← 色诺芬

希腊史

§4.6.8-4.6.14

击溃阿卡纳尼亚军与阿格西劳斯撤军

阿格西劳斯在狭道遭阿卡纳尼亚军袭扰,遂率军攻占高地击溃敌军;他在蹂躏敌境后,于秋季经由埃托利亚陆路班师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.8

τῇ δʼ ὑστεραίᾳ ἀπῆγεν ὁ Ἀγησίλαος τὸ στράτευμα. καὶ ἦν μὲν ἡ ἔξοδος ἐκ τοῦ περὶ τὴν λίμνην λειμῶνός τε καὶ πεδίου στενὴ διὰ τὰ κύκλῳ περιέχοντα ὄρη· καταλαβόντες δὲ οἱ Ἀκαρνᾶνες ἐκ τῶν ὑπερδεξίων ἔβαλλόν τε καὶ ἠκόντιζον, καὶ ὑποκαταβαίνοντες εἰς τὰ κράσπεδα τῶν ὀρῶν προσέκειντο καὶ πράγματα παρεῖχον, ὥστε οὐκέτι ἐδύνατο τὸ στράτευμα πορεύεσθαι.

次日,阿格西劳斯率军撤离。然而,由于四周环山,从湖畔的草场与平原通往外部的出路十分狭窄;阿卡纳尼亚人占据了上方的高地,投掷石块与标枪,并进一步下到山脚实施猛攻,造成了极大的困扰,致使大军无法继续前行。

§4.6.9

ἐπιδιώκοντες δὲ ἀπὸ τῆς φάλαγγος οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς τοὺς ἐπιτιθεμένους οὐδὲν ἔβλαπτον· ταχὺ γὰρ ἦσαν, ὁπότε ἀποχωροῖεν, πρὸς τοῖς ἰσχυροῖς οἱ Ἀκαρνᾶνες. χαλεπὸν δʼ ἡγησάμενος ὁ Ἀγησίλαος διὰ τοῦ στενοπόρου ἐξελθεῖν ταῦτα πάσχοντας, ἔγνω διώκειν τοὺς ἐκ τῶν εὐωνύμων προσκειμένους, μάλα πολλοὺς ὄντας· εὐβατώτερον γὰρ ἦν τοῦτο τὸ ὄρος καὶ ὁπλίταις καὶ ἵπποις.

重装步兵与骑兵虽从方阵中出击追赶袭击者,却未能使其受到丝毫损伤;因为阿卡纳尼亚人一旦退却,便能迅速撤至坚固险要之处。阿格西劳斯认为在遭受如此打击之下强行通过隘口极为困难,遂决定追击从左翼压迫而来的那部分人数极多的敌军;因为那座山对于重装步兵和骑兵而言都较为易于攀登。

§4.6.10

καὶ ἐν ᾧ μὲν ἐσφαγιάζετο, μάλα κατεῖχον βάλλοντες καὶ ἀκοντίζοντες οἱ Ἀκαρνᾶνες, καὶ ἐγγὺς προσιόντες πολλοὺς ἐτίτρωσκον. ἐπεὶ δὲ παρήγγειλεν, ἔθει μὲν ἐκ τῶν ὁπλιτῶν τὰ πεντεκαίδεκα ἀφʼ ἥβης,1 ἤλαυνον δὲ οἱ ἱππεῖς, αὐτὸς δὲ σὺν τοῖς ἄλλοις ἠκολούθει.

当他举行战前献祭时,阿卡纳尼亚人不断投石抛枪猛烈压制,逼至近处击伤了许多人。然而当他下达冲锋号令后,重装步兵中成年后十五个年资阶层的战士疾驰而出,骑兵奔袭而上,他自己也率领其余部队紧随其后。

§4.6.11

οἱ μὲν οὖν ὑποκαταβεβηκότες τῶν Ἀκαρνάνων καὶ ἀκροβολιζόμενοι ταχὺ ἐνέκλιναν καὶ ἀπέθνῃσκον φεύγοντες πρὸς τὸ ἄναντες· ἐπὶ μέντοι τοῦ ἀκροτάτου οἱ ὁπλῖται ἦσαν τῶν Ἀκαρνάνων παρατεταγμένοι καὶ τῶν πελταστῶν τὸ πολύ, καὶ ἐνταῦθα ἐπέμενον, καὶ τά τε ἄλλα βέλη ἠφίεσαν καὶ τοῖς δόρασιν ἐξακοντίζοντες ἱππέας τε κατέτρωσαν καὶ ἵππους τινὰς ἀπέκτειναν. ἐπεὶ μέντοι μικροῦ ἔδεον ἤδη ἐν χερσὶ τῶν Λακεδαιμονίων ὁπλιτῶν εἶναι,2 ἐνέκλιναν, καὶ ἀπέθανον αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ περὶ τριακοσίους.

那些下山进行散兵骚扰的阿卡纳尼亚人迅速溃退,在沿斜坡逃窜时纷纷丧命;然而在山巅之上,阿卡纳尼亚人的重装步兵与大部轻盾兵已列好阵势,他们在那里固守不退,不仅倾泻其他飞行兵器,还投掷长矛,击伤了骑兵并杀死了一些马匹。然而,就在即将与拉刻代蒙重装步兵展开短兵肉搏之际,他们溃败了,当天大约有三百人阵亡。

§4.6.12

τούτων δὲ γενομένων ὁ Ἀγησίλαος τροπαῖον ἐστήσατο. καὶ τὸ ἀπὸ τούτου περιιὼν κατὰ τὴν χώραν ἔκοπτε καὶ ἔκαε· πρὸς ἐνίας δὲ τῶν πόλεων καὶ προσέβαλλεν, ὑπὸ τῶν Ἀχαιῶν ἀναγκαζόμενος, οὐ μὴν εἷλέ γε οὐδεμίαν. ἡνίκα δὲ ἤδη ἐπεγίγνετο τὸ μετόπωρον, ἀπῄει ἐκ τῆς χώρας.

此事过后,阿格西劳斯树立了战功纪念碑。此后他巡行全境,砍伐林木,纵火焚烧;在阿开亚人的催促下,他也对几座城镇发起了攻击,但终究未能攻克任何一座。及至秋意渐浓之时,他便撤离了该国。

§4.6.13

οἱ δὲ Ἀχαιοὶ πεποιηκέναι τε οὐδὲν ἐνόμιζον αὐτόν, ὅτι πόλιν οὐδεμίαν προσειλήφει οὔτε ἑκοῦσαν οὔτε ἄκουσαν, ἐδέοντό τε, εἰ μή τι ἄλλο, ἀλλὰ τοσοῦτόν γε χρόνον3 καταμεῖναι αὐτόν, ἕως ἂν τὸν σπορητὸν διακωλύσῃ τοῖς Ἀκαρνᾶσιν. ὁ δὲ ἀπεκρίνατο ὅτι τὰ ἐναντία λέγοιεν τοῦ συμφέροντος. ἐγὼ μὲν γάρ, ἔφη, στρατεύομαι πάλιν δεῦρο εἰς τὸ ἐπιὸν θέρος· οὗτοι δὲ ὅσῳ ἂν πλείω σπείρωσι, τοσούτῳ μᾶλλον τῆς εἰρήνης ἐπιθυμήσουσι.

阿开亚人却认为他毫无作为,因为他既未通过劝降也未通过强攻拿下任何一座城池;他们请求他即使不做别的事,至少也停留足够长的时间以阻止阿卡纳尼亚人播种。他却回答说,他们所提出的要求恰恰违背了自身利益。他说:“因为我将在明年夏季再次出征此地;他们播种得越多,就会越发渴望和平。”

§4.6.14

ταῦτα δʼ εἰπὼν ἀπῄει πεζῇ διʼ Αἰτωλίας τοιαύτας ὁδοὺς ἃς οὔτε πολλοὶ οὔτε ὀλίγοι δύναιντʼ ἂν ἀκόντων Αἰτωλῶν πορεύεσθαι· ἐκεῖνον μέντοι εἴασαν διελθεῖν· ἤλπιζον γὰρ Ναύπακτον αὐτοῖς συμπράξειν ὥστʼ ἀπολαβεῖν. ἐπειδὴ δὲ ἐγένετο κατὰ τὸ Ῥίον, ταύτῃ διαβὰς οἴκαδε ἀπῆλθε· καὶ γὰρ τὸν ἐκ Καλυδῶνος ἔκπλουν εἰς Πελοπόννησον οἱ Ἀθηναῖοι ἐκώλυον τριήρεσιν ὁρμώμενοι ἐξ Οἰνιαδῶν.

说罢这番话,他便率军取道埃托利亚陆路撤退,所经道路在违背埃托利亚人意愿的情况下无论人数多寡都是无法通过的;然而埃托利亚人准许他通过,因为他们期望他能协助自己收复瑙帕克托斯。当他抵达里翁时,便由该处渡海返回故土;因为雅典人正以奥伊尼亚代为据点派出三列桨座战船,封锁了从卡吕冬驶向伯罗奔尼撒的航道。

语法注3 条
  1. 4.6.10τὰ πεντεκαίδεκα ἀφʼ ἥβης

    斯巴达军事体制中表示动员兵役年龄阶层的习惯表达法。指自成年(ἥβη,通常自18岁或20岁起算)算起的头十五个年资阶层的青年部队(若按18岁算则至33岁)。中性复数冠词指代该年龄级别的集合群体。

  2. 4.6.11μικροῦ ἔδεον ἤδη ἐν χερσὶ τῶν Λακεδαιμονίων ὁπλιτῶν εἶναι

    源自惯用结构 μικροῦ δεῖν(几乎、差一点就要……)的人称动词形式(ἔδεον),后接不定式 εἶναι,意为“几乎就要与拉刻代蒙重装步兵短兵相接”。成语 ἐν χερσὶν εἶναι 意为“展开肉搏战/接刃战”。

  3. 4.6.13εἰ μή τι ἄλλο, ἀλλὰ τοσοῦτόν γε χρόνον

    基于条件句省略的固定搭配,意为“即使不做别的事,至少也(停留)这么长时间”。εἰ μή τι ἄλλο 作让步性假设,主句中的 ἀλλά ... γε 则引出带有强调和限制意味的最低要求(“至少……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.6.8-4.6.14