即将入侵时才提出圣月作为借口,如果他不接受阿尔戈斯人的休战请求,是否合乎敬虔之规。神明向他示意,拒绝接受不正当提出的休战是符合敬虔的。他随即从那里前往德尔斐,又询问阿波罗对休战一事的看法是否与他的父神一致。阿波罗也作了完全相同的回答。
καὶ οὕτω δὴ Ἀγησίπολις ἀναλαβὼν ἐκ Φλειοῦντος τὸ στράτευμα, ἐκεῖσε γὰρ αὐτῷ συνελέγετο, ἕως πρὸς τὰ ἱερὰ ἀπεδήμει, ἐνέβαλε διὰ Νεμέας. οἱ δʼ Ἀργεῖοι ἐπεὶ ἔγνωσαν οὐ δυνησόμενοι κωλύειν, ἔπεμψαν, ὥσπερ εἰώθεσαν, ἐστεφανωμένους δύο κήρυκας ὑποφέροντας σπονδάς. ὁ δὲ Ἀγησίπολις, ἀποκρινάμενος ὅτι οὐ δοκοῖεν τοῖς θεοῖς δικαίως ὑποφέρειν, οὐκ ἐδέχετο τὰς σπονδάς, ἀλλʼ ἐνέβαλε καὶ πολλὴν ἀπορίαν καὶ ἔκπληξιν κατά τε τοὺς ἀγροὺς καὶ ἐν τῇ πόλει ἐποίησε.
于是,阿格西波利斯从弗利乌斯率领军队——因为当他在各圣地间奔波巡行之际,军队一直在那里为他集结——取道涅墨亚长驱直入。阿尔戈斯人意识到无法阻止他,便照例派出了两名头戴花冠的传令官,提出休战。阿格西波利斯回答说,诸神并不认为他们的提出是正当的,因而拒绝接受休战,而是继续大举入侵,在乡村和城内都造成了极大的惊慌与困窘。
δειπνοποιουμένου δʼ αὐτοῦ ἐν τῇ Ἀργείᾳ τῇ πρώτῃ ἑσπέρᾳ, καὶ σπονδῶν τῶν μετὰ δεῖπνον ἤδη γιγνομένων, ἔσεισεν ὁ θεός. καὶ οἱ μὲν Λακεδαιμόνιοι ἀρξαμένων τῶν ἀπὸ δαμοσίας2 πάντες ὕμνησαν τὸν περὶ τὸν Ποσειδῶ παιᾶνα· οἱ δʼ ἄλλοι στρατιῶται ᾤοντο ἀπιέναι, ὅτι καὶ Ἆγις σεισμοῦ ποτε γενομένου ἀπήγαγεν ἐξ Ἤλιδος. ὁ δὲ Ἀγησίπολις εἰπὼν ὅτι εἰ μὲν μέλλοντος αὐτοῦ ἐμβάλλειν σείσειε, κωλύειν ἂν αὐτὸν ἡγεῖτο· ἐπεὶ δὲ ἐμβεβληκότος, ἐπικελεύειν νομίζοι·3
第一天傍晚,当他在阿尔戈斯境内用晚餐、晚餐后的奠酒仪式正在举行之际,神明震动了大地。拉刻代蒙人由王室行辕的侍从们领唱,全军同声高唱赞颂波塞冬的佩安歌;然而其余的士兵却以为要撤军了,因为当年阿吉斯也曾在发生地震时将大军从厄利斯撤走。但阿格西波利斯宣称,如果神明是在他准备入侵时震动大地,他会认为神是在阻拦他;但既然是在他入侵之后震动,他相信神是在督促他前进。
καὶ οὕτω τῇ ὑστεραίᾳ θυσάμενος τῷ Ποσειδῶνι ἡγεῖτο οὐ πόρρω εἰς τὴν χώραν. ἅτε δὲ νεωστὶ τοῦ Ἀγησιλάου ἐστρατευμένου εἰς τὸ Ἄργος, πυνθανόμενος ὁ Ἀγησίπολις τῶν στρατιωτῶν μέχρι μὲν ποῖ πρὸς τὸ τεῖχος ἤγαγεν ὁ Ἀγησίλαος, μέχρι δὲ ποῖ τὴν χώραν ἐδῄωσεν, ὥσπερ πένταθλος πάντῃ ἐπὶ τὸ πλέον ὑπερβάλλειν ἐπειρᾶτο.
于是次日,他向波塞冬献祭之后,便率军向其境内行进了不远。由于阿格西劳斯此前不久刚刚出征过阿尔戈斯,阿格西波利斯便向士兵们打听阿格西劳斯将部队向城墙推进到了何处、将国土蹂躏到了何处,如同五项全能运动员一般,极力在各方面超越前人。
καὶ ἤδη μέν ποτε βαλλόμενος ἀπὸ τῶν τύρσεων τὰς περὶ τὸ τεῖχος τάφρους πάλιν διέβη· ἦν δʼ ὅτε οἰχομένων τῶν πλείστων Ἀργείων εἰς τὴν Λακωνικὴν οὕτως ἐγγὺς πυλῶν προσῆλθεν ὥστε οἱ πρὸς ταῖς πύλαις ὄντες τῶν Ἀργείων ἀπέκλεισαν τοὺς τῶν Βοιωτῶν ἱππέας εἰσελθεῖν βουλομένους, δείσαντες μὴ συνεισπέσοιεν κατὰ τὰς πύλας οἱ Λακεδαιμόνιοι· ὥστʼ ἠναγκάσθησαν οἱ ἱππεῖς ὥσπερ νυκτερίδες πρὸς τοῖς τείχεσιν ὑπὸ ταῖς ἐπάλξεσι προσαραρέναι. καὶ εἰ μὴ ἔτυχον τότε οἱ Κρῆτες εἰς Ναυπλίαν καταδεδραμηκότες, πολλοὶ ἂν καὶ ἄνδρες καὶ ἵπποι κατετοξεύθησαν.
有一次,他在遭受城楼上投射物攻击的情况下,再次跨过了城墙周边的壕沟;又有一次,趁阿尔戈斯人的主力开赴拉科尼亚之际,他逼近城门如此之近,以至于守在门前的阿尔戈斯人唯恐拉刻代蒙人顺势冲入城门,竟将正企图入城的波奥提亚骑兵关在门外;致使这些骑兵不得不像蝙蝠一样贴附在城垛下方的城墙上。若非克里特弓箭手当时恰好奔袭至瑙普利亚一带劫掠,必定会有众多人马被乱箭射杀。
ἐκ δὲ τούτου περὶ τὰς εἰρκτὰς στρατοπεδευομένου αὐτοῦ πίπτει κεραυνὸς εἰς τὸ στρατόπεδον· καὶ οἱ μέν τινες πληγέντες, οἱ δὲ καὶ ἐμβροντηθέντες ἀπέθανον. ἐκ δὲ τούτου βουλόμενος τειχίσαι φρούριόν τι ἐπὶ ταῖς παρὰ Κηλοῦσαν ἐμβολαῖς, ἐθύετο· καὶ ἐφάνη αὐτῷ τὰ ἱερὰ ἄλοβα. ὡς δὲ τοῦτο ἐγένετο, ἀπήγαγε τὸ στράτευμα καὶ διέλυσε, μάλα πολλὰ βλάψας τοὺς Ἀργείους, ἅτε ἀπροσδοκήτως αὐτοῖς ἐμβαλών.
此后,当他在埃尔克泰附近驻营时,雷电击中了营地;有些人被直接击中身亡,有些人则因受雷震而死。在此之后,他打算在凯卢萨旁的隘道上修筑要塞,便举行献祭;然而祭牲的肝脏上显出无肝叶的凶兆。既然发生此等征兆,他便率领大军撤退并解散了部队,由于出其不意地向他们发起入侵,他已给阿尔戈斯人造成了极大的损害。
- 4.7.1ὁμοίως ἂν πολιορκεῖσθαι ὑπὸ τῶν τὸν σῖτον φθειρόντων ὥσπερ εἰ περιεστρατοπεδευμένοι πολιορκοῖντο
不定词 πολιορκεῖσθαι 与 ἄν 连用,由 νομίσαντες 引出,反映间接引语中带有 ἄν 的直陈式过去时或祈愿式(潜在或与事实相反结论)。ὥσπερ εἰ 引导假设性比较分句(“如同……一般”),接祈愿式 πολιορκοῖντο。
- 4.7.4τῶν ἀπὸ δαμοσίας
属格绝对结构 ἀρξαμένων τῶν ἀπὸ δαμοσίας 的逻辑主语。δαμοσία(多立克方言,对应阿提卡方言 δημοσία)指斯巴达国王及其侍从共食的“公室行辕/王室帐幕”;介词短语 ἀπὸ δαμοσίας 经由冠词 τῶν 名词化,指“隶属于王室行辕的侍从人员”。
- 4.7.4εἰ μὲν μέλλοντος αὐτοῦ ἐμβάλλειν σείσειε, κωλύειν ἂν αὐτὸν ἡγεῖτο· ἐπεὶ δὲ ἐμβεβληκότος, ἐπικελεύειν νομίζοι
间接引语中条件结构的对比。前半部分(εἰ ... σείσειε)结合叙述者的过去时(ἡγεῖτο)表达原本与事实相反的设想,属格绝对结构 μέλλοντος αὐτοῦ ἐμβάλλειν 提供时间背景。后半部的 νομίζοι 则是因主要动词(εἰπών)为过去时而使用的间接引语祈愿式,ἐμβεβληκότος 为省略了逻辑主语(αὐτοῦ)及从句谓语动词的属格绝对结构,指“在已经侵入之后震动”。
